< Λευϊτικόν 6 >

1 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Εάν τις αμαρτήση και πράξη παρανομίαν κατά του Κυρίου και ψευσθή προς τον πλησίον αυτού διά παρακαταθήκην ή διά πράγμά τι εμπεπιστευμένον εις τας χείρας αυτού, ή διά αρπαγήν, ή ηπάτησε τον πλησίον αυτού,
ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς ἢ ἠδίκησέν τι τὸν πλησίον
3 ή εύρε πράγμα χαμένον και ψεύδεται περί αυτού, ή ομόση ψευδώς περί τινός εκ πάντων όσα πράττει ο άνθρωπος, ώστε να αμαρτήση εις αυτά·
ἢ εὗρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτῆς καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος ὥστε ἁμαρτεῖν ἐν τούτοις
4 όταν αμαρτήση και ήναι ένοχος, θέλει αποδώσει το άρπαγμα το οποίον ήρπασεν, ή το πράγμα το οποίον έλαβε δι' απάτης, ή την παρακαταθήκην την εμπιστευθείσαν εις αυτόν, ή το χαμένον πράγμα το οποίον εύρεν,
καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν ἢ τὴν παραθήκην ἥτις παρετέθη αὐτῷ ἢ τὴν ἀπώλειαν ἣν εὗρεν
5 ή παν εκείνο περί του οποίου ώμοσε ψευδώς· θέλει αποδώσει το κεφάλαιον αυτού, και θέλει προσθέσει το πέμπτον επ' αυτό· εις όντινα ανήκει, εις τούτον θέλει αποδώσει αυτό την ημέραν καθ' ην φανερωθή ένοχος.
ἀπὸ παντὸς πράγματος οὗ ὤμοσεν περὶ αὐτοῦ ἀδίκως καὶ ἀποτείσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ πέμπτον προσθήσει ἐπ’ αὐτό τίνος ἐστίν αὐτῷ ἀποδώσει ᾗ ἡμέρᾳ ἐλεγχθῇ
6 Και θέλει φέρει προς τον Κύριον την περί ανομίας προσφοράν αυτού, κριόν άμωμον εκ του ποιμνίου, κατά την εκτίμησίν σου, εις προσφοράν περί ανομίας, προς τον ιερέα·
καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ὃ ἐπλημμέλησεν αὐτῷ
7 και ο ιερεύς θέλει κάμει εξιλέωσιν υπέρ αυτού ενώπιον του Κυρίου· και θέλει συγχωρηθή εις αυτόν, περί παντός πράγματος εκ των όσα έπραξε, ώστε να ανομήση εις αυτά.
καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτῷ
8 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
9 Πρόσταξον τον Ααρών και τους υιούς αυτού, λέγων, Ούτος είναι ο νόμος του ολοκαυτώματος· το ολοκαύτωμα θέλει καίεσθαι επί του θυσιαστηρίου όλην την νύκτα έως το πρωΐ, και το πυρ του θυσιαστηρίου θέλει καίεσθαι επ' αυτού.
ἔντειλαι Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ’ αὐτοῦ οὐ σβεσθήσεται
10 Και θέλει ενδυθή ο ιερεύς χιτώνα λινούν και περισκελή λινά θέλει φορέσει επί την σάρκα αυτού, και θέλει αφαιρέσει την στάκτην του ολοκαυτώματος το οποίον κατέφαγε το πυρ επί του θυσιαστηρίου· και θέλει βάλει αυτήν εις το πλάγιον του θυσιαστηρίου.
καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ καὶ ἀφελεῖ τὴν κατακάρπωσιν ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου
11 Και θέλει εκδυθή την στολήν αυτού και ενδυθή άλλην στολήν· και θέλει φέρει την στάκτην έξω του στρατοπέδου εις τόπον καθαρόν.
καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν
12 Και το πυρ το επί του θυσιαστηρίου θέλει καίεσθαι επ' αυτού· δεν θέλει σβεσθή· και θέλει καίει ο ιερεύς επ' αυτού ξύλα καθ' εκάστην πρωΐαν, και θέλει στοιβάσει το ολοκαύτωμα επ' αυτού, και θέλει καίει επ' αυτού το στέαρ της ειρηνικής προσφοράς.
καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ’ αὐτοῦ καὶ οὐ σβεσθήσεται καὶ καύσει ὁ ἱερεὺς ἐπ’ αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ’ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ’ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου
13 Το πυρ θέλει καίεσθαι διαπαντός επί του θυσιαστηρίου· δεν θέλει σβεσθή.
καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον οὐ σβεσθήσεται
14 Ούτος δε είναι ο νόμος της αλφίτων προσφοράς· οι υιοί του Ααρών θέλουσι προσφέρει αυτήν ενώπιον του Κυρίου έμπροσθεν του θυσιαστηρίου.
οὗτος ὁ νόμος τῆς θυσίας ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ααρων ἔναντι κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου
15 Και θέλει αφαιρέσει απ' αυτής όσον χωρεί η χειρ αυτού, από της σεμιδάλεως της εξ αλφίτων προσφοράς μετά του ελαίου αυτής και παν το λιβάνιον το επί της εξ αλφίτων προσφοράς· και θέλει καύσει αυτό επί του θυσιαστηρίου εις οσμήν ευωδίας, μνημόσυνον αυτής προς τον Κύριον.
καὶ ἀφελεῖ ἀπ’ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τὸ μνημόσυνον αὐτῆς τῷ κυρίῳ
16 Το δε εναπολειφθέν εκ τούτων θέλουσι φάγει ο Ααρών και οι υιοί αυτού· άζυμον θέλει τρώγεσθαι εν τόπω αγίω εν τη αυλή της σκηνής του μαρτυρίου θέλουσι τρώγει αυτό.
τὸ δὲ καταλειφθὲν ἀπ’ αὐτῆς ἔδεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν
17 Δεν θέλει εψηθή μετά προζυμίου· διά μερίδιον αυτών έδωκα αυτό από των διά πυρός γινομένων προσφορών μου· είναι αγιώτατον, καθώς η περί αμαρτίας προσφορά, και καθώς η περί ανομίας.
οὐ πεφθήσεται ἐζυμωμένη μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων κυρίου ἅγια ἁγίων ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας
18 Παν αρσενικόν μεταξύ των τέκνων του Ααρών θέλει τρώγει αυτό· τούτο θέλει είσθαι νόμιμον αιώνιον εις τας γενεάς σας, από των διά πυρός γινομένων προσφορών του Κυρίου· πας όστις εγγίση αυτά, θέλει αγιασθή.
πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται
19 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
20 τούτο είναι το δώρον του Ααρών και των υιών αυτού το οποίον θέλουσι προσφέρει προς τον Κύριον την ημέραν καθ' ην χρισθή· το δέκατον ενός εφά σεμιδάλεως εις παντοτεινήν προσφοράν εξ αλφίτων, το ήμισυ αυτής το πρωΐ, και το ήμισυ αυτής το εσπέρας·
τοῦτο τὸ δῶρον Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ὃ προσοίσουσιν κυρίῳ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν χρίσῃς αὐτόν τὸ δέκατον τοῦ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός τὸ ἥμισυ αὐτῆς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν
21 επί κάψης θέλει ετοιμασθή μετά ελαίου· εψημένον θέλεις φέρει αυτό· και τα εψημένα τμήματα των εξ αλφίτων προσφορών θέλεις προσφέρει εις οσμήν ευωδίας προς τον Κύριον.
ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται πεφυραμένην οἴσει αὐτήν ἑλικτά θυσίαν ἐκ κλασμάτων θυσίαν ὀσμὴν εὐωδίας κυρίῳ
22 Και ο ιερεύς ο κεχρισμένος αντ' αυτού μεταξύ των υιών αυτού θέλει προσφέρει αυτό· τούτο είναι νόμιμον αιώνιον διά τον Κύριον. ολοκλήρως θέλει καίεσθαι.
ὁ ἱερεὺς ὁ χριστὸς ἀντ’ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν νόμος αἰώνιος ἅπαν ἐπιτελεσθήσεται
23 Και πάσα προσφορά εξ αλφίτων ιερέως θέλει καίεσθαι ολοκλήρως· δεν θέλει τρώγεσθαι.
καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται
24 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
25 Λάλησον προς τον Ααρών και προς τους υιούς αυτού, λέγων, Ούτος είναι ο νόμος της περί αμαρτίας προσφοράς· Εν τω τόπω όπου σφάζεται το ολοκαύτωμα, θέλει σφαγή η περί αμαρτίας προσφορά έμπροσθεν του Κυρίου· είναι αγιώτατον.
λάλησον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὗτος ὁ νόμος τῆς ἁμαρτίας ἐν τόπῳ οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὰ περὶ τῆς ἁμαρτίας ἔναντι κυρίου ἅγια ἁγίων ἐστίν
26 Ο ιερεύς ο προσφέρων αυτήν περί αμαρτίας θέλει τρώγει αυτήν· εν τόπω αγίω θέλει τρώγεσθαι, εν τη αυλή της σκηνής του μαρτυρίου.
ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν ἐν τόπῳ ἁγίῳ βρωθήσεται ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου
27 παν ό, τι εγγίση το κρέας αυτής θέλει είσθαι άγιον· και εάν ραντισθή από του αίματος αυτής επί τι φόρεμα, εκείνο, επί του οποίου ερραντίσθη, θέλει πλύνεσθαι εν τόπω αγίω.
πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται καὶ ᾧ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον ὃ ἐὰν ῥαντισθῇ ἐπ’ αὐτὸ πλυθήσεται ἐν τόπῳ ἁγίῳ
28 Το δε πήλινον αγγείον εν τω οποίω έβρασε, θέλει συντρίβεσθαι αλλ' εάν βράση εν αγγείω χαλκίνω, τούτο θέλει τρίβεσθαι επιμελώς και θέλει πλύνεσθαι με ύδωρ.
καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ συντριβήσεται ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι
29 Παν αρσενικόν μεταξύ των ιερέων θέλει τρώγει εξ αυτής· είναι αγιώτατον.
πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶν κυρίου
30 Και πάσα προσφορά περί αμαρτίας, από του αίματος της οποίας φέρεται εις την σκηνήν του μαρτυρίου διά να γείνη εξιλέωσις εν τω αγιαστηρίω, δεν θέλει τρώγεσθαι με πυρ θέλει καίεσθαι.
καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται

< Λευϊτικόν 6 >