< Λευϊτικόν 19 >

1 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Λάλησον προς πάσαν την συναγωγήν των υιών Ισραήλ και ειπέ προς αυτούς, Άγιοι θέλετε είσθαι· διότι άγιος είμαι εγώ Κύριος ο Θεός σας.
λάλησον τῇ συναγωγῇ τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν
3 Θέλετε φοβείσθαι έκαστος την μητέρα αυτού και τον πατέρα αυτού· και τα σάββατά μου θέλετε φυλάττει. Εγώ είμαι Κύριος ο Θεός σας.
ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω καὶ τὰ σάββατά μου φυλάξεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμῶν
4 Μη στραφήτε εις είδωλα μηδέ κάμητε εις εαυτούς θεούς χωνευτούς. Εγώ είμαι Κύριος ο Θεός σας.
οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμῖν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν
5 Και όταν προσφέρητε θυσίαν ειρηνικής προσφοράς προς τον Κύριον, αυτοπροαιρέτως θέλετε προσφέρει αυτήν.
καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τῷ κυρίῳ δεκτὴν ὑμῶν θύσετε
6 Θέλει τρώγεσθαι την ημέραν καθ' ην προσφέρετε αυτήν, και την επαύριον· εάν δε μείνη τι έως της τρίτης ημέρας, με πυρ θέλει κατακαυθή.
ᾗ ἂν ἡμέρᾳ θύσητε βρωθήσεται καὶ τῇ αὔριον καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται
7 Εάν δε ποτέ φαγωθή την ημέραν την τρίτην, είναι βδελυκτόν· δεν θέλει είσθαι ευπρόσδεκτος.
ἐὰν δὲ βρώσει βρωθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄθυτόν ἐστιν οὐ δεχθήσεται
8 Διά τούτο όστις φάγη αυτήν, θέλει βαστάσει την ανομίαν αυτού, διότι εβεβήλωσε τα άγια του Κυρίου· και η ψυχή αύτη θέλει εξολοθρευθή εκ του λαού αυτής.
ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ τοῦ λαοῦ αὐτῶν
9 Και όταν θερίζητε τον θερισμόν της γης σας, δεν θέλεις θερίσει ολοκλήρως τας άκρας του αγρού σου και τα αποπίπτοντα του θερισμού σου δεν θέλεις συλλέξει.
καὶ ἐκθεριζόντων ὑμῶν τὸν θερισμὸν τῆς γῆς ὑμῶν οὐ συντελέσετε τὸν θερισμὸν ὑμῶν τοῦ ἀγροῦ ἐκθερίσαι καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις
10 Και τον αμπελώνά σου δεν θέλεις επανατρυγήσει ούτε τας ρώγας του αμπελώνός σου θέλεις συλλέξει· εις τον πτωχόν και εις τον ξένον θέλεις αφήσει αυτάς. Εγώ είμαι Κύριος ο Θεός σας.
καὶ τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥῶγας τοῦ ἀμπελῶνός σου συλλέξεις τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καταλείψεις αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
11 Δεν θέλετε κλέπτει ουδέ θέλετε ψεύδεσθαι ουδέ θέλετε απατήσει έκαστος τον πλησίον αυτού.
οὐ κλέψετε οὐ ψεύσεσθε οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον
12 Και δεν θέλετε ομνύει εις το όνομά μου ψευδώς και δεν θέλεις βεβηλόνει το όνομα του Θεού σου. Εγώ είμαι ο Κύριος.
καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ θεοῦ ὑμῶν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
13 Δεν θέλεις αδικήσει τον πλησίον σου ουδέ θέλεις αρπάσει· δεν θέλει διανυκτερεύσει ο μισθός του μισθωτού μετά σου έως πρωΐ.
οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωί
14 Δεν θέλεις κακολογήσει τον κωφόν, και έμπροσθεν του τυφλού δεν θέλεις βάλει πρόσκομμα, αλλά θέλεις φοβηθή τον Θεόν σου. Εγώ είμαι ο Κύριος.
οὐ κακῶς ἐρεῖς κωφὸν καὶ ἀπέναντι τυφλοῦ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
15 Δεν θέλετε κάμει αδικίαν εις κρίσιν· δεν θέλεις αποβλέψει εις πρόσωπον πτωχού ουδέ θέλεις σεβασθή πρόσωπον δυνάστου· εν δικαιοσύνη θέλεις κρίνει τον πλησίον σου.
οὐ ποιήσετε ἄδικον ἐν κρίσει οὐ λήμψῃ πρόσωπον πτωχοῦ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου
16 Δεν θέλεις περιφέρεσθαι συκοφαντών μεταξύ του λαού σου· ουδέ θέλεις σηκωθή κατά του αίματος του πλησίον σου. Εγώ είμαι ο Κύριος.
οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου οὐκ ἐπισυστήσῃ ἐφ’ αἷμα τοῦ πλησίον σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
17 Δεν θέλεις μισήσει τον αδελφόν σου εν τη καρδία σου· θέλεις ελέγξει παρρησία τον πλησίον σου και δεν θέλεις υποφέρει αμαρτίαν επ' αυτόν.
οὐ μισήσεις τὸν ἀδελφόν σου τῇ διανοίᾳ σου ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψῃ δῑ αὐτὸν ἁμαρτίαν
18 Δεν θέλεις εκδικείσθαι ουδέ θέλεις μνησικακεί κατά των υιών του λαού σου· αλλά θέλεις αγαπά τον πλησίον σου ως σεαυτόν. Εγώ είμαι ο Κύριος.
καὶ οὐκ ἐκδικᾶταί σου ἡ χείρ καὶ οὐ μηνιεῖς τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν ἐγώ εἰμι κύριος
19 Τα νόμιμά μου θέλετε φυλάττει· δεν θέλεις κάμει τα κτήνη σου να βατεύωνται με ετεροειδή· εις τον αγρόν σου δεν θέλεις σπείρει ετεροειδή σπέρματα· ουδέ θέλεις βάλει επάνω σου ένδυμα σύμμικτον εξ ετεροειδούς κλωστής.
τὸν νόμον μου φυλάξεσθε τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγῳ καὶ τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορον καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ
20 Και εάν τις συνουσιασθή μετά γυναικός, ήτις είναι δούλη ηρραβωνισμένη μετά ανδρός και δεν είναι εξηγορασμένη, ουδέ εδόθη εις αυτήν η ελευθερία, θέλουσι μαστιγωθή· δεν θέλουσι φονευθή, διότι αυτή δεν ήτο ελευθέρα.
καὶ ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπῳ καὶ αὐτὴ λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτῇ ἐπισκοπὴ ἔσται αὐτοῖς οὐκ ἀποθανοῦνται ὅτι οὐκ ἀπηλευθερώθη
21 Και αυτός θέλει φέρει την περί ανομίας προσφοράν αυτού προς τον Κύριον εις την θύραν της σκηνής του μαρτυρίου, κριόν διά προσφοράν περί ανομίας.
καὶ προσάξει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου κριὸν πλημμελείας
22 Και θέλει κάμει ο ιερεύς εξιλέωσιν περί αυτού διά του κριού της περί ανομίας προσφοράς ενώπιον του Κυρίου, διά την αμαρτίαν αυτού την οποίαν ημάρτησε· και θέλει συγχωρηθή εις αυτόν η αμαρτία αυτού την οποίαν ημάρτησε.
καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἐν τῷ κριῷ τῆς πλημμελείας ἔναντι κυρίου περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν
23 Και όταν εισέλθητε εις την γην και φυτεύσητε παν δένδρον τρόφιμον, τότε θέλετε περικαθαρίζει τον καρπόν αυτού ως ακάθαρτον· τρία έτη θέλει είσθαι εις εσάς ακάθαρτος· δεν θέλει τρώγεσθαι.
ὅταν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν καὶ καταφυτεύσετε πᾶν ξύλον βρώσιμον καὶ περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ὑμῖν ἀπερικάθαρτος οὐ βρωθήσεται
24 Και εις το τέταρτον έτος θέλει είσθαι όλος ο καρπός αυτού άγιος εις δόξαν του Κυρίου.
καὶ τῷ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος αἰνετὸς τῷ κυρίῳ
25 Εις δε το πέμπτον έτος θέλετε τρώγει τον καρπόν αυτού, διά να πληθυνθή εις εσάς το εισόδημα αυτού. Εγώ είμαι Κύριος ο Θεός σας.
ἐν δὲ τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν πρόσθεμα ὑμῖν τὰ γενήματα αὐτοῦ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
26 Δεν θέλετε τρώγει ουδέν μετά του αίματος αυτού· ουδέ θέλετε μεταχειρίζεσθαι μαντείας ουδέ θέλετε προμαντεύει καιρούς.
μὴ ἔσθετε ἐπὶ τῶν ὀρέων καὶ οὐκ οἰωνιεῖσθε οὐδὲ ὀρνιθοσκοπήσεσθε
27 Δεν θέλετε κουρεύσει κυκλοειδώς την κόμην της κεφαλής σας ουδέ θέλετε φθείρει τα άκρα των πωγώνων σας.
οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν οὐδὲ φθερεῖτε τὴν ὄψιν τοῦ πώγωνος ὑμῶν
28 Δεν θέλετε κάμει εντομίδας εις το σώμα σας διά νεκρόν, ουδέ γράμματα στικτά θέλετε εγχαράξει επάνω σας. Εγώ είμαι ο Κύριος.
καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε ἐν τῷ σώματι ὑμῶν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
29 Δεν θέλεις βεβηλώσει την θυγατέρα σου, καθιστών αυτήν πόρνην· μήπως ο τόπος πέση εις πορνείαν και γεμίση ο τόπος από ασεβείας.
οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνεῦσαι αὐτήν καὶ οὐκ ἐκπορνεύσει ἡ γῆ καὶ ἡ γῆ πλησθήσεται ἀνομίας
30 Τα σάββατά μου θέλετε φυλάττει, και το αγιαστήριόν μου θέλετε σέβεσθαι. Εγώ είμαι ο Κύριος.
τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος
31 Δεν θέλετε ακολουθεί τους έχοντας πνεύμα μαντείας ουδέ θέλετε προσκολληθή εις επαοιδούς, ώστε να μιαίνησθε δι' αυτών. Εγώ είμαι Κύριος ο Θεός σας.
οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
32 Ενώπιον της πολιάς θέλεις προσηκόνεσθαι και θέλεις τιμήσει το πρόσωπον του γέροντος και θέλεις φοβηθή τον Θεόν σου. Εγώ είμαι ο Κύριος.
ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήσῃ τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
33 Και εάν τις ξένος παροική μετά σου εν τη γη υμών, δεν θέλετε θλίψει αυτόν·
ἐὰν δέ τις προσέλθῃ προσήλυτος ὑμῖν ἐν τῇ γῇ ὑμῶν οὐ θλίψετε αὐτόν
34 ο ξένος, ο παροικών με σας, θέλει είσθαι εις εσάς ως ο αυτόχθων, και θέλεις αγαπά αυτόν ως σεαυτόν· διότι ξένοι εστάθητε εν γη Αιγύπτου. Εγώ είμαι Κύριος ο Θεός σας.
ὡς ὁ αὐτόχθων ἐν ὑμῖν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμᾶς καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν ὅτι προσήλυτοι ἐγενήθητε ἐν γῇ Αἰγύπτῳ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν
35 Δεν θέλετε πράξει αδικίαν εις κρίσιν, εις μέτρα, εις σταθμά και εις ζύγια·
οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοῖς
36 ζύγια δίκαια σταθμά δίκαια, εφά δίκαιον, και ιν δίκαιον, θέλετε έχει. Εγώ είμαι Κύριος ο Θεός σας, όστις σας εξήγαγον εκ γης Αιγύπτου.
ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου
37 Θέλετε φυλάττει λοιπόν πάντα τα διατάγματά μου και πάσας τας κρίσεις μου και θέλετε κάμνει αυτά. Εγώ είμαι ο Κύριος.
καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν

< Λευϊτικόν 19 >