< Λευϊτικόν 27 >

1 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Λάλησον προς τους υιούς Ισραήλ και ειπέ προς αυτούς, Όταν τις κάμη επίσημον ευχήν, συ θέλεις κάμνει την εκτίμησιν των ψυχών προς τον Κύριον.
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς αὐτοῖς ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ
3 Και η εκτίμησίς σου θέλει είσθαι του μεν αρσενικού, από είκοσι ετών μέχρις εξήκοντα ετών, η εκτίμησίς σου βεβαίως θέλει είσθαι πεντήκοντα σίκλοι αργυρίου, κατά τον σίκλον του αγιαστηρίου·
ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ
4 εάν δε ήναι θηλυκόν, η εκτίμησίς σου θέλει είσθαι τριάκοντα σίκλοι.
τῆς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα
5 Εάν δε ήναι από πέντε ετών μέχρις είκοσι, η εκτίμησίς σου θέλει είσθαι του μεν αρσενικού είκοσι σίκλοι, του δε θηλυκού δέκα σίκλοι.
ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα τῆς δὲ θηλείας δέκα δίδραχμα
6 Εάν δε ήναι από ενός μηνός μέχρι πέντε ετών, η εκτίμησίς σου θέλει είσθαι του μεν αρσενικού πέντε σίκλοι αργυρίου· του δε θηλυκού η εκτίμησίς σου τρεις σίκλοι αργυρίου.
ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα ἀργυρίου τῆς δὲ θηλείας τρία δίδραχμα
7 Εάν δε από εξήκοντα ετών και επάνω, εάν μεν ήναι αρσενικόν, η εκτίμησίς σου θέλει είσθαι δεκαπέντε σίκλοι εάν δε θηλυκόν, δέκα σίκλοι.
ἐὰν δὲ ἀπὸ ἑξηκονταετῶν καὶ ἐπάνω ἐὰν μὲν ἄρσεν ᾖ ἔσται ἡ τιμὴ πεντεκαίδεκα δίδραχμα ἀργυρίου ἐὰν δὲ θήλεια δέκα δίδραχμα
8 Και εάν ήναι πτωχότερος της εκτιμήσεώς σου, θέλει παρασταθή έμπροσθεν του ιερέως, και ο ιερεύς θέλει εκτιμήσει αυτόν· κατά την δύναμιν εκείνου όστις έκαμε την ευχήν, ο ιερεύς θέλει εκτιμήσει αυτόν.
ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ στήσεται ἐναντίον τοῦ ἱερέως καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου τιμήσεται αὐτὸν ὁ ἱερεύς
9 Και εάν η ευχή ήναι κτήνος, εκ των όσα προσφέρονται δώρον προς τον Κύριον, παν ό, τι δίδει τις εκ τούτων εις τον Κύριον θέλει είσθαι άγιον.
ἐὰν δὲ ἀπὸ τῶν κτηνῶν τῶν προσφερομένων ἀπ’ αὐτῶν δῶρον τῷ κυρίῳ ὃς ἂν δῷ ἀπὸ τούτων τῷ κυρίῳ ἔσται ἅγιον
10 Δεν θέλει αλλάξει αυτό, ουδέ θέλει αντικαταστήσει καλόν αντί κακού, ή κακόν αντί καλού· εάν δε ποτέ ανταλλάξη κτήνος αντί κτήνους, τότε και αυτό και το αντάλλαγμα αυτού θέλουσιν είσθαι άγια.
οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρῷ οὐδὲ πονηρὸν καλῷ ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃ αὐτὸ κτῆνος κτήνει ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια
11 Εάν δε ήναι τι κτήνος ακάθαρτον, εκ των όσα δεν προσφέρονται δώρον προς τον Κύριον, τότε θέλει παραστήσει το κτήνος έμπροσθεν του ιερέως·
ἐὰν δὲ πᾶν κτῆνος ἀκάθαρτον ἀφ’ ὧν οὐ προσφέρεται ἀπ’ αὐτῶν δῶρον τῷ κυρίῳ στήσει τὸ κτῆνος ἔναντι τοῦ ἱερέως
12 και θέλει εκτιμήσει αυτό ο ιερεύς, είτε καλόν είναι είτε κακόν· κατά την εκτίμησίν σου, ω ιερεύ, ούτω θέλει είσθαι.
καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀνὰ μέσον καλοῦ καὶ ἀνὰ μέσον πονηροῦ καὶ καθότι ἂν τιμήσεται ὁ ἱερεύς οὕτως στήσεται
13 Και εάν τις θελήση να εξαγοράση αυτό, τότε θέλει προσθέσει το πέμπτον αυτού εις την εκτίμησίν σου.
ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτό προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτοῦ
14 Και όταν τις αφιερώση την οικίαν αυτού αφιέρωμα εις τον Κύριον, τότε ο ιερεύς θέλει εκτιμήσει αυτήν, είτε καλή είναι είτε κακή· καθώς εκτιμήση αυτήν ο ιερεύς, ούτω θέλει είσθαι.
καὶ ἄνθρωπος ὃς ἂν ἁγιάσῃ τὴν οἰκίαν αὐτοῦ ἁγίαν τῷ κυρίῳ καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀνὰ μέσον καλῆς καὶ ἀνὰ μέσον πονηρᾶς ὡς ἂν τιμήσεται αὐτὴν ὁ ἱερεύς οὕτως σταθήσεται
15 Και εάν ο αφιερώσας αυτήν θελήση να εξαγοράση την οικίαν αυτού, θέλει προσθέσει το πέμπτον του αργυρίου της εκτιμήσεώς σου εις αυτήν και θέλει είσθαι αυτού.
ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρῶται τὴν οἰκίαν αὐτοῦ προσθήσει ἐπ’ αὐτὸ τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου τῆς τιμῆς καὶ ἔσται αὐτῷ
16 Και εάν τις αφιερώση εις τον Κύριον μέρος του αγρού της ιδιοκτησίας αυτού, η εκτίμησίς σου θέλει είσθαι κατά τον σπόρον αυτού· εν χομόρ σπόρου κριθής θέλει εκτιμηθή αντί πεντήκοντα σίκλων αργυρίου.
ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ ἄνθρωπος τῷ κυρίῳ καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτοῦ κόρου κριθῶν πεντήκοντα δίδραχμα ἀργυρίου
17 Εάν από του έτους της αφέσεως αφιερώση τον αγρόν αυτού, κατά την εκτίμησίν σου θέλει είσθαι.
ἐὰν δὲ ἀπὸ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ κατὰ τὴν τιμὴν αὐτοῦ στήσεται
18 Αλλ' εάν μετά την άφεσιν αφιερώση τον αγρόν αυτού, ο ιερεύς θέλει λογαριάσει εις αυτόν το αργύριον κατά τα επίλοιπα έτη μέχρι του έτους της αφέσεως, και θέλει αφαιρεθή από της εκτιμήσεώς σου.
ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ
19 Εάν δε ποτέ ο αφιερώσας τον αγρόν θελήση να εξαγοράση αυτόν, θέλει προσθέσει εις αυτόν το πέμπτον του αργυρίου της εκτιμήσεώς σου, και θέλει είσθαι αυτού.
ἐὰν δὲ λυτρῶται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτόν προσθήσει τὸ ἐπίπεμπτον τοῦ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτοῦ καὶ ἔσται αὐτῷ
20 Και εάν δεν εξαγοράση τον αγρόν ή εάν επώλησε τον αγρόν εις άλλον τινά, δεν θέλει εξαγοράζεσθαι πλέον.
ἐὰν δὲ μὴ λυτρῶται τὸν ἀγρὸν καὶ ἀποδῶται τὸν ἀγρὸν ἀνθρώπῳ ἑτέρῳ οὐκέτι μὴ λυτρώσηται αὐτόν
21 Αλλ' όταν ο αγρός παρέλθη την άφεσιν, θέλει είσθαι άγιος εις τον Κύριον, ως αγρός καθιερωμένος· η κυριότης αυτού θέλει είσθαι του ιερέως.
ἀλλ’ ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τῆς ἀφέσεως ἅγιος τῷ κυρίῳ ὥσπερ ἡ γῆ ἡ ἀφωρισμένη τῷ ἱερεῖ ἔσται κατάσχεσις
22 Εάν δε αφιερώση τις εις τον Κύριον αγρόν τον οποίον ηγόρασεν, όστις δεν είναι εκ των αγρών της ιδιοκτησίας αυτού·
ἐὰν δὲ ἀπὸ τοῦ ἀγροῦ οὗ κέκτηται ὃς οὐκ ἔστιν ἀπὸ τοῦ ἀγροῦ τῆς κατασχέσεως αὐτοῦ ἁγιάσῃ τῷ κυρίῳ
23 ο ιερεύς θέλει λογαριάσει εις αυτόν την αξίαν της εκτιμήσεώς σου μέχρι του έτους της αφέσεως· και θέλει δώσει την εκτίμησίν σου την ημέραν εκείνην· είναι άγιον εις τον Κύριον.
λογιεῖται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως καὶ ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἅγιον τῷ κυρίῳ
24 Εις το έτος της αφέσεως ο αγρός θέλει αποδοθή εις εκείνον, από του οποίου ηγοράσθη, εις τον έχοντα την κυριότητα της γης.
καὶ ἐν τῷ ἐνιαυτῷ τῆς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τῷ ἀνθρώπῳ παρ’ οὗ κέκτηται αὐτόν οὗ ἦν ἡ κατάσχεσις τῆς γῆς
25 Και πάσαι αι εκτιμήσεις σου θέλουσιν είσθαι κατά τον σίκλον του αγιαστηρίου· είκοσι γερά θέλει είσθαι ο σίκλος.
καὶ πᾶσα τιμὴ ἔσται σταθμίοις ἁγίοις εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον
26 Πλην το πρωτότοκον μεταξύ των κτηνών, το οποίον ανήκει ως πρωτότοκον εις τον Κύριον, ουδείς θέλει αφιερώσει αυτό· είτε μόσχος είτε αρνίον, του Κυρίου είναι.
καὶ πᾶν πρωτότοκον ὃ ἂν γένηται ἐν τοῖς κτήνεσίν σου ἔσται τῷ κυρίῳ καὶ οὐ καθαγιάσει οὐθεὶς αὐτό ἐάν τε μόσχον ἐάν τε πρόβατον τῷ κυρίῳ ἐστίν
27 Και εάν ήναι από ακαθάρτων κτηνών, θέλει εξαγοράσει αυτό κατά την εκτίμησίν σου και θέλει προσθέσει το πέμπτον αυτού επ' αυτό· ή εάν δεν εξαγοράζηται, θέλει πωληθή κατά την εκτίμησίν σου.
ἐὰν δὲ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἀλλάξει κατὰ τὴν τιμὴν αὐτοῦ καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό καὶ ἔσται αὐτῷ ἐὰν δὲ μὴ λυτρῶται πραθήσεται κατὰ τὸ τίμημα αὐτοῦ
28 Ουδέν όμως καθιέρωμα, το οποίον καθιερώση τις εις τον Κύριον εκ των όσα έχει, από ανθρώπου έως κτήνους και έως αγρού της ιδιοκτησίας αυτού, θέλει πωληθή ουδέ θέλει εξαγορασθή· παν καθιέρωμα είναι αγιώτατον εις τον Κύριον.
πᾶν δὲ ἀνάθεμα ὃ ἐὰν ἀναθῇ ἄνθρωπος τῷ κυρίῳ ἀπὸ πάντων ὅσα αὐτῷ ἐστιν ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται πᾶν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τῷ κυρίῳ
29 Ουδέν καθιέρωμα καθιερωθέν παρά ανθρώπου θέλει εξαγορασθή· εξάπαντος θέλει θανατωθή.
καὶ πᾶν ὃ ἐὰν ἀνατεθῇ ἀπὸ τῶν ἀνθρώπων οὐ λυτρωθήσεται ἀλλὰ θανάτῳ θανατωθήσεται
30 Και παν δέκατον της γης, είτε εκ του σπόρου της γης είτε εκ του καρπού των δένδρων, του Κυρίου είναι· είναι άγιον εις τον Κύριον.
πᾶσα δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ τοῦ καρποῦ τοῦ ξυλίνου τῷ κυρίῳ ἐστίν ἅγιον τῷ κυρίῳ
31 Και εάν ποτέ θελήση τις να εξαγοράση το δέκατον αυτού, θέλει προσθέσει εις αυτό το πέμπτον αυτού.
ἐὰν δὲ λυτρῶται λύτρῳ ἄνθρωπος τὴν δεκάτην αὐτοῦ τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτό καὶ ἔσται αὐτῷ
32 Και παν δέκατον βοών και προβάτων, παντός ζώου διαβαίνοντος υποκάτωθεν της ράβδου, το δέκατον θέλει είσθαι άγιον εις τον Κύριον.
καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων καὶ πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ
33 Δεν θέλει διακρίνει είτε καλόν είναι είτε κακόν ουδέ θέλει αλλάξει αυτό· και εάν ποτέ αλλάξη αυτό, και αυτό και το αντάλλαγμα αυτού θέλουσιν είσθαι άγια· δεν θέλει εξαγορασθή.
οὐκ ἀλλάξεις καλὸν πονηρῷ ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον οὐ λυτρωθήσεται
34 Αύται είναι αι εντολαί, τας οποίας προσέταξε Κύριος εις τον Μωϋσήν διά τους υιούς Ισραήλ εν τω όρει Σινά.
αὗταί εἰσιν αἱ ἐντολαί ἃς ἐνετείλατο κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ὄρει Σινα

< Λευϊτικόν 27 >