< Ἰησοῦς Nαυῆ 10 >

1 Και ως ήκουσεν Αδωνισεδέκ ο βασιλεύς της Ιερουσαλήμ ότι ο Ιησούς εκυρίευσε την Γαί και εξωλόθρευσεν αυτήν, ότι, καθώς έκαμεν εις την Ιεριχώ και εις τον βασιλέα αυτής, ούτως έκαμεν εις την Γαί και εις τον βασιλέα αυτής, και ότι οι κάτοικοι της Γαβαών έκαμον ειρήνην μετά του Ισραήλ και έμενον μεταξύ αυτών,
ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ
2 εφοβήθησαν σφόδρα· διότι ήτο πόλις μεγάλη η Γαβαών, ως μία των βασιλικών πόλεων, και διότι ήτο μεγαλητέρα της Γαί, και πάντες οι άνδρες αυτής δυνατοί.
καὶ ἐφοβήθησαν ἐν αὐτοῖς σφόδρα ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τῶν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί
3 Διά τούτο απέστειλεν Αδωνισεδέκ ο βασιλεύς της Ιερουσαλήμ προς τον Ωάμ βασιλέα της Χεβρών, και προς τον Πιράμ βασιλέα της Ιαρμούθ, και προς τον Ιαφιά βασιλέα της Λαχείς, και προς τον Δεβείρ βασιλέα της Εγλών, λέγων,
καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων
4 Ανάβητε προς εμέ και βοηθήσατέ μοι, διά να πατάξωμεν την Γαβαών· διότι έκαμεν ειρήνην μετά του Ιησού και μετά των υιών Ισραήλ.
δεῦτε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι καὶ ἐκπολεμήσωμεν Γαβαων αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ
5 Και συναχθέντες οι πέντε βασιλείς των Αμορραίων, ο βασιλεύς της Ιερουσαλήμ, ο βασιλεύς της Χεβρών, ο βασιλεύς της Ιαρμούθ, ο βασιλεύς της Λαχείς, ο βασιλεύς της Εγλών, ανέβησαν, αυτοί και πάντα τα στρατεύματα αυτών, και εστρατοπέδευσαν έμπροσθεν της Γαβαών και επολέμουν εναντίον αυτής.
καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ιεβουσαίων βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν
6 Και οι Γαβαωνίται απέστειλαν προς τον Ιησούν εις το στρατόπεδον εις Γάλγαλα, λέγοντες, Μη αποσύρης την χείρα σου από των δούλων σου· ανάβα προς ημάς ταχέως και σώσον ημάς και βοήθησον ημάς· διότι συνήχθησαν εναντίον ημών πάντες οι βασιλείς των Αμορραίων, οι κατοικούντες την ορεινήν.
καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν ὅτι συνηγμένοι εἰσὶν ἐφ’ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Αμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν
7 Και ανέβη ο Ιησούς από Γαλγάλων, αυτός και πας ο λαός ο πολεμιστής μετ' αυτού και πάντες οι δυνατοί εν ισχύϊ.
καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγαλων αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ πᾶς δυνατὸς ἐν ἰσχύι
8 Και είπε Κύριος προς τον Ιησούν, Μη φοβηθής αυτούς· διότι παρέδωκα αυτούς εις την χείρα σου· δεν θέλει σταθή έμπροσθέν σου ουδείς εξ αυτών.
καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν μὴ φοβηθῇς αὐτούς εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν
9 Ήλθε λοιπόν επ' αυτούς ο Ιησούς εξαίφνης, αναβάς από Γαλγάλων δι' όλης της νυκτός.
καὶ ἐπιπαρεγένετο ἐπ’ αὐτοὺς Ἰησοῦς ἄφνω ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων
10 Και κατετρόπωσεν αυτούς ο Κύριος έμπροσθεν του Ισραήλ, και επάταξαν αυτούς εν σφαγή μεγάλη εν Γαβαών, και κατεδίωξαν αυτούς εις την οδόν την αναβαίνουσαν προς Βαιθ-ωρών, και κατέκοπτον αυτούς έως Αζηκά και έως Μακκηδά.
καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα
11 Και ενώ, φεύγοντες απ' έμπροσθεν του Ισραήλ, ήσαν εν τη καταβάσει της Βαιθ-ωρών, ο Κύριος έρριψεν εκ του ουρανού κατ' αυτών λίθους μεγάλους έως Αζηκά, και απέθανον· περισσότεροι ήσαν οι αποθανόντες εκ των λίθων της χαλάζης, παρ' όσους οι υιοί Ισραήλ κατέκοψαν εν μαχαίρα.
ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ ἐπὶ τῆς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ
12 Τότε ελάλησεν ο Ιησούς προς τον Κύριον, καθ' ην ημέραν ο Κύριος παρέδωκε τους Αμορραίους έμπροσθεν των υιών Ισραήλ, και είπεν ενώπιον του Ισραήλ, Στήθι, ήλιε, επί την Γαβαών, και συ, σελήνη, επί την φάραγγα Αιαλών.
τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Αμορραῖον ὑποχείριον Ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ισραηλ καὶ εἶπεν Ἰησοῦς στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων
13 Και ο ήλιος εστάθη και η σελήνη έμεινεν, εωσού ο λαός εξεδικήθη τους εχθρούς αυτού. Δεν είναι τούτο γεγραμμένον εν τω βιβλίω του Ιασήρ; Και εστάθη ο ήλιος εν τω μέσω του ουρανού, και δεν έσπευσε να δύση έως μιας ολοκλήρου ημέρας.
καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς
14 Και τοιαύτη ημέρα δεν υπήρξεν ούτε πρότερον ούτε ύστερον, ώστε ο Κύριος να ακούση φωνήν ανθρώπου· διότι ο Κύριος επολέμει υπέρ του Ισραήλ.
καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τῷ Ισραηλ
15 Και επέστρεψεν ο Ιησούς, και πας ο Ισραήλ μετ' αυτού, εις το στρατόπεδον εις Γάλγαλα.
16 Οι δε πέντε βασιλείς ούτοι έφυγον και εκρύφθησαν εις σπήλαιον εν Μακκηδά.
καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα
17 Και ανήγγειλαν προς τον Ιησούν, λέγοντες, οι πέντε βασιλείς ευρέθησαν κεκρυμμένοι εις σπήλαιον εν Μακκηδά.
καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδα
18 Και είπεν ο Ιησούς, Κυλίσατε λίθους μεγάλους εις το στόμα του σπηλαίου, και καταστήσατε ανθρώπους πλησίον αυτού διά να φυλάττωσιν αυτούς·
καὶ εἶπεν Ἰησοῦς κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ’ αὐτούς
19 και σεις μη στέκεσθε· καταδιώκετε τους εχθρούς σας και πατάξατε το όπισθεν αυτών· μη αφήσητε αυτούς να εισέλθωσιν εις τας πόλεις αυτών· διότι Κύριος ο Θεός σας παρέδωκεν αυτούς εις τας χείρας σας.
ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν
20 Και αφού ο Ιησούς και οι υιοί Ισραήλ ετελείωσαν φονεύοντες αυτούς εν σφαγή μεγάλη σφόδρα, εωσού εξωλοθρεύθησαν, οι λοιποί εξ αυτών, όσοι διεσώθησαν, εισήλθον εις ωχυρωμένας πόλεις.
καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς
21 Και πας ο λαός επέστρεψεν εις το στρατόπεδον προς τον Ιησούν εις Μακκηδά εν ειρήνη· ουδείς εκίνησε την γλώσσαν αυτού κατά τινός εκ των υιών Ισραήλ.
καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδα ὑγιεῖς καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν Ισραηλ τῇ γλώσσῃ αὐτοῦ
22 Και είπεν ο Ιησούς, Ανοίξατε το στόμα του σπηλαίου και εξαγάγετε προς εμέ τους πέντε βασιλείς εκείνους εκ του σπηλαίου.
καὶ εἶπεν Ἰησοῦς ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου
23 Και έκαμον ούτω και εξήγαγον προς αυτόν τους πέντε βασιλείς εκείνους εκ του σπηλαίου, τον βασιλέα της Ιερουσαλήμ, τον βασιλέα της Χεβρών, τον βασιλέα της Ιαρμούθ, τον βασιλέα της Λαχείς, τον βασιλέα της Εγλών.
καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου τὸν βασιλέα Ιερουσαλημ καὶ τὸν βασιλέα Χεβρων καὶ τὸν βασιλέα Ιεριμουθ καὶ τὸν βασιλέα Λαχις καὶ τὸν βασιλέα Οδολλαμ
24 Και αφού εξήγαγον προς τον Ιησούν τους βασιλείς εκείνους, εκάλεσεν ο Ιησούς πάντας τους άνδρας του Ισραήλ, και είπε προς τους αρχηγούς των πολεμιστών τους ελθόντας μετ' αυτού, Πλησιάσατε, βάλετε τους πόδας σας επί τους τραχήλους των βασιλέων τούτων. Και αυτοί επλησίασαν και έβαλον τους πόδας αυτών επί τους τραχήλους αυτών.
καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ λέγων αὐτοῖς προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν
25 Και είπε προς αυτούς ο Ιησούς, Μη φοβείσθε μηδέ δειλιάτε· ανδρίζεσθε και ενδυναμούσθε· επειδή ούτω θέλει κάμει ο Κύριος εις πάντας τους εχθρούς σας, κατά των οποίων μάχεσθε.
καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε ἀνδρίζεσθε καὶ ἰσχύετε ὅτι οὕτως ποιήσει κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς
26 Και μετά ταύτα επάταξεν αυτούς ο Ιησούς και εθανάτωσεν αυτούς και εκρέμασεν αυτούς εις πέντε ξύλα· και εκρέμοντο εις τα ξύλα έως εσπέρας.
καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας
27 Περί δε την δύσιν του ηλίου, προσέταξεν ο Ιησούς, και κατεβίβασαν αυτούς από των ξύλων και έρριψαν αυτούς εις το σπήλαιον, όπου είχον κρυφθή, και εκύλισαν λίθους μεγάλους εις το στόμα του σπηλαίου, οίτινες μένουσιν έως της σήμερον ημέρας.
καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκεῖ καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας
28 Και εν εκείνη τη ημέρα εκυρίευσεν ο Ιησούς την Μακκηδά, και επάταξεν εν στόματι μαχαίρας αυτήν και τον βασιλέα αυτής· εξωλόθρευσεν αυτούς και πάσας τας ψυχάς τας εν αυτή· δεν αφήκεν υπόλοιπον· και έκαμεν εις τον βασιλέα της Μακκηδά, καθώς έκαμεν εις τον βασιλέα της Ιεριχώ.
καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδα ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω
29 Και διέβη ο Ιησούς, και πας ο Ισραήλ μετ' αυτού, εκ Μακκηδά εις Λιβνά και επολέμει την Λιβνά.
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκ Μακηδα εἰς Λεβνα καὶ ἐπολιόρκει Λεβνα
30 Και παρέδωκεν ο Κύριος και αυτήν και τον βασιλέα αυτής εις την χείρα του Ισραήλ· και επάταξεν εν στόματι μαχαίρας αυτήν και πάσας τας ψυχάς τας εν αυτή· δεν αφήκεν εν αυτή υπόλοιπον· και έκαμεν εις τον βασιλέα αυτής, καθώς έκαμεν εις τον βασιλέα της Ιεριχώ.
καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδὲ εἷς διασεσῳσμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ιεριχω
31 Και διέβη ο Ιησούς, και πας ο Ισραήλ μετ' αυτού, εκ Λιβνά εις Λαχείς, και εστρατοπέδευσε κατέναντι αυτής και επολέμει αυτήν.
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκ Λεβνα εἰς Λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν
32 Και παρέδωκεν ο Κύριος την Λαχείς εις την χείρα του Ισραήλ, και εκυρίευσεν αυτήν την δευτέραν ημέραν, και επάταξεν εν στόματι μαχαίρας αυτήν και πάσας τας ψυχάς τας εν αυτή, κατά πάντα όσα έκαμεν εις την Λιβνά.
καὶ παρέδωκεν κύριος τὴν Λαχις εἰς τὰς χεῖρας Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Λεβνα
33 Τότε ανέβη Ωράμ ο βασιλεύς της Γεζέρ διά να βοηθήση την Λαχείς· και ο Ιησούς επάταξεν αυτόν και τον λαόν αυτού, εωσού δεν αφήκεν εις αυτόν υπόλοιπον.
τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τῇ Λαχις καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσῳσμένον καὶ διαπεφευγότα
34 Και διέβη ο Ιησούς, και πας ο Ισραήλ μετ' αυτού, εκ Λαχείς εις Εγλών, και εστρατοπέδευσαν κατέναντι αυτής και επολέμουν αυτήν·
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκ Λαχις εἰς Οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν
35 και εκυρίευσαν αυτήν εν τη ημέρα εκείνη, και επάταξαν αυτήν εν στόματι μαχαίρας· και εξωλόθρευσεν εν εκείνη τη ημέρα πάσας τας ψυχάς τας εν αυτή, κατά πάντα όσα έκαμεν εις την Λαχείς.
καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τῇ Λαχις
36 Και ανέβη ο Ιησούς, και πας ο Ισραήλ μετ' αυτού, εξ Εγλών εις Χεβρών, και επολέμουν αυτήν·
καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν
37 και εκυρίευσαν αυτήν και επάταξαν εν στόματι μαχαίρας αυτήν και τον βασιλέα αυτής και πάσας τας πόλεις αυτής και πάσας τας ψυχάς τας εν αυτή· δεν αφήκεν υπόλοιπον· κατά πάντα όσα έκαμεν εις την Εγλών· και εξωλόθρευσεν αυτήν και πάσας τας ψυχάς τας εν αυτή.
καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ὅσα ἦν ἐν αὐτῇ οὐκ ἦν διασεσῳσμένος ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ
38 Και έστρεψεν ο Ιησούς, και πας ο Ισραήλ μετ' αυτού· εις Δεβείρ και επολέμουν αυτήν·
καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν
39 και εκυρίευσεν αυτήν και τον βασιλέα αυτής και πάσας τας πόλεις αυτής· και επάταξαν αυτούς εν στόματι μαχαίρας και εξωλόθρευσαν πάσας τας ψυχάς τας εν αυτή, δεν αφήκεν υπόλοιπον· καθώς έκαμεν εις την Χεβρών, ούτως έκαμεν εις την Δεβείρ και εις τον βασιλέα αυτής· και καθώς έκαμεν εις την Λιβνά και εις τον βασιλέα αυτής.
ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσῳσμένον ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τῷ βασιλεῖ αὐτῆς οὕτως ἐποίησαν τῇ Δαβιρ καὶ τῷ βασιλεῖ αὐτῆς
40 Ούτως επάταξεν ο Ιησούς πάσαν την γην την ορεινήν και την μεσημβρινήν και την πεδινήν και την Ασδώθ και πάντας τους βασιλείς αυτών· δεν αφήκεν υπόλοιπον, αλλ' εξωλόθρευσε παν το έχον πνοήν, καθώς προσέταξε Κύριος ο Θεός του Ισραήλ.
καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλεῖς αὐτῆς οὐ κατέλιπον αὐτῶν σεσῳσμένον καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ
41 Και επάταξεν αυτούς ο Ιησούς από Κάδης-βαρνή έως Γάζης, και πάσαν την γην Γεσέν, έως Γαβαών.
ἀπὸ Καδης Βαρνη ἕως Γάζης πᾶσαν τὴν Γοσομ ἕως τῆς Γαβαων
42 Και πάντας τούτους τους βασιλείς και την γην αυτών ο Ιησούς εκυρίευσε διά μιας, διότι Κύριος ο Θεός του Ισραήλ επολέμει υπέρ του Ισραήλ.
καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τῷ Ισραηλ
43 Και επέστρεψεν ο Ιησούς, και πας Ισραήλ μετ' αυτού, εις το στρατόπεδον εις Γάλγαλα.

< Ἰησοῦς Nαυῆ 10 >