< Ἰησοῦς Nαυῆ 4 >

1 Και αφού πας ο λαός ετελείωσε διαβαίνων τον Ιορδάνην, είπε Κύριος προς τον Ιησούν, λέγων,
καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων
2 Λάβετε εις εαυτούς δώδεκα άνδρας εκ του λαού, ανά ένα άνδρα κατά φυλήν,
παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ ἕνα ἀφ’ ἑκάστης φυλῆς
3 και πρόσταξον αυτούς, λέγων, Λάβετε εντεύθεν εκ μέσου του Ιορδάνου, εκ του τόπου όπου των ιερέων οι πόδες εστάθησαν στερεοί, δώδεκα λίθους· και θέλετε μετακομίσει αυτούς μεθ' εαυτών, και θέλετε θέσει αυτούς εν τω τόπω όπου στρατοπεδεύσητε ταύτην την νύκτα.
σύνταξον αὐτοῖς λέγων ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα
4 Τότε ο Ιησούς προσεκάλεσε τους δώδεκα άνδρας, τους οποίους είχε διορίσει εκ των υιών Ισραήλ, ανά ένα άνδρα κατά φυλήν·
καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ ἕνα ἀφ’ ἑκάστης φυλῆς
5 και είπε προς αυτούς ο Ιησούς, διάβητε έμπροσθεν της κιβωτού Κυρίου του Θεού σας εν τω μέσω του Ιορδάνου, και σηκώσατε έκαστος από σας ένα λίθον επί τους ώμους αυτού, κατά τον αριθμόν των φυλών των υιών Ισραήλ·
εἶπεν αὐτοῖς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλ
6 διά να ήναι τούτο σημείον μεταξύ σας· ώστε όταν ερωτώσιν οι υιοί σας εις το μέλλον λέγοντες, Τι δηλούσιν εις εσάς οι λίθοι ούτοι;
ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν
7 τότε θέλετε αποκριθή προς αυτούς, Ότι εκόπησαν τα ύδατα του Ιορδάνου απ' έμπροσθεν της κιβωτού της διαθήκης του Κυρίου· ότε διέβαινε τον Ιορδάνην, τα ύδατα του Ιορδάνου εκόπησαν· και οι λίθοι ούτοι θέλουσιν είσθαι προς τους υιούς Ισραήλ εις μνημόσυνον έως αιώνος.
καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος
8 Και έκαμον ούτως οι υιοί Ισραήλ καθώς προσέταξεν ο Ιησούς, και έλαβον δώδεκα λίθους εκ μέσου του Ιορδάνου, καθώς είπε Κύριος προς τον Ιησούν, κατά τον αριθμόν των φυλών των υιών Ισραήλ, και μετεκόμισαν αυτούς μεθ' εαυτών εις τον τόπον όπου κατέλυσαν και έθεσαν αυτούς εκεί.
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ
9 Και άλλους δώδεκα λίθους έστησεν ο Ιησούς εν τω μέσω του Ιορδάνου, εν τω τόπω όπου εστάθησαν οι πόδες των ιερέων, των βασταζόντων την κιβωτόν της διαθήκης· και εκεί είναι μέχρι της σήμερον.
ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας
10 Οι δε ιερείς οι βαστάζοντες την κιβωτόν ίσταντο εν τω μέσω του Ιορδάνου, εωσού ετελέσθησαν πάντα όσα ο Κύριος προσέταξεν εις τον Ιησούν να είπη προς τον λαόν, κατά πάντα όσα ο Μωϋσής προσέταξεν εις τον Ιησούν· και έσπευσεν ο λαός και διέβη.
εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν
11 Και αφού πας ο λαός ετελείωσε διαβαίνων, διέβη και η κιβωτός του Κυρίου και οι ιερείς έμπροσθεν του λαού.
καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν
12 Και οι υιοί Ρουβήν και οι υιοί Γαδ και το ήμισυ της φυλής Μανασσή διέβησαν ώπλισμένοι έμπροσθεν των υιών Ισραήλ, καθώς είπε προς αυτούς ο Μωϋσής.
καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς
13 Έως τεσσαράκοντα χιλιάδες ένοπλοι διέβησαν έμπροσθεν του Κυρίου εις πόλεμον, προς τας πεδιάδας της Ιεριχώ.
τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν
14 Εν εκείνη τη ημέρα εμεγάλυνεν ο Κύριος τον Ιησούν ενώπιον παντός του Ισραήλ, και εφοβούντο αυτόν, καθώς εφοβούντο τον Μωϋσήν, πάσας τας ημέρας της ζωής αυτού.
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν Ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους Ισραηλ καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν ὅσον χρόνον ἔζη
15 Και είπε Κύριος προς τον Ιησούν λέγων,
καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων
16 Πρόσταξον τους ιερείς τους βαστάζοντας την κιβωτόν του μαρτυρίου, να αναβώσιν εκ του Ιορδάνου.
ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ιορδάνου
17 Και προσέταξεν ο Ιησούς τους ιερείς λέγων, Ανάβητε εκ του Ιορδάνου.
καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων ἔκβητε ἐκ τοῦ Ιορδάνου
18 Και αφού οι ιερείς οι βαστάζοντες την κιβωτόν της διαθήκης του Κυρίου ανέβησαν εκ μέσου του Ιορδάνου, και τα ίχνη των ποδών των ιερέων επάτησαν επί της ξηράς, τα ύδατα του Ιορδάνου επιστρέψαντα εις τον τόπον αυτών επλημμύρησαν πάσας τας όχθας αυτού, καθώς πρότερον.
καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δῑ ὅλης τῆς κρηπῖδος
19 Και ανέβη ο λαός εκ του Ιορδάνου την δεκάτην του πρώτου μηνός και εστρατοπέδευσαν εν Γαλγάλοις προς το ανατολικόν μέρος της Ιεριχώ.
καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω
20 Και τους δώδεκα εκείνους λίθους, τους οποίους έλαβον εκ του Ιορδάνου, έστησεν ο Ιησούς εν Γαλγάλοις.
καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ τοῦ Ιορδάνου ἔστησεν Ἰησοῦς ἐν Γαλγαλοις
21 Και είπε προς τους υιούς Ισραήλ, λέγων, Όταν εις το μέλλον ερωτώσιν οι υιοί σας τους πατέρας αυτών, λέγοντες, Τι δηλούσιν οι λίθοι ούτοι;
λέγων ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες τί εἰσιν οἱ λίθοι οὗτοι
22 τότε θέλετε αναγγείλει προς τους υιούς σας, λέγοντες, Διά ξηράς διέβη ο Ισραήλ τον Ιορδάνην τούτον·
ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι ἐπὶ ξηρᾶς διέβη Ισραηλ τὸν Ιορδάνην
23 διότι απεξήρανε Κύριος ο Θεός σας τα ύδατα του Ιορδάνου έμπροσθέν σας, εωσού διέβητε, καθώς έκαμε Κύριος ο Θεός σας εις την Ερυθράν θάλασσαν, την οποίαν απεξήρανεν έμπροσθεν ημών, εωσού διέβημεν·
ἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν
24 διά να γνωρίσωσι πάντες οι λαοί της γης την χείρα του Κυρίου, ότι είναι κραταιά· διά να φοβήσθε Κύριον τον Θεόν σας πάντοτε.
ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ

< Ἰησοῦς Nαυῆ 4 >