< Κριταί 15 >
1 Και μετά τινά καιρόν, εν ταις ημέραις του θερισμού του σίτου επεσκέφθη ο Σαμψών την γυναίκα αυτού, φέρων ερίφιον εξ αιγών· και είπε, Θέλω εισέλθει προς την γυναίκα μου εις τον κοιτώνα. Αλλ' ο πατήρ αυτής δεν αφήκεν αυτόν να εισέλθη.
καὶ ἐγένετο μεθ’ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸ ταμιεῖον καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν
2 Και είπεν ο πατήρ αυτής, Είπα κατ' εμαυτόν ότι διόλου εμίσησας αυτήν· διά τούτο έδωκα αυτήν εις τον σύντροφόν σου· η μικροτέρα αδελφή αυτής δεν είναι ώραιοτέρα αυτής; λάβε λοιπόν αυτήν αντ' εκείνης.
καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν ἔστω δή σοι ἀντὶ αὐτῆς
3 Ο δε Σαμψών είπε περί αυτών, Τώρα θέλω είσθαι αθώος προς τους Φιλισταίους, αν εγώ κακοποιώ αυτούς.
καὶ εἶπεν αὐτοῖς Σαμψων ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων ὅτι ποιῶ ἐγὼ μετ’ αὐτῶν πονηρίαν
4 Και υπήγεν ο Σαμψών και επίασε τριακοσίας αλώπεκας, και έλαβε λαμπάδας, και έστρεψεν ουράν προς ουράν και έβαλε μίαν λαμπάδα μεταξύ των δύο ουρών εις το μέσον.
καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ ἐπέστρεψεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων καὶ ἔδησεν
5 Και ανάψας τας λαμπάδας, απέλυσεν εις τα σπαρτά των Φιλισταίων, και έκαυσε τας θημωνίας, έως και τα αθέριστα αστάχυα, έως και τας αμπέλους και ελαίας.
καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας
6 Τότε οι Φιλισταίοι είπον, Τις έκαμε τούτο; Και απεκρίθησαν, Σαμψών ο γαμβρός του Θαμναθαίου· διότι έλαβε την γυναίκα αυτού και έδωκεν αυτήν εις τον σύντροφον αυτού. Και ανέβησαν οι Φιλισταίοι και έκαυσαν αυτήν και τον πατέρα αυτής εν πυρί.
καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν Σαμψων ὁ νυμφίος τοῦ Θαμνι ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί
7 Και είπε προς αυτούς ο Σαμψών, Αν και σεις εκάμετε τούτο, εγώ όμως θέλω εκδικηθή εναντίον σας, και μετά ταύτα θέλω παύσει.
καὶ εἶπεν αὐτοῖς Σαμψων ἐὰν ποιήσητε οὕτως ταύτην ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω
8 Και επάταξεν αυτούς κνήμην και μηρόν εν σφαγή μεγάλη· και κατέβη και εκάθισεν εις το χάσμα της πέτρας Ητάμ.
καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας Ηταμ
9 Ανέβησαν δε οι Φιλισταίοι και εστρατοπέδευσαν εν γη Ιούδα και διεχύθησαν εις Λεχί.
καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ιουδα καὶ ἐξερρίφησαν ἐν Λευι
10 Και είπον οι άνδρες Ιούδα, Διά τι ανέβητε εναντίον ημών; Οι δε απεκρίθησαν, Διά να δέσωμεν τον Σαμψών ανέβημεν, να κάμωμεν εις αυτόν ως έκαμεν εις ημάς.
καὶ εἶπαν ἀνὴρ Ιουδα εἰς τί ἀνέβητε ἐφ’ ἡμᾶς καὶ εἶπον οἱ ἀλλόφυλοι δῆσαι τὸν Σαμψων ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν
11 Και κατέβησαν τρεις χιλιάδες ανδρών εκ του Ιούδα εις το χάσμα της πέτρας Ητάμ και είπον προς τον Σαμψών, Δεν εξεύρεις ότι οι Φιλισταίοι εξουσιάζουσιν εφ' ημών; τι τούτο λοιπόν το οποίον έκαμες εις ημάς; Ο δε είπε προς αυτούς, Ως έκαμαν εις εμέ, ούτως έκαμον εις αυτούς.
καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ιουδα εἰς τρυμαλιὰν πέτρας Ηταμ καὶ εἶπαν τῷ Σαμψων οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν καὶ τί τοῦτο ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς Σαμψων ὃν τρόπον ἐποίησάν μοι οὕτως ἐποίησα αὐτοῖς
12 Και είπον προς αυτόν, Κατέβημεν να σε δέσωμεν, διά να σε παραδώσωμεν εις την χείρα των Φιλισταίων. Και είπε προς αυτούς ο Σαμψών, Ορκίσθητε προς εμέ, ότι σεις δεν θέλετε επιπέσει κατ' εμού.
καὶ εἶπαν αὐτῷ δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς Σαμψων ὀμόσατέ μοι μήποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς
13 Και είπαν προς αυτόν, λέγοντες, Ουχί· αλλά θέλομεν σε δέσει δυνατά και σε παραδώσει εις την χείρα αυτών· πλην βεβαίως δεν θέλομεν σε θανατώσει. Έδεσαν λοιπόν αυτόν με δύο νέα σχοινία και ανεβίβασαν αυτόν εκ της πέτρας.
καὶ εἶπον αὐτῷ λέγοντες οὐχί ὅτι ἀλλ’ ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης
14 Και ότε ήλθεν εις Λεχί, οι Φιλισταίοι αλαλάζοντες έδραμον εις συνάντησιν αυτού. Και επήλθεν επ' αυτόν Πνεύμα Κυρίου· και τα σχοινία, τα εις τους βραχίονας αυτού, έγειναν ως λινάριον το οποίον εξάπτεται εν τω πυρί, και τα δεσμά αυτού έπεσον εκ των χειρών αυτού, διεσπασμένα.
καὶ ἦλθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ
15 Και εύρηκε σιαγόνα όνου νωπήν, και εκτείνας την χείρα αυτού έλαβεν αυτήν και εφόνευσε δι' αυτής χιλίους άνδρας.
καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας
16 Και είπεν ο Σαμψών, Διά σιαγόνος όνου έκαμα σωρούς, σωρούς, διά σιαγόνος όνου εφόνευσα χιλίους άνδρας.
καὶ εἶπεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας
17 Και αφού έπαυσε λαλών, έρριψε την σιαγόνα από της χειρός αυτού· και ωνόμασε τον τόπον εκείνον, Ραμάθ-λεχί.
καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον ἀναίρεσις σιαγόνος
18 Και διψήσας σφόδρα, εβόησε προς τον Κύριον και είπε, Συ έδωκας διά χειρός του δούλου σου την μεγάλην ταύτην σωτηρίαν· και τώρα να αποθάνω υπό δίψης και να πέσω εις την χείρα των απεριτμήτων;
καὶ ἐδίψησεν σφόδρα καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων
19 Και έσχισεν ο Θεός το κοίλωμα το εν Λεχί, και εξήλθεν ύδωρ απ' αυτού· και αφού έπιεν, ανέλαβε το πνεύμα αυτού, και ανεζωοποιήθη· διά τούτο εκάλεσε το όνομα αυτού, Εν-ακκορέ, το οποίον είναι εν Λεχί έως της ημέρας ταύτης.
καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς πηγὴ τοῦ ἐπικαλουμένου ἥ ἐστιν ἐν σιαγόνι ἕως τῆς ἡμέρας ταύτης
20 Και αυτός έκρινε τον Ισραήλ εν ταις ημέραις των Φιλισταίων είκοσι έτη.
καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη