< Λευϊτικόν 1 >

1 Και εκάλεσε Κύριος τον Μωϋσήν και ελάλησε προς αυτόν εκ της σκηνής του μαρτυρίου, λέγων,
καὶ ἀνεκάλεσεν Μωυσῆν καὶ ἐλάλησεν κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων
2 Λάλησον προς τους υιούς Ισραήλ και ειπέ προς αυτούς, Εάν τις από σας προσφέρη δώρον προς τον Κύριον, θέλετε προσφέρει το δώρον σας από των κτηνών, από των βοών ή από των προβάτων.
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ κυρίῳ ἀπὸ τῶν κτηνῶν ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων προσοίσετε τὰ δῶρα ὑμῶν
3 Εάν το δώρον αυτού ήναι ολοκαύτωμα από των βοών, αρσενικόν άμωμον ας προσφέρη αυτό· παρά την θύραν της σκηνής του μαρτυρίου θέλει προσφέρει αυτό, διά να ήναι δεκτόν ενώπιον του Κυρίου.
ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον κυρίου
4 Και θέλει επιθέσει την χείρα αυτού επί την κεφαλήν του ολοκαυτώματος και θέλει είσθαι δεκτόν υπέρ αυτού, διά να γείνη εξιλέωσις περί αυτού.
καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ ἐξιλάσασθαι περὶ αὐτοῦ
5 Και θέλουσι σφάξει τον μόσχον ενώπιον Κυρίου· και οι υιοί του Ααρών, οι ιερείς, θέλουσι φέρει το αίμα και θέλουσι ραντίσει το αίμα κύκλω επί το θυσιαστήριον το παρά την θύραν της σκηνής του μαρτυρίου.
καὶ σφάξουσι τὸν μόσχον ἔναντι κυρίου καὶ προσοίσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα καὶ προσχεοῦσιν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου
6 Και θέλουσιν εκδάρει το ολοκαύτωμα και θέλουσι διαμελίσει αυτό κατά τα μέλη αυτού.
καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη
7 Και οι υιοί του Ααρών του ιερέως θέλουσι βάλει πυρ επί το θυσιαστήριον και θέλουσι στοιβάσει ξύλα επί το πυρ.
καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστοιβάσουσιν ξύλα ἐπὶ τὸ πῦρ
8 Και οι υιοί του Ααρών, οι ιερείς, θέλουσιν επιστοιβάσει τα μέλη, την κεφαλήν και το στέαρ, επί τα ξύλα τα επί του πυρός, του επί του θυσιαστηρίου·
καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου
9 τα δε εντόσθια αυτού και τους πόδας αυτού θέλουσι πλύνει με ύδωρ· και θέλει καύσει ο ιερεύς τα πάντα επί του θυσιαστηρίου· ολοκαύτωμα είναι, θυσία γινομένη διά πυρός εις οσμήν ευωδίας προς τον Κύριον.
τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι καὶ ἐπιθήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ
10 Εάν δε το δώρον αυτού διά το ολοκαύτωμα ήναι εκ των ποιμνίων, εκ των προβάτων ή εκ των αιγών, αρσενικόν άμωμον θέλει προσφέρει αυτό.
ἐὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα ἄρσεν ἄμωμον προσάξει αὐτὸ καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
11 Και θέλουσι σφάξει αυτό εις τα πλάγια του θυσιαστηρίου προς βορράν ενώπιον Κυρίου· και θέλουσι ραντίσει οι υιοί του Ααρών, οι ιερείς, το αίμα αυτού επί το θυσιαστήριον κύκλω·
καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου πρὸς βορρᾶν ἔναντι κυρίου καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
12 και θέλουσι διαμελίσει αυτό κατά τα μέλη αυτού και την κεφαλήν αυτού και το στέαρ αυτού· και θέλει επιστοιβάσει αυτά ο ιερεύς επί τα ξύλα τα επί του πυρός του επί του θυσιαστηρίου·
καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱερεῖς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ θυσιαστηρίου
13 τα δε εντόσθια και τους πόδας θέλουσι πλύνει με ύδωρ· και θέλει φέρει τα πάντα ο ιερεύς και καύσει αυτά επί του θυσιαστηρίου· ολοκαύτωμα είναι, θυσία γινομένη διά πυρός εις οσμήν ευωδίας προς τον Κύριον.
καὶ τὰ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ
14 Και εάν το δώρον αυτού προς τον Κύριον ήναι ολοκαύτωμα από πτηνών, τότε θέλει προσφέρει το δώρον αυτού από τρυγόνων ή από νεοσσών περιστερών.
ἐὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσφέρῃς δῶρον τῷ κυρίῳ καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ
15 Και θέλει προσαγάγει αυτό ο ιερεύς προς το θυσιαστήριον και θέλει αποκόψει διά των ονύχων την κεφαλήν αυτού και καύσει αυτό επί του θυσιαστηρίου· και το αίμα αυτού θέλει στραγγίσει προς το πλάγιον του θυσιαστηρίου·
καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον καὶ ἀποκνίσει τὴν κεφαλήν καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου
16 και θέλει εκβάλει τον πρόλοβον αυτού μετά της κόπρου αυτού και ρίψει αυτά εις τα πλάγια του θυσιαστηρίου κατά ανατολάς, εις τον τόπον της στάκτης·
καὶ ἀφελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ
17 και θέλει διασχίσει αυτό εκ των πτερύγων αυτού, πλην δεν θέλει διαχωρίσει και θέλει καύσει αυτό ο ιερεύς επί του θυσιαστηρίου, επί των ξύλων των επί του πυρός· ολοκαύτωμα είναι, θυσία γινομένη διά πυρός εις οσμήν ευωδίας προς τον Κύριον.
καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ

< Λευϊτικόν 1 >