< Λευϊτικόν 4 >

1 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Λάλησον προς τους υιούς Ισραήλ, λέγων, Εάν ψυχή τις αμαρτήση εξ αγνοίας και εκ των όσα είναι προστεταγμένον υπό του Κυρίου να μη πράττωνται πράξη τι εξ αυτών·
λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων ψυχὴ ἐὰν ἁμάρτῃ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τῶν προσταγμάτων κυρίου ὧν οὐ δεῖ ποιεῖν καὶ ποιήσῃ ἕν τι ἀπ’ αὐτῶν
3 εάν μεν ο ιερεύς ο κεχρισμένος αμαρτήση ώστε να ενοχοποιήση τον λαόν, τότε θέλει φέρει, διά την αμαρτίαν αυτού την οποίαν ημάρτησε, μόσχον βοός άμωμον προς τον Κύριον διά προσφοράν περί αμαρτίας.
ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτοῦ
4 Και θέλει φέρει τον μόσχον εις την θύραν της σκηνής του μαρτυρίου ενώπιον του Κυρίου· και θέλει επιθέσει την χείρα αυτού επί την κεφαλήν του μόσχου, και θέλουσι σφάξει τον μόσχον ενώπιον του Κυρίου.
καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου
5 Και θέλει λάβει ο ιερεύς ο κεχρισμένος από του αίματος του μόσχου και φέρει αυτό εις την σκηνήν του μαρτυρίου·
καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου
6 και θέλει εμβάψει ο ιερεύς τον δάκτυλον αυτού εις το αίμα και θέλει ραντίσει από του αίματος επτάκις ενώπιον του Κυρίου, έμπροσθεν του καταπετάσματος του αγιαστηρίου.
καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ προσρανεῖ ἀπὸ τοῦ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον
7 Και θέλει βάλει ο ιερεύς από του αίματος επί τα κέρατα του θυσιαστηρίου του ευώδους θυμιάματος, το οποίον είναι ενώπιον του Κυρίου εν τη σκηνή του μαρτυρίου· και θέλει χύσει παν το αίμα του μόσχου εις την βάσιν του θυσιαστηρίου του ολοκαυτώματος, το οποίον είναι εις την θύραν της σκηνής του μαρτυρίου.
καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
8 Και άπαν το στέαρ του μόσχου της περί αμαρτίας προσφοράς θέλει αφαιρέσει απ' αυτού· το στέαρ το περικαλύπτον τα εντόσθια, και άπαν το στέαρ το επί των εντοσθίων·
καὶ πᾶν τὸ στέαρ τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας περιελεῖ ἀπ’ αὐτοῦ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων
9 και τους δύο νεφρούς και το στέαρ το επ' αυτών το προς τα πλευρά, και τον επάνω λοβόν του ήπατος, τον οποίον μετά των νεφρών θέλει αφαιρέσει,
καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν ὅ ἐστιν ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτό
10 καθ' ον τρόπον αφαιρείται από του μόσχου της θυσίας της ειρηνικής· και θέλει καύσει αυτά ο ιερεύς επί του θυσιαστηρίου του ολοκαυτώματος·
ὃν τρόπον ἀφαιρεῖται ἀπὸ τοῦ μόσχου τοῦ τῆς θυσίας τοῦ σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τῆς καρπώσεως
11 και το δέρμα του μόσχου και παν το κρέας αυτού μετά της κεφαλής αυτού και μετά των ποδών αυτού και τα εντόσθια αυτού και την κόπρον αυτού·
καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ
12 και θέλει φέρει όλον τον μόσχον έξω του στρατοπέδου εις τόπον καθαρόν, όπου χύνεται η στάκτη, και θέλει καύσει αυτόν επί ξύλων διά πυρός· όπου χύνεται η στάκτη, θέλει καυθή.
καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν οὗ ἐκχεοῦσιν τὴν σποδιάν καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί ἐπὶ τῆς ἐκχύσεως τῆς σποδιᾶς καυθήσεται
13 Εάν δε πάσα η συναγωγή του Ισραήλ αμαρτήση εξ αγνοίας και το πράγμα κρυφθή από των οφθαλμών της συναγωγής και εκ των όσα είναι προστεταγμένον υπό του Κυρίου να μη πράττωνται, πράξωσι και ήναι ένοχοι·
ἐὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν
14 όταν γνωρισθή η αμαρτία την οποίαν ημάρτησαν κατά τούτο, τότε θέλει προσφέρει η συναγωγή μόσχον εκ βοών διά την αμαρτίαν και θέλει φέρει αυτόν έμπροσθεν της σκηνής του μαρτυρίου.
καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν ἄμωμον περὶ τῆς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
15 Και οι πρεσβύτεροι της συναγωγής θέλουσιν επιθέσει τας χείρας αυτών επί την κεφαλήν του μόσχου ενώπιον του Κυρίου· και θέλουσι σφάξει τον μόσχον ενώπιον του Κυρίου.
καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου
16 Και ο ιερεύς ο κεχρισμένος θέλει φέρει από του αίματος του μόσχον εις την σκηνήν του μαρτυρίου·
καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου
17 και θέλει εμβάψει ο ιερεύς τον δάκτυλον αυτού εις το αίμα και θέλει ραντίσει επτάκις ενώπιον του Κυρίου έμπροσθεν του καταπετάσματος·
καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ῥανεῖ ἑπτάκις ἔναντι κυρίου κατενώπιον τοῦ καταπετάσματος τοῦ ἁγίου
18 και θέλει βάλει από του αίματος επί τα κέρατα του θυσιαστηρίου, του ενώπιον του Κυρίου, το οποίον είναι εν τη σκηνή του μαρτυρίου· και θέλει χύσει παν το αίμα εις την βάσιν του θυσιαστηρίου του ολοκαυτώματος, το οποίον είναι εις την θύραν της σκηνής του μαρτυρίου.
καὶ ἀπὸ τοῦ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων τῆς συνθέσεως ὅ ἐστιν ἐνώπιον κυρίου ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καὶ τὸ πᾶν αἷμα ἐκχεεῖ πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν καρπώσεων τῶν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς τοῦ μαρτυρίου
19 Και παν το στέαρ αυτού θέλει αφαιρέσει απ' αυτού και καύσει επί του θυσιαστηρίου.
καὶ τὸ πᾶν στέαρ περιελεῖ ἀπ’ αὐτοῦ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον
20 Και θέλει κάμει εις τον μόσχον καθ' ον τρόπον έκαμεν εις τον μόσχον της περί αμαρτίας προσφοράς· ούτω θέλει κάμει εις αυτόν· και θέλει κάμει εξιλέωσιν υπέρ αυτών ο ιερεύς και θέλει συγχωρηθή εις αυτούς.
καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τῆς ἁμαρτίας οὕτως ποιηθήσεται καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτοῖς ἡ ἁμαρτία
21 Και θέλει εκβάλει τον μόσχον έξω του στρατοπέδου και καύσει αυτόν, καθώς έκαυσε τον πρώτον μόσχον· είναι προσφορά περί αμαρτίας υπέρ της συναγωγής·
καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν τὸν μόσχον ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον ἁμαρτία συναγωγῆς ἐστιν
22 Όταν δε άρχων τις αμαρτήση και πράξη εξ αγνοίας τι εκ των όσα είναι προστεταγμένον υπό Κυρίου του Θεού αυτού να μη πράττωνται, και ήναι ένοχος·
ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν ἣ οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ
23 ή εάν η αμαρτία αυτού, την οποίαν ημάρτησε, γνωστοποιηθή εις αυτόν, τότε θέλει φέρει την προσφοράν αυτού, τράγον εξ αιγών, αρσενικόν άμωμον.
καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ προσοίσει τὸ δῶρον αὐτοῦ χίμαρον ἐξ αἰγῶν ἄρσεν ἄμωμον
24 και θέλει επιθέσει την χείρα αυτού επί την κεφαλήν του τράγου, και θέλουσι σφάξει αυτό εν τω τόπω όπου σφάζουσι το ολοκαύτωμα ενώπιον του Κυρίου· είναι προσφορά περί αμαρτίας.
καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου καὶ σφάξουσιν αὐτὸν ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου ἁμαρτία ἐστίν
25 Και θέλει λάβει ο ιερεύς από του αίματος της περί αμαρτίας προσφοράς διά του δακτύλου αυτού, και βάλει επί τα κέρατα του θυσιαστηρίου του ολοκαυτώματος και θέλει χύσει το αίμα αυτού εις την βάσιν του θυσιαστηρίου του ολοκαυτώματος.
καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ τὸ πᾶν αἷμα αὐτοῦ ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων
26 Και άπαν το στέαρ αυτού θέλει καύσει επί του θυσιαστηρίου, ως το στέαρ της θυσίας της ειρηνικής προσφοράς· και θέλει κάμει εξιλέωσιν υπέρ αυτού ο ιερεύς περί της αμαρτίας αυτού, και θέλει συγχωρηθή εις αυτόν.
καὶ τὸ πᾶν στέαρ αὐτοῦ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ἀφεθήσεται αὐτῷ
27 Εάν δε ψυχή τις εκ του λαού της γης αμαρτήση εξ αγνοίας, πράττων τι εκ των όσα είναι προστεταγμένον υπό του Κυρίου να μη πράττωνται, και ήναι ένοχος.
ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσῃ
28 ή εάν γνωστοποιηθή εις αυτόν η αμαρτία αυτού την οποίαν ημάρτησε· τότε θέλει φέρει την προσφοράν αυτού, τράγον εξ αιγών, θηλυκόν άμωμον, διά την αμαρτίαν αυτού την οποίαν ημάρτησε·
καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτῇ καὶ οἴσει χίμαιραν ἐξ αἰγῶν θήλειαν ἄμωμον οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν
29 και θέλει επιθέσει την χείρα αυτού επί την κεφαλήν της περί αμαρτίας προσφοράς, και θέλουσι σφάξει την περί αμαρτίας προσφοράν εν τω τόπω του ολοκαυτώματος.
καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ ἁμαρτήματος αὐτοῦ καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τῆς ἁμαρτίας ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα
30 Και θέλει λάβει ο ιερεύς διά του δακτύλου αυτού από του αίματος αυτού, και βάλει επί τα κέρατα του θυσιαστηρίου του ολοκαυτώματος και παν το αίμα αυτού θέλει χύσει εις την βάσιν του θυσιαστηρίου·
καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος αὐτῆς τῷ δακτύλῳ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ πᾶν τὸ αἷμα αὐτῆς ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου
31 και παν το στέαρ αυτού θέλει αφαιρέσει, καθώς αφαιρείται το στέαρ από της θυσίας της ειρηνικής προσφοράς· και θέλει καύσει αυτό ο ιερεύς επί του θυσιαστηρίου εις οσμήν ευωδίας προς τον Κύριον· και θέλει κάμει εξιλέωσιν υπέρ αυτού ο ιερεύς, και θέλει συγχωρηθή εις αυτόν.
καὶ πᾶν τὸ στέαρ περιελεῖ ὃν τρόπον περιαιρεῖται στέαρ ἀπὸ θυσίας σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτῷ
32 Εάν δε φέρη πρόβατον διά προσφοράν αυτού περί αμαρτίας, θέλει φέρει αυτό θηλυκόν άμωμον·
ἐὰν δὲ πρόβατον προσενέγκῃ τὸ δῶρον αὐτοῦ εἰς ἁμαρτίαν θῆλυ ἄμωμον προσοίσει αὐτό
33 και θέλει επιθέσει την χείρα αυτού επί την κεφαλήν της περί αμαρτίας προσφοράς, και θέλουσι σφάξει αυτό διά προσφοράν περί αμαρτίας, εν τω τόπω όπου σφάζουσι το ολοκαύτωμα.
καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ τῆς ἁμαρτίας καὶ σφάξουσιν αὐτὸ ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα
34 Και θέλει λάβει ο ιερεύς από του αίματος της περί αμαρτίας προσφοράς διά του δακτύλου αυτού και βάλει επί τα κέρατα του θυσιαστηρίου του ολοκαυτώματος και άπαν το αίμα αυτού θέλει χύσει εις την βάσιν του θυσιαστηρίου·
καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς ἁμαρτίας τῷ δακτύλῳ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως καὶ πᾶν αὐτοῦ τὸ αἷμα ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως
35 και θέλει αφαιρέσει παν το στέαρ αυτού, καθώς αφαιρείται το στέαρ του προβάτου από της θυσίας της ειρηνικής προσφοράς· και θέλει καύσει αυτά ο ιερεύς επί του θυσιαστηρίου κατά τας προσφοράς τας γινομένας διά πυρός εις τον Κύριον· και θέλει κάμει ο ιερεύς εξιλέωσιν περί της αμαρτίας αυτού την οποίαν ημάρτησε, και θέλει συγχωρηθή εις αυτόν.
καὶ πᾶν αὐτοῦ τὸ στέαρ περιελεῖ ὃν τρόπον περιαιρεῖται στέαρ προβάτου ἐκ τῆς θυσίας τοῦ σωτηρίου καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτῷ

< Λευϊτικόν 4 >