< Κριταί 19 >

1 Κατ' εκείνας δε τας ημέρας βασιλεύς δεν ήτο εν τω Ισραήλ· και ήτο Λευΐτης τις παροικών εις τα πλευρά του όρους Εφραΐμ, όστις έλαβεν εις εαυτόν γυναίκα παλλακήν εκ Βηθλεέμ Ιούδα.
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλεεμ Ιουδα
2 Και επόρνευσεν η παλλακή αυτού παρ' αυτώ, και ανεχώρησεν απ' αυτού εις τον οίκον του πατρός αυτής εις Βηθλεέμ Ιούδα, και ήτο εκεί τέσσαρας ολοκλήρους μήνας.
καὶ ἐπορεύθη ἀπ’ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν παρ’ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἦν ἐκεῖ ἡμέρας τεσσάρων μηνῶν
3 Και εσηκώθη ο ανήρ αυτής και υπήγε κατόπιν αυτής, διά να λαλήση ευμενώς προς αυτήν, ώστε να κάμη αυτήν να επιστρέψη· είχε δε μεθ' εαυτού τον δούλον αυτού και δύο όνους· και αυτή εισήγαγεν αυτόν εις τον οίκον του πατρός αυτής· και ότε είδεν αυτόν ο πατήρ της νέας, εχάρη εις την έντευξιν αυτού.
καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ καὶ νεανίας αὐτοῦ μετ’ αὐτοῦ καὶ ζεῦγος ὄνων καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ
4 Και εκράτησεν αυτόν ο πενθερός αυτού, ο πατήρ της νέας· και εκάθισε μετ' αυτού τρεις ημέρας· και έφαγον και έπιον και διενυκτέρευσαν εκεί.
καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ’ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ
5 Και την τετάρτην ημέραν, ότε ηγέρθησαν το πρωΐ, εσηκώθη να αναχωρήση· και είπεν ο πατήρ της νέας προς τον γαμβρόν αυτού, Στήριξον την καρδίαν σου με ολίγον άρτον και μετά ταύτα θέλετε υπάγει.
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη τοῦ πορευθῆναι καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ στήρισόν σου τὴν καρδίαν ψωμῷ ἄρτου καὶ μετὰ τοῦτο πορεύσεσθε
6 Και εκάθισαν και έφαγον και έπιον οι δύο ομού· και είπεν ο πατήρ της νέας προς τον άνδρα, Ευαρεστήθητι, παρακαλώ, και διανυκτέρευσον, και ας ευφρανθή η καρδία σου.
καὶ ἐκάθισεν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα ἄγε δὴ αὐλίσθητι καὶ ἀγαθυνθήσεται ἡ καρδία σου
7 Και ότε ο άνθρωπος εσηκώθη να αναχωρήση, ο πενθερός αυτού εβίασεν αυτόν· όθεν έμεινε και διενυκτέρευσεν εκεί.
καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκεῖ
8 Και ηγέρθη το πρωΐ την πέμπτην ημέραν διά να αναχωρήση· και είπεν ο πατήρ της νέας, Στήριξον, παρακαλώ, την καρδίαν σου. Και έμειναν εωσού έκλινεν η ημέρα, και συνέφαγον αμφότεροι.
καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν καὶ ἔφαγον οἱ δύο
9 Και ότε ο άνθρωπος εσηκώθη να αναχωρήση, αυτός και η παλλακή αυτού και ο δούλος αυτού, είπε προς αυτόν ο πενθερός αυτού, ο πατήρ της νέας, Ιδού, τώρα η ημέρα κλίνει προς εσπέραν· διανυκτερεύσατε, παρακαλώ· ιδού η ημέρα υπάγει να τελειώση· διανυκτέρευσον ενταύθα, και ας ευφρανθή η καρδία σου· και αύριον σηκόνεσθε το πρωΐ διά την οδοιπορίαν σας και ύπαγε εις την κατοικίαν σου.
καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος ἰδοὺ δὴ ἠσθένησεν ἡ ἡμέρα εἰς τὴν ἑσπέραν αὐλίσθητι ὧδε καὶ ἀγαθυνθήσεται ἡ καρδία σου καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου
10 Ο άνθρωπος όμως δεν ηθέλησε να διανυκτερεύση· αλλ' εσηκώθη και ανεχώρησε και ήλθεν έως απέναντι της Ιεβούς, ήτις είναι η Ιερουσαλήμ· και είχε μεθ' εαυτού δύο όνους σαμαρωμένους, και η παλλακή αυτού ήτο μετ' αυτού.
καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἦλθεν ἕως ἀπέναντι Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ μετ’ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτοῦ μετ’ αὐτοῦ
11 Και ότε επλησίασαν εις την Ιεβούς, η ημέρα ήτο πολύ προχωρημένη· και είπεν ο δούλος προς τον κύριον αυτού, Ελθέ, παρακαλώ, και ας στρέψωμεν προς την πόλιν ταύτην των Ιεβουσαίων, και ας διανυκτερεύσωμεν εν αυτή.
καὶ ἤλθοσαν ἕως Ιεβους καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ιεβουσι ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ
12 Και είπεν ο κύριος αυτού προς αυτόν, Δεν θέλομεν στρέψει προς πόλιν αλλοτρίων, ήτις δεν είναι εκ των υιών Ισραήλ· αλλά θέλομεν περάσει έως Γαβαά.
καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν Ισραηλ ὧδε καὶ παρελευσόμεθα ἕως Γαβαα
13 Και είπε προς τον δούλον αυτού, Ελθέ, και ας πλησιάσωμεν εις ένα εκ των τόπων τούτων και ας διανυκτερεύσωμεν εν Γαβαά ή εν Ραμά.
καὶ εἶπεν τῷ νεανίᾳ αὐτοῦ δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαα ἢ ἐν Ραμα
14 Και διέβησαν και υπήγαν· και έδυσεν επ' αυτούς ο ήλιος πλησίον της Γαβαά, ήτις είναι του Βενιαμίν.
καὶ παρῆλθον καὶ ἐπορεύθησαν καὶ ἔδυ ὁ ἥλιος αὐτοῖς ἐχόμενα τῆς Γαβαα ἥ ἐστιν τῷ Βενιαμιν
15 Και εστράφησαν εκεί, διά να εισέλθωσι να καταλύσωσιν εν Γαβαά· και ότε εισήλθεν, εκάθισεν εν τη πλατεία της πόλεως· και δεν ήτο άνθρωπος να παραλάβη αυτούς εις την οικίαν αυτού διά να διανυκτερεύσωσι.
καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν Γαβαα καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι
16 Και ιδού, άνθρωπος γέρων ήρχετο από του έργου αυτού εκ του αγρού το εσπέρας· και ο άνθρωπος ήτο εκ του όρους Εφραΐμ, παρώκει δε εν Γαβαά· οι δε άνθρωποι του τόπου ήσαν Βενιαμίται.
καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους Εφραιμ καὶ αὐτὸς παρῴκει ἐν Γαβαα καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν
17 Και υψώσας τους οφθαλμούς αυτού, είδε τον άνθρωπον τον οδοιπόρον εν τη πλατεία της πόλεως· και είπεν ο άνθρωπος ο γέρων, Που υπάγεις; και πόθεν έρχεσαι;
καὶ ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ
18 Ο δε είπε προς αυτόν, Ημείς διαβαίνομεν εκ Βηθλεέμ Ιούδα έως των πλευρών του όρους Εφραΐμ· εκείθεν είμαι εγώ· και υπήγα έως Βηθλεέμ Ιούδα, και τώρα υπάγω εις τον οίκον του Κυρίου· και δεν είναι ουδείς να με παραλάβη εις την οικίαν αυτού·
καὶ εἶπεν πρὸς αὐτόν παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεεμ Ιουδα ἕως μηρῶν ὄρους Εφραιμ ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν
19 έχομεν δε άχυρα και τροφήν διά τους όνους ημών, έχομεν και προσέτι άρτον και οίνον δι' εμέ και διά την δούλην σου και διά τον νέον, όστις είναι μετά των δούλων σου· δεν έχομεν έλλειψιν ουδενός πράγματος.
καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοῖς ὄνοις ἡμῶν καὶ ἄρτοι καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παιδίων σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος
20 Και είπεν ο άνθρωπος ο γέρων, Ειρήνη εις σέ· και παν ό, τι χρειάζεσαι εγώ φροντίζω· μόνον εν τη πλατεία μη διανυκτερεύσης.
καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πᾶν ὑστέρημά σου ἐπ’ ἐμέ πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ
21 Και εισήγαγεν αυτόν εις τον οίκον αυτού και έδωκε τροφήν εις τους όνους· και έπλυναν τους πόδας αυτών, και έφαγον και έπιον.
καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησεν τοῖς ὄνοις καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον
22 Ενώ ούτοι εύφραινον τας καρδίας αυτών, ιδού, οι άνδρες της πόλεως, άνθρωποι παράνομοι περιεκύκλωσαν την οικίαν, κρούοντες εις την θύραν· και είπον προς τον άνθρωπον τον κύριον της οικίας τον γέροντα, λέγοντες, Έκβαλε τον άνθρωπον, τον ελθόντα εις την οικίαν σου, διά να γνωρίσωμεν αυτόν.
αὐτοὶ δ’ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες ἐξένεγκε τὸν ἄνδρα ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου ἵνα γνῶμεν αὐτόν
23 Και εξήλθε προς αυτούς ο άνθρωπος, ο κύριος της οικίας, και είπε προς αυτούς, Μη, αδελφοί μου, παρακαλώ, μη πράξητε τούτο το κακόν· αφού ο άνθρωπος ούτος εισήλθεν εις την οικίαν μου, μη πράξητε τοιαύτην αφροσύνην·
καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπεν μή ἀδελφοί μὴ κακοποιήσητε δή μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην
24 ιδού, η θυγάτηρ μου η παρθένος και η παλλακή αυτού· τώρα θέλω φέρει αυτάς έξω, και ταπεινώσατε αυτάς και κάμετε εις αυτάς ό, τι φανή αρεστόν εις τους οφθαλμούς σας· αλλ' εις τον άνθρωπον τούτον μη πράξητε έργον τοιαύτης αφροσύνης.
ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ ἐξάξω αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν καὶ τῷ ἀνδρὶ τούτῳ οὐ ποιήσετε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης
25 Οι άνδρες όμως δεν ηθέλησαν να ακούσωσιν αυτόν· και έλαβεν ο άνθρωπος την παλλακήν αυτού και έφερεν αυτήν έξω προς αυτούς· και εγνώρισαν αυτήν και ύβρισαν εις αυτήν όλην την νύκτα έως πρωΐ· και καθώς εφάνη η αυγή, απέλυσαν αυτήν.
καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὅλην τὴν νύκτα ἕως πρωί καὶ ἐξαπέστειλαν αὐτήν ὡς ἀνέβη τὸ πρωί
26 Και ήλθεν η γυνή προς το χάραγμα της ημέρας και έπεσε παρά την θύραν της οικίας του ανθρώπου, όπου ήτο ο κύριος αυτής, εωσού έφεγξε.
καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ ἕως τοῦ διαφῶσαι
27 Και εσηκώθη ο κύριος αυτής το πρωΐ και ήνοιξε τας θύρας της οικίας και εξήλθε διά να υπάγη εις την οδόν αυτού· και ιδού, η γυνή η παλλακή αυτού πεσμένη εις την θύραν της οικίας και αι χείρες αυτής επί του κατωφλίου.
καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον
28 Και είπε προς αυτήν, Σηκώθητι και ας υπάγωμεν. Αλλά δεν απεκρίθη. Τότε ανέλαβεν αυτήν επί τον όνον ο άνθρωπος, και εσηκώθη και υπήγεν εις τον τόπον αυτού.
καὶ εἶπεν πρὸς αὐτήν ἀνάστα καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη ὅτι ἦν νεκρά καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ
29 Και αφού ήλθεν εις την οικίαν αυτού, έλαβε την μάχαιραν και πιάσας την παλλακήν αυτού, διεμέλισεν αυτήν μετά των οστέων αυτής εις δώδεκα μέρη, και έστειλεν αυτά εις πάντα τα όρια του Ισραήλ.
καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ Ισραηλ
30 Και πάντες όσοι έβλεπον, έλεγον, Δεν έγεινεν ουδέ εφάνη τοιούτον πράγμα, αφ' ης ημέρας οι υιοί Ισραήλ ανέβησαν εκ γης Αιγύπτου, έως της ημέρας ταύτης· σκέφθητε περί τούτου, συμβουλεύθητε και λαλήσατε.
καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης θέσθε ὑμῖν αὐτοὶ ἐπ’ αὐτὴν βουλὴν καὶ λαλήσατε

< Κριταί 19 >