< Κριταί 1 >

1 Και μετά τον θάνατον του Ιησού, ηρώτησαν οι υιοί Ισραήλ τον Κύριον, λέγοντες, Τις θέλει αναβή υπέρ ημών πρώτος κατά των Χαναναίων, διά να πολεμήση αυτούς;
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς
2 Και είπεν ο Κύριος, Ο Ιούδας θέλει αναβή· ιδού, παρέδωκα τον τόπον εις την χείρα αυτού.
καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γῆν ἐν τῇ χειρὶ αὐτοῦ
3 Και είπεν ο Ιούδας προς Συμεών τον αδελφόν αυτού, Ανάβα μετ' εμού εις τον κλήρόν μου, διά να πολεμήσωμεν τους Χαναναίους, και εγώ ομοίως θέλω ελθεί μετά σου εις τον κλήρόν σου. Και υπήγε μετ' αυτού ο Συμεών.
καὶ εἶπεν Ιουδας τῷ Συμεων ἀδελφῷ αὐτοῦ ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων
4 Και ο Ιούδας ανέβη· και παρέδωκεν ο Κύριος τους Χαναναίους και τους Φερεζαίους εις την χείρα αυτών· και επάταξαν εξ αυτών εν Βεζέκ δέκα χιλιάδας ανδρών.
καὶ ἀνέβη Ιουδας καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζεκ εἰς δέκα χιλιάδας ἀνδρῶν
5 Και εύρηκαν τον Αδωνί-Βεζέκ εν Βεζέκ, και επολέμησαν αυτόν και επάταξαν τους Χαναναίους και τους Φερεζαίους.
καὶ κατέλαβον τὸν Αδωνιβεζεκ ἐν τῇ Βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον
6 Ο δε Αδωνί-Βεζέκ έφυγε· και εκείνοι κατεδίωξαν οπίσω αυτού και συνέλαβον αυτόν και απέκοψαν τους μεγάλους δακτύλους των χειρών αυτού και των ποδών αυτού.
καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ
7 Και είπεν ο Αδωνί-Βεζέκ, Εβδομήκοντα βασιλείς, αποκεκομμένοι τους μεγάλους δακτύλους των χειρών αυτών και των ποδών, εσύναζον τα πίπτοντα υποκάτω της τραπέζης μου· ως εγώ έκαμα, ούτως ανταπέδωκεν εις εμέ ο Θεός. Και έφεραν αυτόν εις Ιερουσαλήμ, και απέθανεν εκεί.
καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ
8 Και οι υιοί Ιούδα επολέμησαν κατά της Ιερουσαλήμ και εκυρίευσαν αυτήν· και επάταξαν αυτήν εν στόματι μαχαίρας και την πόλιν παρέδωκαν εις πυρ.
καὶ ἐπολέμουν οἱ υἱοὶ Ιουδα τὴν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί
9 Και μετά ταύτα κατέβησαν οι υιοί Ιούδα διά να πολεμήσωσι τους Χαναναίους, τους κατοικούντας εν τη ορεινή και εν τη μεσημβρινή και εν τη πεδινή.
καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα τοῦ πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν
10 Και υπήγεν ο Ιούδας εναντίον των Χαναναίων των κατοικούντων εν Χεβρών· το δε όνομα της Χεβρών ήτο πρότερον Κιριάθ-αρβά· και εθανάτωσαν τον Σεσαΐ, και τον Αχιμάν και τον Θαλμαΐ.
καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἦν Χεβρων τὸ πρότερον Καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν Σεσσι καὶ Αχινααν καὶ Θολμιν γεννήματα τοῦ Ενακ
11 Και εκείθεν υπήγον εναντίον των κατοίκων της Δεβείρ· το δε όνομα της Δεβείρ ήτο πρότερον Κιριάθ-σεφέρ.
καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα τῆς Δαβιρ ἦν ἔμπροσθεν Καριαθσωφαρ πόλις γραμμάτων
12 Και είπεν ο Χάλεβ, Όστις πατάξη την Κιριάθ-σεφέρ και κυριεύση αυτήν, εις τούτον θέλω δώσει Αχσάν την θυγατέρα μου εις γυναίκα.
καὶ εἶπεν Χαλεβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν Ασχα θυγατέρα μου εἰς γυναῖκα
13 Και εκυρίευσεν αυτήν Γοθονιήλ ο υιός του Κενέζ, ο νεώτερος αδελφός του Χάλεβ· και έδωκεν εις αυτόν Αχσάν την θυγατέρα αυτού εις γυναίκα.
καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφοῦ Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ Χαλεβ τὴν Ασχα θυγατέρα αὐτοῦ εἰς γυναῖκα
14 Και αυτή, ότε απήρχετο, παρεκίνησεν αυτόν να ζητήση παρά του πατρός αυτής τον αγρόν· και κατέβη από του όνου· και είπε προς αυτήν ο Χάλεβ, τι θέλεις;
καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιηλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι
15 Η δε είπε προς αυτόν, Δος μοι ευλογίαν· επειδή έδωκας εις εμέ γην μεσημβρινήν, δος μοι και πηγάς υδάτων. Και έδωκεν εις αυτήν ο Χάλεβ τας άνω πηγάς και τας κάτω πηγάς.
καὶ εἶπεν αὐτῷ Ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν
16 Και ανέβησαν οι υιοί του Κεναίου, πενθερού του Μωϋσέως, εκ της πόλεως των φοινίκων μετά των υιών Ιούδα εις την έρημον του Ιούδα, την προς μεσημβρίαν της Αράδ· και υπήγον και κατώκησαν μετά του λαού.
καὶ οἱ υἱοὶ Ιοθορ τοῦ Κιναιου τοῦ γαμβροῦ Μωυσέως ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ιουδα ἥ ἐστιν ἐπὶ καταβάσεως Αραδ καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ
17 Και υπήγεν ο Ιούδας μετά του Συμεών αδελφού αυτού, και επάταξαν τους Χαναναίους τους κατοικούντας την Σεφάθ, και κατέστρεψαν αυτήν· και ωνόμασαν την πόλιν Ορμά.
καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψεν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεκ καὶ ἐξωλέθρευσαν αὐτούς καὶ ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα
18 Ο Ιούδας εκυρίευσε και την Γάζαν και τα όρια αυτής, και την Ασκαλώνα και τα όρια αυτής, και την Ακκαρών και τα όρια αυτής.
καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν Ἀσκαλῶνα οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν Ακκαρων οὐδὲ τὰ ὅρια αὐτῆς οὐδὲ τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς
19 Και ήτο Κύριος μετά του Ιούδα· και εκυρίευσε το όρος· αλλά δεν ηδυνήθη να εκδιώξη τους κατοίκους της κοιλάδος, διότι είχον αμάξας σιδηράς.
καὶ ἦν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτοῖς
20 Και εδόθη η Χεβρών εις τον Χάλεβ, καθώς είπεν ο Μωϋσής· και εξεδίωξεν εκείθεν τους τρεις υιούς του Ανάκ.
καὶ ἔδωκαν τῷ Χαλεβ τὴν Χεβρων καθὼς ἐλάλησεν Μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ενακ
21 Τον δε Ιεβουσαίον, τον κατοικούντα εν Ιερουσαλήμ, δεν εξεδίωξαν οι υιοί Βενιαμίν· διά τούτο ο Ιεβουσαίος κατώκησε μετά των υιών Βενιαμίν εν Ιερουσαλήμ έως της ημέρας ταύτης.
καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμιν καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ταύτης
22 Και ο οίκος Ιωσήφ ανέβησαν και αυτοί επί Βαιθήλ· και ο Κύριος ήτο μετ' αυτών.
καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ κύριος ἦν μετ’ αὐτῶν
23 Και απέστειλεν ο οίκος Ιωσήφ να κατασκοπεύσωσι την Βαιθήλ· το δε όνομα της πόλεως ήτο πρότερον Λούζ.
καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν Λουζα
24 Και είδον οι κατάσκοποι άνθρωπον εξερχόμενον εκ της πόλεως, και είπον προς αυτόν, Δείξον εις ημάς, παρακαλούμεν, την είσοδον της πόλεως, και θέλομεν κάμει έλεος εις σε.
καὶ εἶδον οἱ φυλάσσοντες καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος
25 Και έδειξεν εις αυτούς την είσοδον της πόλεως, και επάταξαν την πόλιν εν στόματι μαχαίρας· τον δε άνθρωπον και πάσαν την συγγένειαν αυτού απέπεμψαν.
καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν
26 Και υπήγεν ο άνθρωπος εις την γην των Χετταίων και ωκοδόμησε πόλιν, και ωνόμασεν αυτήν Λούζ· τούτο είναι το όνομα αυτής έως ημέρας ταύτης.
καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττιιν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης
27 Ουδέ ο Μανασσής εξεδίωξε τους κατοίκους της Βαιθ-σαν και των κωμών αυτής, ούτε της Θαανάχ και των κωμών αυτής, ούτε τους κατοίκους της Δωρ και των κωμών αυτής, ούτε τους κατοίκους της Ιβλεάμ και των κωμών αυτής, ούτε τους κατοίκους της Μεγιδδώ και των κωμών αυτής· αλλ' οι Χαναναίοι επέμενον να κατοικώσιν εν τω τόπω εκείνω.
καὶ οὐκ ἐξῆρεν Μανασση τὴν Βαιθσαν ἥ ἐστιν Σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανακ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὸν κατοικοῦντα Βαλακ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Μαγεδω οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ
28 Και ότε κατεστάθη ο Ισραήλ δυνατός, υπέβαλε τους Χαναναίους εις φόρον και δεν εξεδίωξεν αυτούς ολοκλήρως.
καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἐποίησεν τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν
29 Ουδέ ο Εφραΐμ εξεδίωξε τους Χαναναίους τους κατοικούντας εν Γεζέρ· αλλ' οι Χαναναίοι κατώκουν εν Γεζέρ μεταξύ αυτών.
καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον
30 Ουδέ ο Ζαβουλών εξεδίωξε τους κατοικούντας την Κιτρών ουδέ τους κατοικούντας την Νααλώλ· αλλ' οι Χαναναίοι κατώκουν μεταξύ αυτών και έγειναν υποτελείς.
καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων οὐδὲ τοὺς κατοικοῦντας Δωμανα καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον
31 Ουδέ ο Ασήρ εξεδίωξε τους κατοίκους της Ακχώ, ούτε τους κατοίκους της Σιδώνος, ούτε της Ααλάβ, ούτε της Αχζίβ, ούτε της Χελβά, ούτε της Αφίκ, ούτε της Ρεώβ·
καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Ασχαζι καὶ τὸν Χελβα καὶ τὸν Ναϊ καὶ τὸν Ερεω
32 αλλ' ο Ασήρ κατώκει μεταξύ των Χαναναίων των κατοίκων του τόπου· διότι δεν εξεδίωξεν αυτούς.
καὶ κατῴκησεν ὁ Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν
33 Ουδέ ο Νεφθαλί εξεδίωξε τους κατοίκους της Βαιθ-σεμές, ούτε τους κατοίκους της Βαιθ-ανάθ, αλλά κατώκει μεταξύ των Χαναναίων των κατοίκων του τόπου· οι δε κάτοικοι της Βαιθ-σεμές και της Βαιθ-ανάθ έγειναν υποτελείς εις αυτόν.
καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς καὶ τοὺς κατοικοῦντας Βαιθαναθ καὶ κατῴκησεν Νεφθαλι ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγένοντο αὐτοῖς εἰς φόρον
34 Και συνέκλεισαν οι Αμορραίοι τους υιούς Δαν εις το όρος· διότι δεν άφινον αυτούς να καταβαίνωσιν εις την κοιλάδα·
καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα
35 οι δε Αμορραίοι επέμενον να κατοικώσιν εν τω όρει Ερές, εις Αιαλών και εις Σααλβίμ· η χειρ όμως του οίκου Ιωσήφ υπερίσχυσεν, ώστε έγειναν υποτελείς.
καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβιν καὶ ἐβαρύνθη χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον
36 Το δε όριον την Αμορραίων ήτο από της αναβάσεως της Ακραββίμ, από της Πέτρας και επάνω.
καὶ τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ τῆς ἀναβάσεως Ακραβιν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω

< Κριταί 1 >