< Λευϊτικόν 2 >
1 Εάν δε προσφέρη τις δώρον προσφοράν εξ αλφίτων προς τον Κύριον, σεμίδαλις θέλει είσθαι το δώρον αυτού· και θέλει επιχύσει επ' αυτό έλαιον και επιθέσει επ' αυτό λιβάνιον.
ἐὰν δὲ ψυχὴ προσφέρῃ δῶρον θυσίαν τῷ κυρίῳ σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ καὶ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον θυσία ἐστίν
2 Και θέλει φέρει αυτό προς τους υιούς του Ααρών, τους ιερείς· και ο ιερεύς θέλει δράξει από της σεμιδάλεως αυτού και από του ελαίου αυτού όσον χωρεί η χειρ αυτού και άπαν το λιβάνιον αυτού· και θέλει καύσει ο ιερεύς το μνημόσυνον αυτού επί του θυσιαστηρίου· είναι θυσία γινομένη διά πυρός εις οσμήν ευωδίας προς τον Κύριον.
καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερεῖς καὶ δραξάμενος ἀπ’ αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ θυσιαστήριον θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ
3 Το δε υπόλοιπον της εξ αλφίτων προσφοράς θέλει είσθαι του Ααρών και των υιών αυτού· είναι αγιώτατον εκ των θυσιών των γινομένων διά πυρός προς τον Κύριον.
καὶ τὸ λοιπὸν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγιον τῶν ἁγίων ἀπὸ τῶν θυσιῶν κυρίου
4 Και όταν προσφέρης δώρον προσφοράν εξ αλφίτων εψημένην εν κλιβάνω, θέλει είσθαι άρτοι άζυμοι από σεμιδάλεως εζυμωμένης μετά ελαίου και λάγανα άζυμα κεχρισμένα με έλαιον.
ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ δῶρον κυρίῳ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ
5 Εάν δε το δώρον σου ήναι προσφορά εξ αλφίτων εψημένη εις κάψαν, άζυμον θέλει είσθαι εκ σεμιδάλεως εζυμωμένης μετά ελαίου.
ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ ἄζυμα ἔσται
6 Θέλεις διαμερίσει αυτήν εις τμήματα και θέλεις επιχύσει επ' αυτής έλαιον· είναι προσφορά εξ αλφίτων.
καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ’ αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίῳ
7 Και εάν το δώρον σου ήναι προσφορά εξ αλφίτων εψημένη εν τηγανίω, θέλει γείνει από σεμιδάλεως μετά ελαίου.
ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται
8 Και θέλεις φέρει προς τον Κύριον την εξ αλφίτων προσφοράν, την οποίαν έκαμες εκ τούτων· και όταν φερθή προς τον ιερέα, αυτός θέλει πλησιάσει αυτήν εις το θυσιαστήριον.
καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιῇ ἐκ τούτων τῷ κυρίῳ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον
9 Και θέλει χωρίσει ο ιερεύς από της εξ αλφίτων προσφοράς το μνημόσυνον αυτής και καύσει αυτό επί του θυσιαστηρίου· είναι θυσία γινομένη διά πυρός εις οσμήν ευωδίας προς τον Κύριον.
ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳ
10 Το δε υπόλοιπον της εξ αλφίτων προσφοράς θέλει είσθαι του Ααρών και των υιών αυτού· είναι αγιώτατον εκ τών διά πυρός γινομένων θυσιών εις τον Κύριον.
τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίου
11 Ουδεμία προσφορά εξ αλφίτων, την οποίαν προσφέρετε προς τον Κύριον, θέλει είσθαι ένζυμος· διότι ουδέν προζύμιον ουδέ μέλι θέλετε καύσει εις ουδεμίαν θυσίαν γινομένην διά πυρός προς τον Κύριον.
πᾶσαν θυσίαν ἣν ἂν προσφέρητε κυρίῳ οὐ ποιήσετε ζυμωτόν πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ’ αὐτοῦ καρπῶσαι κυρίῳ
12 Περί δε του δώρου των απαρχών, θέλετε προσφέρει αυτάς προς τον Κύριον· δεν θέλουσιν όμως καυθή επί του θυσιαστηρίου εις οσμήν ευωδίας.
δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ κυρίῳ ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳ
13 Και παν δώρον της εξ αλφίτων προσφοράς σου θέλεις αλατίζει με άλας· και δεν θέλεις αφήσει να λείψη από της εξ αλφίτων προσφοράς σου το άλας της διαθήκης του Θεού σου· επί παντός δώρου σου θέλεις προσφέρει άλας.
καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἅλας
14 Και εάν προσφέρης προσφοράν εξ αλφίτων από των πρωτογεννημάτων σου προς τον Κύριον, θέλεις προσφέρει διά την εξ αλφίτων προσφοράν των πρωτογεννημάτων σου αστάχυα χλωρά εψημένα εν πυρί, σίτον πεφρυγανισμένον εξ ασταχύων μεστών.
ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογενημάτων τῷ κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ κυρίῳ καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογενημάτων
15 Και θέλεις χύσει επ' αυτήν έλαιον και θέλεις θέσει επ' αυτήν λιβάνιον· είναι προσφορά εξ αλφίτων.
καὶ ἐπιχεεῖς ἐπ’ αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ’ αὐτὴν λίβανον θυσία ἐστίν
16 Και ο ιερεύς θέλει καύσει το μνημόσυνον αυτής εκ του πεφρυγανισμένον σίτου αυτής και εκ του ελαίου αυτής, μεθ' όλου λιβανίου αυτής· είναι θυσία γινομένη διά πυρός εις τον Κύριον.
καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς κάρπωμά ἐστιν κυρίῳ