< Κριταί 14 >
1 Και κατέβη ο Σαμψών εις Θαμνάθ, και είδε γυναίκα εν Θαμνάθ εκ των θυγατέρων των Φιλισταίων.
καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα εἰς Θαμναθα ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων
2 Και ανέβη και ανήγγειλε προς τον πατέρα αυτού και προς την μητέρα αυτού, λέγων, Είδον γυναίκα εν Θαμνάθ εκ των θυγατέρων των Φιλισταίων· και τώρα λάβετε αυτήν εις εμέ διά γυναίκα.
καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν γυναῖκα ἑόρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων Φυλιστιιμ καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα
3 Είπον δε προς αυτόν ο πατήρ αυτού και η μήτηρ αυτού, Μήπως δεν υπάρχει μεταξύ των θυγατέρων των αδελφών σου και μεταξύ παντός του λαού μου γυνή, και υπάγεις συ να λάβης γυναίκα εκ των Φιλισταίων των απεριτμήτων; Ο δε Σαμψών είπε προς τον πατέρα αυτού, Ταύτην λάβε εις εμέ· διότι αυτή είναι αρεστή εις τους οφθαλμούς μου.
καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ μὴ οὔκ εἰσιν θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ ταύτην λαβέ μοι ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου
4 Αλλ' ο πατήρ αυτού και η μήτηρ αυτού δεν εγνώρισαν ότι παρά Κυρίου ήτο τούτο, ότι αυτός εζήτει αφορμήν εναντίον των Φιλισταίων· διότι κατ' εκείνον τον καιρόν οι Φιλισταίοι εδέσποζον επί τον Ισραήλ.
καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ισραηλ
5 Τότε κατέβη ο Σαμψών μετά του πατρός αυτού και μετά της μητρός αυτού εις Θαμνάθ, και ήλθον έως των αμπελώνων της Θαμνάθ· και ιδού, σκύμνος λέοντος ωρυόμενος συναπήντησεν αυτόν.
καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθα καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ
6 Και επήλθεν επ' αυτόν το πνεύμα του Κυρίου, και διεσπάραξεν αυτόν ως εάν ήθελε διασπαράξει ερίφιον, μη έχων μηδέν εν ταις χερσίν αυτού· πλην δεν ανήγγειλε προς τον πατέρα αυτού ή προς την μητέρα αυτού τι είχε κάμει.
καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ συνέτριψεν αὐτόν ὡσεὶ συντρίψει ἔριφον καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ οὐκ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησεν
7 Και κατέβη και ελάλησε προς την γυναίκα· και ήρεσεν εις τους οφθαλμούς του Σαμψών.
καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψων
8 Και επέστρεψε μεθ' ημέρας να λάβη αυτήν· και εξέκλινεν εκ της οδού διά να ίδη το πτώμα του λέοντος· και ιδού, σμήνος μελισσών εν τω πτώματι του λέοντος, και μέλι.
καὶ ὑπέστρεψεν μεθ’ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι
9 Και έλαβεν εκ τούτου εις τας χείρας αυτού και επροχώρει τρώγων, και ήλθε προς τον πατέρα αυτού και προς την μητέρα αυτού και έδωκεν εις αυτούς και έφαγον· πλην δεν είπε προς αυτούς ότι εκ του πτώματος του λέοντος έλαβε το μέλι.
καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοῖς ὅτι ἀπὸ τοῦ στόματος τοῦ λέοντος ἐξεῖλεν τὸ μέλι
10 Και κατέβη ο πατήρ αυτού προς την γυναίκα· και έκαμεν εκεί ο Σαμψών συμπόσιον· διότι ούτως εσυνείθιζον οι νέοι.
καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα καὶ ἐποίησεν ἐκεῖ Σαμψων πότον ἑπτὰ ἡμέρας ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι
11 Και ότε είδον αυτόν, έλαβον τριάκοντα συντρόφους διά να ήναι μετ' αυτού.
καὶ ἐγένετο ὅτε εἶδον αὐτόν καὶ ἔλαβον τριάκοντα κλητούς καὶ ἦσαν μετ’ αὐτοῦ
12 Και είπεν ο Σαμψών προς αυτούς, Τώρα θέλω σας προβάλει αίνιγμα· εάν δυνηθήτε να λύσητε αυτό εις εμέ εν ταις επτά ημέραις του συμποσίου και να εύρητε αυτό, τότε εγώ θέλω δώσει εις εσάς τριάκοντα χιτώνας λινούς και τριάκοντα στολάς φορεμάτων·
καὶ εἶπεν αὐτοῖς Σαμψων πρόβλημα ὑμῖν προβάλλομαι ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων
13 αλλ' εάν δεν δυνηθήτε να λύσητε αυτό εις εμέ, τότε σεις θέλετε δώσει εις εμέ τριάκοντα χιτώνας λινούς και τριάκοντα στολάς φορεμάτων. Και είπον προς αυτόν, Πρόβαλε το αίνιγμά σου, διά να ακούσωμεν αυτό.
καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων καὶ εἶπαν αὐτῷ προβαλοῦ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό
14 Και είπε προς αυτούς, Εκ του τρώγοντος εξήλθε τροφή, και εκ του ισχυρού εξήλθε γλυκύτης. Και αυτοί δεν ηδύναντο να λύσωσι το αίνιγμα διά τρεις ημέρας.
καὶ εἶπεν αὐτοῖς τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπὶ τρεῖς ἡμέρας
15 Και την εβδόμην ημέραν είπαν προς την γυναίκα του Σαμψών, Κολάκευσον τον άνδρα σου, και ας μας φανερώση το αίνιγμα, διά να μη κατακαύσωμεν σε και τον οίκον του πατρός σου εν πυρί· διά να γυμνώσητε ημάς προσεκαλέσατε ημάς; δεν είναι ούτω;
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε
16 Και έκλαυσεν γυνή του Σαμψών έμπροσθεν αυτού και είπε, Βεβαίως με μισείς και δεν με αγαπάς· επρόβαλες αίνιγμα προς τους υιούς του λαού μου, και εις εμέ δεν εφανέρωσας αυτό. Ο δε είπε προς αυτήν, Ιδού, προς τον πατέρα μου και προς την μητέρα μου δεν εφανέρωσα αυτό· και εις σε θέλω φανερώσει;
καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων πρὸς αὐτὸν καὶ εἶπεν πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου οὐκ ἀπήγγειλάς μοι καὶ εἶπεν αὐτῇ Σαμψων εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα σοὶ ἀπαγγείλω
17 Αλλ' αυτή έκλαιεν έμπροσθεν αυτού τας επτά ημέρας, καθ' ας ήτο το συμπόσιον αυτών· την δε εβδόμην ημέραν εφανέρωσεν αυτό προς αυτήν, διότι παρηνόχλησεν αυτόν· η δε εφανέρωσε το αίνιγμα προς τους υιούς του λαού αυτής.
καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἦν αὐτοῖς ὁ πότος καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ ὅτι παρενώχλησεν αὐτῷ καὶ αὐτὴ ἀπήγγειλεν τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς
18 Τότε είπον προς αυτόν οι άνδρες της πόλεως την εβδόμην ημέραν, πριν δύση ο ήλιος, Τι γλυκύτερον του μέλιτος; και τι ισχυρότερον του λέοντος; Ο δε είπε προς αυτούς, Εάν δεν ηθέλετε αροτριάσει με την δάμαλίν μου, δεν ηθέλετε ευρεί το αίνιγμά μου.
καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἶπεν αὐτοῖς Σαμψων εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου
19 Και επήλθεν επ' αυτόν πνεύμα Κυρίου· και κατέβη εις Ασκάλωνα και εφόνευσε τριάκοντα άνδρας εξ αυτών, και έλαβε τα ιμάτια αυτών, και έδωκε τας στολάς εις τους εξηγήσαντας το αίνιγμα. Και εξήφθη ο θυμός αυτού, και ανέβη εις τον οίκον του πατρός αυτού.
καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκεν τὰς στολὰς τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ὠργίσθη θυμῷ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ
20 Η δε γυνή του Σαμψών εδόθη εις τον σύντροφον αυτού, τον οποίον είχε φίλον αυτού.
καὶ ἐγένετο ἡ γυνὴ Σαμψων ἑνὶ τῶν φίλων αὐτοῦ ὧν ἐφιλίασεν