< Θρῆνοι 4 >

1 Πως ημαυρώθη το χρυσίον, ηλλοιώθη το χρυσίον το καθαρώτατον, οι λίθοι του αγιαστηρίου διεσπάρησαν εις τα άκρα πασών των οδών.
πῶς ἀμαυρωθήσεται χρυσίον ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν ἐξεχύθησαν λίθοι ἅγιοι ἐπ’ ἀρχῆς πασῶν ἐξόδων
2 Οι ένδοξοι υιοί της Σιών, οι εκτιμώμενοι ως το καθαρόν χρυσίον, πως ελογίσθησαν ως αγγεία πήλινα, έργον χειρός κεραμέως.
υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν κεραμέως
3 Έτι και τα κήτη προσφέρουσι μαστούς και θηλάζουσι τα τέκνα αυτών· η δε θυγάτηρ του λαού μου εσκληρύνθη ως αι στρουθοκάμηλοι εν ερήμω.
καί γε δράκοντες ἐξέδυσαν μαστούς ἐθήλασαν σκύμνοι αὐτῶν θυγατέρες λαοῦ μου εἰς ἀνίατον ὡς στρουθίον ἐν ἐρήμῳ
4 Η γλώσσα του θηλάζοντος εκολλήθη εις τον ουρανίσκον αυτού υπό της δίψης· τα παιδία εζήτησαν άρτον και δεν υπάρχει ο κόπτων εις αυτά.
ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει νήπια ᾔτησαν ἄρτον ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς
5 Οι τρώγοντες φαγητά τρυφερά κοίτονται εν ταις οδοίς ηφανισμένοι· οι ανατεθραμμένοι εν πορφύρα ενηγκαλίσθησαν την κοπρίαν.
οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις οἱ τιθηνούμενοι ἐπὶ κόκκων περιεβάλοντο κοπρίας
6 Και η ποινή της ανομίας της θυγατρός του λαού μου έγεινε μεγαλητέρα παρά την ποινήν της αμαρτίας των Σοδόμων, τα οποία κατεστράφησαν ως εν ριπή, και δεν ενήργησαν επ' αυτών χείρες.
καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδομων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας
7 Οι Ναζηραίοι αυτής ήσαν καθαρώτεροι χιόνος, λευκότεροι γάλακτος, ερυθρότεροι την όψιν υπέρ τους πολυτίμους λίθους, στιλπνοί ως ο σάπφειρος·
ἐκαθαριώθησαν ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα ἔλαμψαν ὑπὲρ γάλα ἐπυρρώθησαν ὑπὲρ λίθους σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν
8 Η όψις αυτών κατημαυρώθη υπέρ την ασβόλην· δεν εγνωρίζοντο εν ταις οδοίς· το δέρμα αυτών εκολλήθη επί των οστέων αυτών· εξηράνθη, έγεινεν ως ξύλον.
ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν ἐξηράνθησαν ἐγενήθησαν ὥσπερ ξύλον
9 Ευτυχέστεροι εστάθησαν οι θανατωθέντες υπό της ρομφαίας, παρά οι θανατωθέντες υπό της πείνης· διότι ούτοι κατατήκονται, τετραυματισμένοι δι' έλλειψιν γεννημάτων του αγρού.
καλοὶ ἦσαν οἱ τραυματίαι ῥομφαίας ἢ οἱ τραυματίαι λιμοῦ ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν
10 Αι χείρες των ευσπλάγχνων γυναικών έψησαν τα τέκνα αυτών· έγειναν εις αυτάς τροφή εν τω συντριμμώ της θυγατρός του λαού μου.
χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτῶν ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς λαοῦ μου
11 Ο Κύριος συνετέλεσε τον θυμόν αυτού, εξέχεε την φλόγα της οργής αυτού, και εξήψε πυρ εν Σιών, το οποίον κατέφαγε τα θεμέλια αυτής.
συνετέλεσεν κύριος θυμὸν αὐτοῦ ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ καὶ ἀνῆψεν πῦρ ἐν Σιων καὶ κατέφαγεν τὰ θεμέλια αὐτῆς
12 Δεν επίστευον οι βασιλείς της γης και πάντες οι κατοικούντες την οικουμένην, ότι ήθελεν εισέλθει εχθρός και πολέμιος εις τας πύλας της Ιερουσαλήμ.
οὐκ ἐπίστευσαν βασιλεῖς γῆς πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ιερουσαλημ
13 Τούτο έγεινε διά τας αμαρτίας των προφητών αυτής και τας ανομίας των ιερέων αυτής, οίτινες έχυνον το αίμα των δικαίων εν μέσω αυτής.
ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς ἀδικιῶν ἱερέων αὐτῆς τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς
14 Περιεπλανήθησαν ως τυφλοί εν ταις οδοίς, εμολύνθησαν εν τω αίματι, ώστε οι άνθρωποι δεν ηδύναντο να εγγίσωσι τα ενδύματα αυτών.
ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτῶν
15 Απόστητε, ακάθαρτοι, έκραζον προς αυτούς· απόστητε, απόστητε, μη εγγίσητε· ενώ έφευγον και περιεπλανώντο, ελέγετο μεταξύ των εθνών, Δεν θέλουσι παροικεί πλέον μεθ' ημών.
ἀπόστητε ἀκαθάρτων καλέσατε αὐτούς ἀπόστητε ἀπόστητε μὴ ἅπτεσθε ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν εἴπατε ἐν τοῖς ἔθνεσιν οὐ μὴ προσθῶσιν τοῦ παροικεῖν
16 Το πρόσωπον του Κυρίου διεμέρισεν αυτούς, δεν θέλει πλέον επιβλέπει επ' αυτούς· πρόσωπον ιερέων δεν εσεβάσθησαν, γέροντας δεν ηλέησαν.
πρόσωπον κυρίου μερὶς αὐτῶν οὐ προσθήσει ἐπιβλέψαι αὐτοῖς πρόσωπον ἱερέων οὐκ ἔλαβον πρεσβύτας οὐκ ἠλέησαν
17 Ενώ έτι υπήρχομεν, οι οφθαλμοί ημών απέκαμον, προσμένοντες την ματαίαν βοήθειαν ημών· απεβλέψαμεν κεχηνότες προς έθνος μη δυνάμενον να σώζη.
ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῷζον
18 Παραμονεύουσι τα ίχνη ημών, διά να μη περιπατώμεν εν ταις πλατείαις ημών· επλησίασε το τέλος ημών, αι ημέραι ημών επληρώθησαν, διότι ήλθε το τέλος ημών.
ἐθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν ἤγγικεν ὁ καιρὸς ἡμῶν ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν πάρεστιν ὁ καιρὸς ἡμῶν
19 Οι καταδιώκοντες ημάς έγειναν ελαφρότεροι των αετών του ουρανού· εκυνήγησαν ημάς επί τα όρη, ενήδρευσαν ημάς εν τη ερήμω.
κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ ἐπὶ τῶν ὀρέων ἐξήφθησαν ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς
20 Η πνοή των μυκτήρων ημών, ο χριστός του Κυρίου, επιάσθη εν ταις παγίσιν αυτών, υπό την σκιάν του οποίου, ελέγομεν, θέλομεν ζη μεταξύ των εθνών.
πνεῦμα προσώπου ἡμῶν χριστὸς κυρίου συνελήμφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν οὗ εἴπαμεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν
21 Χαίρε και ευφραίνου, θυγάτηρ Εδώμ, η κατοικούσα εν γη Ούζ· έτι και προς σε θέλει περάσει το ποτήριον· θέλεις μεθυσθή και θέλεις γυμνωθή.
χαῖρε καὶ εὐφραίνου θύγατερ Ιδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου καὶ μεθυσθήσῃ καὶ ἀποχεεῖς
22 Ετελείωσεν η ποινή της ανομίας σου, θυγάτηρ Σιών· δεν θέλει σε φέρει πλέον εις αιχμαλωσίαν· θέλει επισκεφθή την ανομίαν σου, θυγάτηρ Εδώμ· θέλει αποκαλύψει τα αμαρτήματά σου.
ἐξέλιπεν ἡ ἀνομία σου θύγατερ Σιων οὐ προσθήσει ἔτι ἀποικίσαι σε ἐπεσκέψατο ἀνομίας σου θύγατερ Εδωμ ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου

< Θρῆνοι 4 >