< Κριταί 12 >
1 Και συνήχθησαν οι άνδρες Εφραΐμ, και επέρασαν προς βορράν και είπαν προς τον Ιεφθάε, Διά τι επέρασας να πολεμήσης εναντίον των υιών Αμμών, και δεν εκάλεσας ημάς να έλθωμεν μετά σου; τον οίκον σου θέλομεν καύσει επάνω σου εν πυρί.
καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί
2 Και είπεν ο Ιεφθάε προς αυτούς, Εγώ και ο λαός μου ήλθομεν εις μεγάλην φιλονεικίαν μετά των υιών Αμμών· και σας έκραξα και δεν με εσώσατε εκ της χειρός αυτών·
καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
3 και ιδών ότι δεν με εσώσατε, ερριψοκινδύνευσα την ζωήν μου και επέρασα εναντίον των υιών Αμμών, και ο Κύριος παρέδωκεν αυτούς εις την χείρα μου· διά τι λοιπόν ανέβητε προς εμέ σήμερον διά να με πολεμήσητε;
καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί
4 Τότε συνήθροισεν ο Ιεφθάε πάντας τους άνδρας της Γαλαάδ και επολέμησε τον Εφραΐμ· και επάταξαν οι άνδρες της Γαλαάδ τους Εφραϊμίτας, διότι είπαν, Φυγάδες του Εφραΐμ είσθε σεις οι Γαλααδίται, μεταξύ του Εφραΐμ και μεταξύ του Μανασσή.
καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση
5 Και επίασαν αι Γαλααδίται διαβάσεις του Ιορδάνου προ των Εφραϊμιτών· και οπότε τις εκ των Εφραϊμιτών φυγάδων έλεγε, Θέλω να περάσω, τότε οι άνδρες της Γαλαάδ έλεγον προς αυτόν, Μήπως είσαι Εφραϊμίτης; Εάν εκείνος έλεγεν, Ουχί,
καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἶ καὶ εἶπεν οὔ
6 τότε έλεγον προς αυτόν, Ειπέ λοιπόν Σχίββωλεθ· και εκείνος έλεγε Σίββωλεθ· διότι δεν ηδύνατο να προφέρη ούτω. Τότε επίανον αυτόν και εφόνευον αυτόν εις τας διαβάσεις του Ιορδάνου. Και έπεσον κατ' εκείνον τον καιρόν τεσσαράκοντα δύο χιλιάδες Εφραϊμίται.
καὶ εἶπαν αὐτῷ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες
7 Και έκρινεν ο Ιεφθάε τον Ισραήλ εξ έτη. Και απέθανεν ο Ιεφθάε ο Γαλααδίτης και ετάφη εν πόλει τινί της Γαλαάδ.
καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ
8 Και μετ' αυτόν έκρινε τον Ισραήλ Αβαισάν ο εκ Βηθλεέμ.
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ
9 Και είχε τριάκοντα υιούς και τριάκοντα θυγατέρας, τας οποίας υπάνδρευσεν· έλαβε δε έξωθεν τριάκοντα νέας διά τους υιούς αυτού. Και έκρινε τον Ισραήλ επτά έτη.
καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη
10 Και απέθανεν ο Αβαισάν και ετάφη εν Βηθλεέμ.
καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ
11 Και μετ' αυτόν έκρινε τον Ισραήλ Αιλών ο Ζαβουλωνίτης· και έκρινε τον Ισραήλ δέκα έτη.
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη
12 Και απέθανεν Αιλών ο Ζαβουλωνίτης και ετάφη εις Αιαλών εν τη γη Ζαβουλών.
καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γῇ Ζαβουλων
13 Και μετ' αυτόν έκρινε τον Ισραήλ Αβδών, ο υιός του Ελλήλ, ο Πιραθωνίτης.
καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης
14 Και είχε τεσσαράκοντα υιούς και τριάκοντα εγγόνους, επιβαίνοντας επί εβδομήκοντα πωλάρια· και έκρινε τον Ισραήλ οκτώ έτη.
καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη
15 Και απέθανεν Αβδών ο υιός του Ελλήλ ο Πιραθωνίτης· και ετάφη εν Πιραθών εν γη Εφραΐμ, επί το όρος Αμαλήκ.
καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γῇ Εφραιμ ἐν ὄρει τοῦ Αμαληκ