< Κριταί 20 >

1 Τότε εξήλθον πάντες οι υιοί Ισραήλ, και συνηθροίσθη πάσα η συναγωγή ως εις άνθρωπος, από Δαν έως Βηρ-σαβεέ, μετά της γης Γαλαάδ, προς τον Κύριον εις Μισπά.
καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ τοῦ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα
2 Και παρεστάθησαν εν τη συνάξει του λαού του Θεού, οι αρχηγοί παντός του λαού, πάσαι αι φυλαί του Ισραήλ, τετρακόσιαι χιλιάδες ανδρών πεζών, συρόντων μάχαιραν.
καὶ ἐστάθησαν κατὰ πρόσωπον κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ισραηλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ῥομφαίαν
3 Και ήκουσαν οι υιοί Βενιαμίν, ότι ανέβησαν οι υιοί Ισραήλ εις Μισπά. Και είπον οι υιοί Ισραήλ, Είπατε, πως συνέβη η κακία αύτη;
καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφα καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ισραηλ λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη
4 Και απεκρίθη ο άνθρωπος ο Λευΐτης, ο ανήρ της φονευθείσης γυναικός, και είπεν, Ήλθον εις Γαβαά, ήτις είναι του Βενιαμίν, εγώ και η παλλακή μου, διά να διανυκτερεύσωμεν·
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης καὶ εἶπεν εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι
5 και εσηκώθησαν κατ' εμού οι άνδρες της Γαβαά, και περιεκύκλωσαν διά νυκτός την οικίαν κατ' εμού· εμέ ήθελον να φονεύσωσι και την παλλακήν μου εταπείνωσαν, ώστε απέθανεν·
καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαα καὶ ἐκύκλωσαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν
6 όθεν, πιάσας την παλλακήν μου, διεμέλισα αυτήν και έστειλα αυτήν εις πάντα τα όρια της κληρονομίας του Ισραήλ· διότι έπραξαν ανοσιουργίαν και αφροσύνην εν τω Ισραήλ·
καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν Ισραηλ
7 ιδού, πάντες σεις οι υιοί Ισραήλ συμβουλεύθητε ενταύθα μεταξύ σας και δότε την γνώμην σας.
ἰδοὺ πάντες ὑμεῖς υἱοὶ Ισραηλ δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ
8 Και εσηκώθη πας ο λαός ως εις άνθρωπος, λέγοντες, Δεν θέλομεν υπάγει ουδείς εις την σκηνήν αυτού, ουδέ θέλομεν επιστρέψει ουδείς εις τον οίκον αυτού·
καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγοντες οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἶκον αὐτοῦ
9 αλλά τώρα τούτο είναι το πράγμα το οποίον θέλομεν κάμει εις την Γαβαά· θέλομεν αναβή εναντίον αυτής κατά κλήρους·
καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιηθήσεται τῇ Γαβαα ἀναβησόμεθα ἐπ’ αὐτὴν ἐν κλήρῳ
10 και θέλομεν λάβει δέκα άνδρας εις τους εκατόν από πασών των φυλών Ισραήλ, και εκατόν εις τους χιλίους, και χιλίους εις τους μυρίους, διά να φέρωσι τροφάς εις τον λαόν, ώστε, αφού έλθωσιν εις Γαβαά του Βενιαμίν, να κάμωσιν εις αυτήν καθ' όλην την αφροσύνην την οποίαν αυτή έκαμεν εις τον Ισραήλ.
πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ισραηλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαα Βενιαμιν ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν Ισραηλ
11 Και συνήχθησαν εναντίον της πόλεως πάντες οι άνδρες Ισραήλ, ηνωμένοι ομού ως εις άνθρωπος.
καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς
12 Και απέστειλαν αι φυλαί του Ισραήλ άνδρας εις πάσαν την φυλήν Βενιαμίν, λέγοντες, Ποία κακία είναι αύτη, ήτις επράχθη μεταξύ σας;
καὶ ἀπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν
13 τώρα λοιπόν παραδώσατε τους άνθρώπους, τους παρανόμους εκείνους τους εν Γαβαά, διά να θανατώσωμεν αυτούς και να εξαλείψωμεν την κακίαν από του Ισραήλ. Αλλά δεν ηθέλησαν να ακούσωσιν οι υιοί Βενιαμίν την φωνήν των αδελφών αυτών, των υιών Ισραήλ.
καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ισραηλ
14 Και συνήχθησαν οι υιοί Βενιαμίν από των πόλεων εις Γαβαά, διά να εξέλθωσιν εις πόλεμον εναντίον των υιών Ισραήλ.
καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Ισραηλ
15 Και απηριθμήθησαν οι υιοί Βενιαμίν εν τη ημέρα εκείνη, εκ των πόλεων, εικοσιέξ χιλιάδες ανδρών συρόντων ρομφαίαν, εκτός των κατοίκων της Γαβαά, οίτινες απηριθμήθησαν επτακόσιοι άνδρες εκλεκτοί.
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαα οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ
16 Μεταξύ παντός του λαού τούτου ήσαν επτακόσιοι άνδρες εκλεκτοί αριστερόχειρες· πάντες ούτοι σφενδονίζοντες λίθους προς την τρίχα, χωρίς να αποτυγχάνωσι.
ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες
17 Και οι άνδρες Ισραήλ απηριθμήθησαν, εκτός του Βενιαμίν, τετρακόσιαι χιλιάδες ανδρών συρόντων ρομφαίαν· πάντες ούτοι άνδρες πολέμου.
καὶ ἀνὴρ Ισραηλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν πάντες οὗτοι ἄνδρες παρατάξεως
18 Και σηκωθέντες οι υιοί Ισραήλ ανέβησαν εις Βαιθήλ και ηρώτησαν τον Θεόν, λέγοντες, Τις θέλει αναβή υπέρ ημών πρώτος διά να πολεμήση εναντίον των υιών Βενιαμίν; Ο δε Κύριος είπεν, Ο Ιούδας πρώτος.
καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἠρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν καὶ εἶπεν κύριος Ιουδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος
19 Και εσηκώθησαν οι υιοί Ισραήλ το πρωΐ και εστρατοπέδευσαν εναντίον της Γαβαά.
καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαα
20 Και εξήλθον οι άνδρες Ισραήλ εις μάχην εναντίον του Βενιαμίν· και παρετάχθησαν εις μάχην εναντίον αυτών οι άνδρες Ισραήλ, προς την Γαβαά.
καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ισραηλ εἰς παράταξιν πρὸς Βενιαμιν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαα
21 Και εξήλθον οι υιοί Βενιαμίν εκ της Γαβαά, και έστρωσαν κατά γης, την ημέραν εκείνην, εκ του Ισραήλ εικοσιδύο χιλιάδας ανδρών.
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἀπὸ τῆς Γαβαα καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν
22 Και αναψυχωθείς ο λαός, οι άνδρες του Ισραήλ, συνήψε πάλιν μάχην, εν τω τόπω όπου είχε παραταχθή την πρώτην ημέραν.
καὶ ἐνίσχυσαν ἀνὴρ Ισραηλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ
23 Ανέβησαν δε οι υιοί Ισραήλ και έκλαυσαν ενώπιον του Κυρίου έως εσπέρας, και ηρώτησαν τον Κύριον, λέγοντες, Να αναβώ πάλιν εις μάχην εναντίον των υιών Βενιαμίν του αδελφού μου; Και ο Κύριος είπεν, Ανάβητε εναντίον αυτού.
καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτούς
24 Και επλησίασαν οι υιοί Ισραήλ εις τους υιούς του Βενιαμίν, την δευτέραν ημέραν.
καὶ προσῆλθον οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ
25 Και εξήλθεν ο Βενιαμίν εναντίον αυτών την δευτέραν ημέραν εκ της Γαβαά, και έστρωσε πάλιν κατά γης, εκ των υιών Ισραήλ, δεκαοκτώ χιλιάδας ανδρών· πάντες ούτοι έσυρον ρομφαίαν.
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειραν ἀπὸ υἱῶν Ισραηλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἕλκοντες ῥομφαίαν
26 Τότε πάντες οι υιοί Ισραήλ και πας ο λαός ανέβησαν και ήλθον εις Βαιθήλ, και έκλαυσαν και εκάθισαν εκεί ενώπιον του Κυρίου και ενήστευσαν εκείνην την ημέραν έως εσπέρας, και προσέφεραν ολοκαυτώματα και θυσίας ειρηνικάς ενώπιον του Κυρίου.
καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου
27 Και ηρώτησαν οι υιοί Ισραήλ τον Κύριον, διότι η κιβωτός της διαθήκης του Θεού ήτο εκεί κατ' εκείνας τας ημέρας,
ὅτι ἐκεῖ κιβωτὸς διαθήκης κυρίου τοῦ θεοῦ
28 Φινεές δε ο υιός του Ελεάζαρ, υιού του Ααρών, ίστατο έμπροσθεν αυτής κατ' εκείνας τας ημέρας, και είπον, Να εξέλθω πάλιν εις μάχην εναντίον των υιών Βενιαμίν του αδελφού μου; ή να παύσω; Και ο Κύριος είπεν, Ανάβα· διότι αύριον θέλω παραδώσει αυτούς εις την χείρα σου.
καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν ἢ ἐπίσχωμεν καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν
29 Και έθεσεν ο Ισραήλ ενέδραν κατά της Γαβαά κύκλω.
καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα τῇ Γαβαα κύκλῳ
30 Και ανέβησαν οι υιοί Ισραήλ την τρίτην ημέραν εναντίον των υιών Βενιαμίν, και παρετάχθηααν εναντίον της Γαβαά, καθώς την πρώτην και δευτέραν φοράν.
καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ συνῆψαν πρὸς τὴν Γαβαα ὡς ἅπαξ καὶ ἅπαξ
31 Και εξελθόντες οι υιοί Βενιαμίν εναντίον του λαού, απεσπάσθησαν από της πόλεως και ήρχισαν να κτυπώσι τινάς εκ του λαού, φονεύοντες, ως άλλοτε, εις τας οδούς, εκ των οποίων η μία αναβαίνει προς Βαιθήλ, η δε άλλη προς την Γαβαά εν τη πεδιάδι, περίπου τριάκοντα άνδρας εκ του Ισραήλ.
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν τῆς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία εἰς Γαβαα ἐν ἀγρῷ ὡς τριάκοντα ἄνδρας ἐν Ισραηλ
32 Και είπον οι υιοί Βενιαμίν, αυτοί πίπτουσιν έμπροσθεν ημών, καθώς πρότερον. Αλλ' οι υιοί Ισραήλ είπαν, Ας φύγωμεν και ας αποσπάσωμεν αυτούς εκ της πόλεως εις τας οδούς.
καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον καὶ οἱ υἱοὶ Ισραηλ εἶπον φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς καὶ ἐποίησαν οὕτως
33 Και πάντες οι άνδρες Ισραήλ εσηκώθησαν εκ της θέσεως αυτών και παρετάχθησαν εν Βάαλ-θαμάρ· και η ενέδρα του Ισραήλ εξήλθεν εκ της θέσεως αυτής, από του λιβαδίου της Γαβαά.
καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ συνῆψαν ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μααραγαβε
34 Και ήλθον εναντίον της Γαβαά δέκα χιλιάδες ανδρών εκλεκτών εκ παντός του Ισραήλ, και η μάχη εστάθη βαρεία· αλλ' αυτοί δεν εγνώριζον ότι το κακόν ήτο πλησίον αυτών.
καὶ ἦλθον ἐξ ἐναντίας Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ παράταξις βαρεῖα καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ’ αὐτοὺς ἡ κακία
35 Και επάταξεν ο Κύριος τον Βενιαμίν έμπροσθεν του Ισραήλ. και εξωλόθρευσαν οι υιοί Ισραήλ κατ' εκείνην την ημέραν εκ των Βενιαμιτών εικοσιπέντε χιλιάδας και εκατόν άνδρας· πάντες ούτοι έσυρον ρομφαίαν.
καὶ ἐπάταξεν κύριος τὸν Βενιαμιν ἐνώπιον υἱῶν Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐκ τοῦ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι εἷλκον ῥομφαίαν
36 Και είδον οι υιοί Βενιαμίν ότι εκτυπήθησαν· διότι οι άνδρες Ισραήλ υπεχώρησαν εις τους Βενιαμίτας, έχοντες το θάρρος αυτών εις την ενέδραν την οποίαν είχον θέσει πλησίον της Γαβαά.
καὶ εἶδον οἱ υἱοὶ Βενιαμιν ὅτι ἐπλήγησαν καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τόπον τῷ Βενιαμιν ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τὴν Γαβαα
37 Και οι ενεδρεύοντες ώρμησαν και εχύθησαν επί την Γαβαά· και οι ενεδρεύοντες εξηπλώθησαν και επάταξαν πάσαν την πόλιν εν στόματι μαχαίρας.
καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι καὶ τὸ ἔνεδρον ἐκινήθη καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαα καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας
38 Οι δε άνδρες Ισραήλ είχον διορίσει σημείον εις τους ενεδρεύοντας, να υψώσωσι πυρ καπνώδες από της πόλεως.
καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ισραηλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως
39 Και ότε υπεχώρησαν οι υιοί Ισραήλ εν τη μάχη, ο Βενιαμίν ήρχισε να κτυπά, και εφόνευσεν εκ των Ισραηλιτών περίπου τριάκοντα άνδρας· διότι είπαν, Βεβαίως πάλιν πίπτουσιν έμπροσθεν ημών, ως εν τη πρώτη μάχη.
καὶ εἶδον οἱ υἱοὶ Ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαα καὶ ἔστησαν ἐν τῇ παρατάξει καὶ Βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ισραηλ ὡς τριάκοντα ἄνδρας ὅτι εἶπαν πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη
40 Αλλ' ότε το πυρ ήρχισε να υψούται από της πόλεως με στύλον καπνού, οι Βενιαμίται επέβλεψαν οπίσω αυτών, και ιδού, η πυρκαϊά της πόλεως ανέβαινεν εις τον ουρανόν.
καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ
41 Και ότε επέστρεψαν οι άνδρες Ισραήλ, ετρόμαξαν οι άνδρες Βενιαμίν· διότι είδον ότι το κακόν έφθασεν επ' αυτούς.
καὶ ἀνὴρ Ισραηλ ἐπέστρεψεν καὶ ἔσπευσαν ἄνδρες Βενιαμιν ὅτι εἶδον ὅτι συνήντησεν ἐπ’ αὐτοὺς ἡ πονηρία
42 Και ετράπησαν έμπροσθεν των υιών Ισραήλ προς την οδόν της ερήμου· αλλ' η μάχη επρόφθασεν αυτούς· διότι οι εκ των πόλεων εξωλόθρευον αυτούς εν μέσω αυτών.
καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ισραηλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον καὶ ἡ παράταξις ἔφθασεν ἐπ’ αὐτούς καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν
43 Περιεκύκλωσαν τους Βενιαμίτας, κατεδίωξαν αυτούς, κατεπάτησαν αυτούς, από Μενουά έως απέναντι της Γαβαά προς ανατολάς ηλίου.
καὶ κατέκοπτον τὸν Βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουα κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαα πρὸς ἀνατολὰς ἡλίου
44 Και έπεσον εκ του Βενιαμίν δεκαοκτώ χιλιάδες ανδρών. πάντες ούτοι άνδρες δυνατοί.
καὶ ἔπεσαν ἀπὸ Βενιαμιν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως
45 Τότε ετράπησαν και έφυγον προς την έρημον εις την πέτραν Ριμμών· και οι υιοί Ισραήλ εσταχυολόγησαν εξ αυτών εις τας οδούς πέντε χιλιάδας ανδρών· και κατεδίωξαν αυτούς έως Γιδώμ, και εφόνευσαν εξ αυτών δύο χιλιάδας ανδρών.
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ισραηλ πεντακισχιλίους ἄνδρας καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ισραηλ ἕως Γεδαν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας
46 Ούτω πάντες οι πεσόντες κατ' εκείνην την ημέραν εκ του Βενιαμίν ήσαν εικοσιπέντε χιλιάδες ανδρών συρόντων ρομφαίαν· πάντες ούτοι άνδρες δυνατοί.
καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Βενιαμιν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως
47 Εξακόσιοι όμως άνδρες ετράπησαν και έφυγον προς την έρημον εις την πέτραν Ριμμών, και εκάθισαν εν τη πέτρα Ριμμών τέσσαρας μήνας.
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν πέτρᾳ Ρεμμων τέσσαρας μῆνας
48 Και επέστρεψαν οι άνδρες Ισραήλ προς τους υιούς Βενιαμίν, και επάταξαν αυτούς εν στόματι μαχαίρας, από ανθρώπων εκάστης πόλεως, έως των κτηνών και παντός του παρευρισκομένου· και πάσας τας ευρισκομένας πόλεις παρέδωκαν εις πυρ.
καὶ οἱ υἱοὶ Ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί

< Κριταί 20 >