< Κριταί 4 >

1 Και έπραξαν οι υιοί Ισραήλ πάλιν πονηρά ενώπιον του Κυρίου, αφού ετελεύτησεν ο Αώδ.
καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ Αωδ ἀπέθανεν
2 Και επώλησεν αυτούς ο Κύριος εις την χείρα του Ιαβείν, βασιλέως Χαναάν, όστις εβασίλευεν εν Ασώρ· και αρχηγός των στρατευμάτων αυτού ήτο ο Σισάρα, όστις κατώκει εκ Αρωσέθ των εθνών.
καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα καὶ αὐτὸς κατῴκει ἐν Αρισωθ τῶν ἐθνῶν
3 Και εβόησαν προς τον Κύριον οι υιοί Ισραήλ· διότι είχεν εννεακοσίας αμάξας σιδηράς· και αυτός κατέθλιψε σφόδρα τους υιούς Ισραήλ είκοσι έτη.
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη
4 Και η Δεβόρρα, γυνή προφήτις, γυνή του Λαφιδώθ, αύτη έκρινε τον Ισραήλ κατά τον καιρόν εκείνον.
καὶ Δεββωρα γυνὴ προφῆτις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ
5 Και αυτή κατώκει υπό τον φοίνικα της Δεβόρρας, μεταξύ Ραμά και Βαιθήλ, εν τω όρει Εφραΐμ· και ανέβαινον προς αυτήν οι υιοί Ισραήλ διά να κρίνωνται.
καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον τῆς Ραμα καὶ ἀνὰ μέσον τῆς Βαιθηλ ἐν τῷ ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ εἰς κρίσιν
6 Και έστειλε και εκάλεσε τον Βαράκ τον υιόν του Αβινεέμ από Κέδες-νεφαλί, και είπε προς αυτόν, Δεν πρόσταξε Κύριος ο Θεός του Ισραήλ, λέγων, Ύπαγε και σύναξον δύναμιν εν τω όρει Θαβώρ και λάβε μετά σου δέκα χιλιάδας ανδρών εκ των υιών Νεφθαλί και εκ των υιών Ζαβουλών,
καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεφθαλι καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλι καὶ ἐκ τῶν υἱῶν Ζαβουλων
7 και θέλω επισύρει προς σε εις τον ποταμόν Κισών τον Σισάρα, τον αρχηγόν του στρατεύματος Ιαβείν, και τας αμάξας αυτού και το πλήθος αυτού, και θέλω παραδώσει αυτόν εις την χείρα σου;
καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου
8 Και είπε προς αυτήν ο Βαράκ, Εάν συ έλθης μετ' εμού, θέλω υπάγει· αλλ' εάν δεν έλθης μετ' εμού, δεν θέλω υπάγει.
καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ’ ἐμοῦ
9 Η δε είπε, Θέλω ελθεί εξάπαντος μετά σού· πλην δεν θέλεις λάβει τιμήν εν τη οδώ εις την οποίαν υπάγεις· διότι εις χείρα γυναικός θέλει πωλήσει ο Κύριος τον Σισάρα. Και η Δεβόρρα εσηκώθη και υπήγε μετά του Βαράκ εις Κέδες.
καὶ εἶπεν πορευομένη πορεύσομαι μετὰ σοῦ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύῃ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ Βαρακ ἐκ Καδης
10 Και συνεκάλεσεν ο Βαράκ τον Ζαβουλών και τον Νεφθαλί εις Κέδες, και ανέβη μετά δέκα χιλιάδων ανδρών κατά πόδας αυτού· και η Δεβόρρα ανέβη μετ' αυτού.
καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεφθαλι ἐκ Καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν καὶ ἀνέβη μετ’ αὐτοῦ Δεββωρα
11 Ο δε Έβερ ο Κεναίος, εκ των υιών του Οβάβ πενθερού του Μωϋσέως, είχε χωρισθή από των Κεναίων και είχε στήσει την σκηνήν αυτού έως της δρυός Ζααναείμ, της πλησίον Κέδες.
καὶ Χαβερ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα Κεδες
12 Και ανήγγειλαν προς τον Σισάρα, ότι Βαράκ ο υιός του Αβινεέμ ανέβη εις το όρος Θαβώρ.
καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ
13 Και συνήθροισεν ο Σισάρα πάσας τας αμάξας αυτού, εννεακοσίας αμάξας σιδηράς, και πάντα τον λαόν τον μετ' αυτού, από Αρωσέθ των εθνών εις τον ποταμόν Κισών.
καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ ἀπὸ Αρισωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισων
14 Και είπεν η Δεβόρρα προς τον Βαράκ, Σηκώθητι· διότι αύτη είναι η ημέρα, καθ' ην ο Κύριος παρέδωκε τον Σισάρα εις την χείρα σου· δεν εξήλθεν ο Κύριος έμπροσθέν σου; Και κατέβη ο Βαράκ από του όρους Θαβώρ και δέκα χιλιάδες άνδρες κατόπιν αυτού.
καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν κύριος τὸν Σισαρα ἐν τῇ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ
15 Και κατετρόπωσεν ο Κύριος τον Σισάρα και πάσας τας αμάξας και παν το στράτευμα, εν στόματι μαχαίρας, έμπροσθεν του Βαράκ· και κατέβη ο Σισάρα από της αμάξης και έφυγε πεζός.
καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ
16 Κατεδίωξε δε ο Βαράκ κατόπιν των αμαξών και κατόπιν του στρατεύματος έως της Αρωσέθ των εθνών· και έπεσε παν το στράτευμα του Σισάρα εν στόματι μαχαίρας· δεν έμεινεν ουδέ εις.
καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Αρισωθ τῶν ἐθνῶν καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός
17 Και έφυγεν ο Σισάρα πεζός εις την σκηνήν της Ιαήλ, γυναικός του Έβερ του Κεναίου· διότι ήτο ειρήνη μεταξύ του Ιαβείν βασιλέως της Ασώρ και του οίκου του Έβερ του Κεναίου.
καὶ Σισαρα ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου τοῦ Κιναίου ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου
18 Και εξήλθεν η Ιαήλ εις συνάντησιν του Σισάρα και είπε προς αυτόν, Είσελθε, κύριέ μου, είσελθε προς εμέ· μη φοβού. Και ότε εισήλθε προς αυτήν εις την σκηνήν, εσκέπασεν αυτόν με κάλυμμα.
καὶ ἐξῆλθεν Ιαηλ εἰς συνάντησιν Σισαρα καὶ εἶπεν αὐτῷ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβοῦ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ
19 Και είπε προς αυτήν. Πότισόν με, παρακαλώ, ολίγον ύδωρ, διότι εδίψησα. Και ήνοιξε τον ασκόν του γάλακτος και επότισεν αυτόν και εσκέπασεν αυτόν.
καὶ εἶπεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν
20 Και είπε προς αυτήν, Στήθι εις την θύραν της σκηνής, και εάν έλθη τις και σε ερωτήση, λέγων, Είναί τις ενταύθα; ειπέ, Ουχί.
καὶ εἶπεν πρὸς αὐτὴν Σισαρα στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ εἰ ἔστιν ὧδε ἀνήρ καὶ ἐρεῖς οὐκ ἔστιν
21 Και έλαβεν Ιαήλ η γυνή του Έβερ τον πάσσαλον της σκηνής, και βαλούσα σφύραν εις την χείρα αυτής, υπήγεν ησύχως προς αυτόν και ενέπηξε τον πάσσαλον εις τον μήνιγγα αυτού, ώστε εκαρφώθη εις την γήν· διότι αυτός αποκαμωμένος ων εκοιμάτο βαθέως. Και απέθανε.
καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ καὶ διεξῆλθεν ἐν τῇ γῇ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν
22 Και ιδού, ο Βαράκ κατεδίωκε τον Σισάρα· η δε Ιαήλ εξήλθεν εις συνάντησιν αυτού και είπε προς αυτόν, Ελθέ, και θέλω σοι δείξει τον άνδρα τον οποίον ζητείς. Και ότε εισήλθε προς αυτήν, ιδού, ο Σισάρα έκειτο νεκρός, και ο πάσσαλος εις τον μήνιγγα αυτού.
καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξῆλθεν Ιαηλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ
23 Και εταπείνωσεν ο Θεός κατά την ημέραν εκείνην τον Ιαβείν βασιλέα Χαναάν έμπροσθεν των υιών Ισραήλ.
καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ
24 Και εκραταιούτο η χειρ των υιών Ισραήλ και κατίσχυεν επί Ιαβείν βασιλέα Χαναάν, εωσού εξωλόθρευσαν τον Ιαβείν βασιλέα Χαναάν.
καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὗ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν

< Κριταί 4 >