< Κριταί 17 >

1 Ήτο δε άνθρωπός τις εκ του όρους Εφραΐμ, και το όνομα αυτού Μιχαίας.
καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Εφραιμ καὶ ὄνομα αὐτῷ Μιχαιας
2 Και είπε προς την μητέρα αυτού, Τα χίλια εκατόν αργύρια, τα οποία αφηρέθησαν από σου, διά τα οποία και συ κατηράσθης, και ακόμη ελάλησας εις τα ώτα μου, ιδού, το αργύριον είναι εις εμέ· εγώ έλαβον αυτό. Η δε μήτηρ αυτού είπεν, Ευλογημένος να ήσαι, υιέ μου, παρά του Κυρίου.
καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ οἱ χίλιοι καὶ ἑκατόν οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου ἰδοὺ τὸ ἀργύριον παρ’ ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ
3 Και επέστρεψε τα χίλια και εκατόν αργύρια εις την μητέρα αυτού, και είπεν η μήτηρ αυτού, Αφιέρωμα αφιέρωσα το αργύριον εις τον Κύριον εκ της χειρός μου, υπέρ του υιού μου, διά να κάμη γλυπτόν και χωνευτόν· και τώρα θέλω επιστρέψει αυτό εις σε.
καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν καὶ νῦν ἀποδώσω σοι αὐτό
4 Αυτός δε επέστρεψε το αργύριον εις την μητέρα αυτού· η δε μήτηρ αυτού λαβούσα διακόσια αργύρια, έδωκεν αυτά εις τον χωνευτήν, όστις έκαμεν εξ αυτών γλυπτόν και χωνευτόν· και ήσαν εν τω οίκω του Μιχαία.
καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαια
5 Και ο άνθρωπος ο Μιχαίας είχεν οίκον Θεού και έκαμεν εφόδ και θεραφείμ· και καθιέρωσεν ένα εκ των υιών αυτού, και έγεινεν εις αυτόν ιερεύς.
καὶ ὁ οἶκος Μιχαια αὐτῷ οἶκος θεοῦ καὶ ἐποίησεν εφωδ καὶ θαραφιν καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα
6 Κατ' εκείνας τας ημέρας δεν ήτο βασιλεύς εν τω Ισραήλ· έκαστος έπραττεν ό, τι εφαίνετο εις αυτόν ορθόν.
ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει
7 Και ήτο νέος τις εκ Βηθλεέμ Ιούδα, εκ της φυλής Ιούδα, όστις ήτο Λευΐτης και παρώκει εκεί.
καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεεμ δήμου Ιουδα καὶ αὐτὸς Λευίτης καὶ οὗτος παρῴκει ἐκεῖ
8 Και ανεχώρησεν ο άνθρωπος εκ της πόλεως Βηθλεέμ Ιούδα, διά να παροικήση όπου εύρη· και ήλθεν εις το όρος Εφραΐμ, έως του οίκου του Μιχαία, ακολουθών την οδόν αυτού.
καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεεμ τῆς πόλεως Ιουδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ καὶ ἦλθεν ἕως ὄρους Εφραιμ καὶ ἕως οἴκου Μιχαια τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ
9 Και είπε προς αυτόν ο Μιχαίας, Πόθεν έρχεσαι; Ο δε είπε προς αυτόν, Εγώ είμαι Λευΐτης εκ Βηθλεέμ Ιούδα και υπάγω να παροικήσω όπου εύρω.
καὶ εἶπεν αὐτῷ Μιχαιας πόθεν ἔρχῃ καὶ εἶπεν πρὸς αὐτόν Λευίτης εἰμὶ ἀπὸ Βαιθλεεμ Ιουδα καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ
10 Και είπε προς αυτόν ο Μιχαίας, Κάθου μετ' εμού και γίνου εις εμέ πατήρ και ιερεύς, και εγώ θέλω σοι δίδει δέκα αργύρια κατ' έτος και στολήν και την τροφήν σου. Και ο Λευΐτης εισήλθε προς αυτόν.
καὶ εἶπεν αὐτῷ Μιχαιας κάθου μετ’ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου καὶ ἐπορεύθη ὁ Λευίτης
11 Και ευχαριστείτο ο Λευΐτης να κατοική μετά του ανθρώπου· και ο νέος ήτο εις αυτόν ως εις εκ των υιών αυτού.
καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί καὶ ἐγενήθη ὁ νεανίας παρ’ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ
12 Και καθιέρωσεν ο Μιχαίας τον Λευΐτην· και ο νέος έγεινεν εις αυτόν ιερεύς και έμενεν εν τω οίκω του Μιχαία.
καὶ ἐπλήρωσεν Μιχαιας τὴν χεῖρα τοῦ Λευίτου καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν οἴκῳ Μιχαια
13 Τότε είπεν ο Μιχαίας, Τώρα γνωρίζω ότι ο Κύριος θέλει με αγαθοποιήσει, διότι έχω Λευΐτην διά ιερέα.
καὶ εἶπεν Μιχαιας νῦν ἔγνων ὅτι ἀγαθυνεῖ κύριος ἐμοί ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα

< Κριταί 17 >