< Κατα Ιωαννην 1 >

1 Εν αρχή ήτο ο Λόγος, και ο Λόγος ήτο παρά τω Θεώ, και Θεός ήτο ο Λόγος.
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
2 Ούτος ήτο εν αρχή παρά τω Θεώ.
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
3 Πάντα δι' αυτού έγειναν, και χωρίς αυτού δεν έγεινεν ουδέ εν, το οποίον έγεινεν.
πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
4 Εν αυτώ ήτο ζωή, και η ζωή ήτο το φως των ανθρώπων.
ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,
5 Και το φως εν τη σκοτία φέγγει και η σκοτία δεν κατέλαβεν αυτό.
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6 Υπήρξεν άνθρωπος απεσταλμένος παρά Θεού, ονομαζόμενος Ιωάννης·
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
7 ούτος ήλθεν εις μαρτυρίαν, διά να μαρτυρήση περί του φωτός, διά να πιστεύσωσι πάντες δι' αυτού.
οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.
8 Δεν ήτο εκείνος το φως, αλλά διά να μαρτυρήση περί του φωτός.
οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9 Ήτο το φως το αληθινόν, το οποίον φωτίζει πάντα άνθρωπον ερχόμενον εις τον κόσμον.
ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
10 Ήτο εν τω κόσμω, και ο κόσμος έγεινε δι' αυτού, και ο κόσμος δεν εγνώρισεν αυτόν.
ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11 Εις τα ίδια ήλθε, και οι ίδιοι δεν εδέχθησαν αυτόν.
εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
12 Όσοι δε εδέχθησαν αυτόν, εις αυτούς έδωκεν εξουσίαν να γείνωσι τέκνα Θεού, εις τους πιστεύοντας εις το όνομα αυτού·
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
13 οίτινες ουχί εξ αιμάτων ουδέ εκ θελήματος σαρκός ουδέ εκ θελήματος ανδρός, αλλ' εκ Θεού εγεννήθησαν.
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.
14 Και ο Λόγος έγεινε σαρξ και κατώκησε μεταξύ ημών, και είδομεν την δόξαν αυτού, δόξαν ως μονογενούς παρά του Πατρός, πλήρης χάριτος και αληθείας.
καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
15 Ο Ιωάννης μαρτυρεί περί αυτού και εφώναξε, λέγων· Ούτος ήτο περί ου είπον, Ο οπίσω μου ερχόμενος είναι ανώτερος μου, διότι ήτο πρότερός μου.
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν (ὃν εἶπον· *NK(o)*) ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
16 Και πάντες ημείς ελάβομεν εκ του πληρώματος αυτού και χάριν αντί χάριτος·
(ὅτι *N(K)O*) ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.
17 διότι και ο νόμος εδόθη διά του Μωϋσέως· η δε χάρις και αλήθεια έγεινε διά Ιησού Χριστού.
ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
18 Ουδείς είδε ποτέ τον Θεόν· ο μονογενής Υιός, ο ων εις τον κόλπον του Πατρός, εκείνος εφανέρωσεν αυτόν.
Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· (ὁ *ko*) μονογενὴς (θεὸς *N(K)O*) ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
19 Και αύτη είναι η μαρτυρία του Ιωάννου, ότε απέστειλαν οι Ιουδαίοι εξ Ιεροσολύμων ιερείς και Λευΐτας διά να ερωτήσωσιν αυτόν· Συ τις είσαι;
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν (πρὸς αὐτὸν *no*) οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ;
20 Και ώμολόγησε και δεν ηρνήθη· και ώμολόγησεν ότι δεν είμαι εγώ ο Χριστός.
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
21 Και ηρώτησαν αυτόν· Τι λοιπόν; Ηλίας είσαι συ; και λέγει, δεν είμαι. Ο προφήτης είσαι συ; και απεκρίθη, Ουχί.
Καὶ ἠρώτησαν αὐτόν· τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· οὔ.
22 Είπον λοιπόν προς αυτόν· Τις είσαι; διά να δώσωμεν απόκρισιν εις τους αποστείλαντας ημάς· τι λέγεις περί σεαυτού;
εἶπαν οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
23 Απεκρίθη· Εγώ είμαι φωνή βοώντος εν τη ερήμω, ευθύνατε την οδόν του Κυρίου, καθώς είπεν Ησαΐας ο προφήτης.
ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· εὐθύνατε τὴν ὁδὸν κυρίου· καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
24 Οι δε απεσταλμένοι ήσαν εκ των Φαρισαίων·
καὶ (οἱ *k*) ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων
25 και ηρώτησαν αυτόν και είπον προς αυτόν· Διά τι λοιπόν βαπτίζεις, εάν συ δεν είσαι ο Χριστός ούτε ο Ηλίας ούτε ο προφήτης;
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς (οὐδὲ *N(k)O*) Ἠλίας (οὐδὲ *N(k)O*) ὁ προφήτης;
26 Απεκρίθη προς αυτούς ο Ιωάννης λέγων· Εγώ βαπτίζω εν ύδατι· εν μέσω δε υμών ίσταται εκείνος, τον οποίον σεις δεν γνωρίζετε·
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος (δὲ *k*) ὑμῶν (ἕστηκεν *NK(o)*) ὃν ὑμεῖς οὐκ οἴδατε,
27 αυτός είναι ο οπίσω μου ερχόμενος, όστις είναι ανώτερός μου, του οποίου εγώ δεν είμαι άξιος να λύσω το λωρίον του υποδήματος αυτού.
(αὐτός ἐστιν *k*) ὁ ὀπίσω μου ἐρχόμενος, (ὃς ἔμπροσθέν μου γέγονεν· *K*) οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
28 Ταύτα έγειναν εν Βηθαβαρά πέραν του Ιορδάνου, όπου ήτο ο Ιωάννης βαπτίζων.
ταῦτα ἐν (Βηθανίᾳ *N(k)O*) ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν (ὁ *no*) Ἰωάννης βαπτίζων.
29 Τη επαύριον βλέπει ο Ιωάννης τον Ιησούν ερχόμενον προς αυτόν και λέγει· Ιδού, ο Αμνός του Θεού ο αίρων την αμαρτίαν του κόσμου.
Τῇ ἐπαύριον βλέπει (ὁ Ἰωάννης *k*) τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
30 Ούτος είναι περί ου εγώ είπον· Οπίσω μου έρχεται ανήρ, όστις είναι ανώτερός μου, διότι ήτο πρότερός μου.
οὗτός ἐστιν (ὑπὲρ *N(k)O*) οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν.
31 Και εγώ δεν εγνώριζον αυτόν, αλλά διά να φανερωθή εις τον Ισραήλ, διά τούτο ήλθον εγώ βαπτίζων εν τω ύδατι.
κἀγὼ κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν (τῷ *k*) ὕδατι βαπτίζων.
32 Και εμαρτύρησεν ο Ιωάννης, λέγων ότι Είδον το Πνεύμα καταβαίνον ως περιστεράν εξ ουρανού και έμεινεν επ' αυτόν.
καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον (ὡς *N(k)O*) περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.
33 Και εγώ δεν εγνώριζον αυτόν· αλλ' ο πέμψας με διά να βαπτίζω εν ύδατι εκείνος μοι είπεν· εις όντινα ίδης το Πνεύμα καταβαίνον και μένον επ' αυτόν, ούτος είναι ο βαπτίζων εν Πνεύματι Αγίω.
κἀγὼ κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.
34 Και εγώ είδον και εμαρτύρησα, ότι ούτος είναι ο Υιός του Θεού.
κἀγὼ κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ (υἱὸς *NK(O)*) τοῦ θεοῦ.
35 Τη επαύριον πάλιν ίστατο ο Ιωάννης και δύο εκ των μαθητών αυτού,
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
36 και εμβλέψας εις τον Ιησούν περιπατούντα, λέγει· Ιδού, ο Αμνός του Θεού.
καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
37 Και ήκουσαν αυτόν οι δύο μαθηταί λαλούντα και ηκολούθησαν τον Ιησούν.
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
38 Στραφείς δε ο Ιησούς και ιδών αυτούς ακολουθούντας, λέγει προς αυτούς· Τι ζητείτε; Οι δε είπον προς αυτόν, Ραββί, το οποίον ερμηνευόμενον λέγεται, Διδάσκαλε, που μένεις;
Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββί, ὃ λέγεται (μεθερμηνευόμενον *N(k)O*) διδάσκαλε, ποῦ μένεις;
39 Λέγει προς αυτούς· Έλθετε και ίδετε, ήλθον και είδον που μένει, και έμειναν παρ' αυτώ την ημέραν εκείνην· η δε ώρα ήτο ως δεκάτη.
λέγει αὐτοῖς· ἔρχεσθε καὶ (ὄψεσθε. *N(k)O*) ἦλθαν (οὖν *NO*) καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα (δέ *k*) ἦν ὡς δεκάτη.
40 Ήτο Ανδρέας ο αδελφός του Σίμωνος Πέτρου εις εκ των δύο, οίτινες ήκουσαν περί αυτού παρά του Ιωάννου και ηκολούθησαν αυτόν.
ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
41 Ούτος πρώτος ευρίσκει τον εαυτού αδελφόν Σίμωνα και λέγει προς αυτόν· Ευρήκαμεν τον Μεσσίαν, το οποίον μεθερμηνευόμενον είναι ο Χριστός.
Εὑρίσκει οὗτος (πρῶτον *N(k)O*) τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον (ὅ *k*) χριστός.
42 Και έφερεν αυτόν προς τον Ιησούν. Εμβλέψας δε εις αυτόν ο Ιησούς είπε· Συ είσαι Σίμων, ο υιός του Ιωνά· συ θέλεις ονομασθή Κηφάς, το οποίον ερμηνεύεται Πέτρος.
(καὶ *k*) ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας (δὲ *k*) αὐτῷ ὁ Ἰησοῦς εἶπεν· σὺ εἶ Σίμων ὁ υἱὸς (Ἰωάννου· *N(K)O*) σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
43 Τη επαύριον ηθέλησεν ο Ιησούς να εξέλθη εις την Γαλιλαίαν· και ευρίσκει τον Φίλιππον και λέγει προς αυτόν· Ακολούθει μοι.
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι.
44 Ήτο δε ο Φίλιππος από Βηθσαϊδά, εκ της πόλεως Ανδρέου και Πέτρου.
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
45 Ευρίσκει Φίλιππος τον Ναθαναήλ και λέγει προς αυτόν· Εκείνον τον οποίον έγραψεν ο Μωϋσής εν τω νόμω και οι προφήται ευρήκαμεν, Ιησούν τον υιόν του Ιωσήφ τον από Ναζαρέτ.
Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν (τὸν *ko*) υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
46 Και είπε προς αυτόν ο Ναθαναήλ· Εκ Ναζαρέτ δύναται να προέλθη τι αγαθόν; Λέγει προς αυτόν ο Φίλιππος, Έρχου και ίδε.
καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ (ὁ *no*) Φίλιππος· ἔρχου καὶ ἴδε.
47 Είδεν ο Ιησούς τον Ναθαναήλ ερχόμενον προς αυτόν και λέγει περί αυτού· Ιδού, αληθώς Ισραηλίτης, εις τον οποίον δόλος δεν υπάρχει.
Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
48 Λέγει προς αυτόν ο Ναθαναήλ· Πόθεν με γινώσκεις; Απεκρίθη ο Ιησούς και είπε προς αυτόν· Πριν ο Φίλιππος σε φωνάξη, όντα υποκάτω της συκής, είδόν σε.
λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
49 Απεκρίθη ο Ναθαναήλ και λέγει προς αυτόν· Ραββί, συ είσαι ο Υιός του Θεού, συ είσαι ο βασιλεύς του Ισραήλ.
ἀπεκρίθη αὐτῷ Ναθαναήλ (καὶ λέγει· *k*) ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ (ὁ *k*) βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
50 Απεκρίθη ο Ιησούς και είπε προς αυτόν· Επειδή σοι είπον· είδόν σε υποκάτω της συκής, πιστεύεις; μεγαλήτερα τούτων θέλεις ιδεί.
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι (ὅτι *no*) εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.
51 Και λέγει προς αυτόν· Αληθώς, αληθώς σας λέγω· από του νυν θέλετε ιδεί τον ουρανόν ανεωγμένον και τους αγγέλους του Θεού αναβαίνοντας και καταβαίνοντας επί τον Υιόν του ανθρώπου.
καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν (ἀπ᾽ ἄρτι, *K*) ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

< Κατα Ιωαννην 1 >