< Κατα Ιωαννην 9 >

1 Και ενώ ανεχώρει, είδεν άνθρωπον τυφλόν εκ γενετής.
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 Και ηρώτησαν αυτόν οι μαθηταί αυτού, λέγοντες· Ραββί, τις ήμαρτεν, ούτος ή οι γονείς αυτού, ώστε να γεννηθή τυφλός;
Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 Απεκρίθη ο Ιησούς· Ούτε ούτος ήμαρτεν ούτε οι γονείς αυτού, αλλά διά να φανερωθώσι τα έργα του Θεού εν αυτώ.
Ἀπεκρίθη ὁ Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
4 Εγώ πρέπει να εργάζωμαι τα έργα του πέμψαντός με, εωσού είναι ημέρα· έρχεται νυξ ότε ουδείς δύναται να εργάζηται.
Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 Ενόσω είμαι εν τω κόσμω, είμαι φως του κόσμου.
Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6 Αφού είπε ταύτα, έπτυσε χαμαί και έκαμε πηλόν εκ του πτύσματος και επέχρισε τον πηλόν επί τους οφθαλμούς του τυφλού
Ταῦτα εἰπών, ἔπτυσε χαμαί, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ,
7 και είπε προς αυτόν· Ύπαγε, νίφθητι εις την κολυμβήθραν του Σιλωάμ, το οποίον ερμηνεύεται απεσταλμένος. Υπήγε λοιπόν και ενίφθη, και ήλθε βλέπων.
καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ — ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 Οι δε γείτονες και όσοι έβλεπον αυτόν πρότερον ότι ήτο τυφλός έλεγον δεν είναι ούτος, όστις εκάθητο και εζήτει;
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 Άλλοι έλεγον ότι ούτος είναι· άλλοι δε ότι όμοιος αυτού είναι. Εκείνος έλεγεν ότι εγώ είμαι.
Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.
10 Έλεγον λοιπόν προς αυτόν· Πως ηνοίχθησαν οι οφθαλμοί σου;
Ἔλεγον οὖν αὐτῷ, Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 Απεκρίθη εκείνος και είπεν· Άνθρωπος λεγόμενος Ιησούς έκαμε πηλόν και επέχρισε τους οφθαλμούς μου και μοι είπεν· Ύπαγε εις την κολυμβήθραν του Σιλωάμ και νίφθητι· αφού δε υπήγα και ενίφθην, ανέβλεψα.
Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς, καὶ εἶπέ μοι, Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, καὶ νίψαι. Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα.
12 Είπον λοιπόν προς αυτόν· Που είναι εκείνος; Λέγει· Δεν εξεύρω.
Εἶπον οὖν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.
13 Φέρουσιν αυτόν τον ποτέ τυφλόν προς τους Φαρισαίους.
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 Ήτο δε σάββατον, ότε έκαμε τον πηλόν ο Ιησούς και ήνοιξε τους οφθαλμούς αυτού.
Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15 Πάλιν λοιπόν ηρώτων αυτόν και οι Φαρισαίοι πως ανέβλεψε. Και εκείνος είπε προς αυτούς· Πηλόν έβαλεν επί τους οφθαλμούς μου, και ενίφθην, και βλέπω.
Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω.
16 Έλεγον λοιπόν τινές εκ των Φαρισαίων· Ούτος ο άνθρωπος δεν είναι παρά του Θεού, διότι δεν φυλάττει το σάββατον. Άλλοι έλεγον· Πως δύναται άνθρωπος αμαρτωλός να κάμνη τοιαύτα θαύματα; Και ήτο σχίσμα μεταξύ αυτών.
Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 Λέγουσι πάλιν προς τον τυφλόν· Συ τι λέγεις περί αυτού, επειδή ήνοιξε τους οφθαλμούς σου; Και εκείνος είπεν ότι προφήτης είναι.
Λέγουσι τῷ τυφλῷ πάλιν, Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.
18 Δεν επίστευσαν λοιπόν οι Ιουδαίοι περί αυτού ότι ήτο τυφλός και ανέβλεψεν, έως ότου εφώναξαν τους γονείς αυτού του αναβλέψαντος
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος,
19 και ηρώτησαν αυτούς, λέγοντες· Ούτος είναι ο υιός σας, τον οποίον σεις λέγετε ότι εγεννήθη τυφλός; πως λοιπόν βλέπει τώρα;
καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;
20 Απεκρίθησαν προς αυτούς οι γονείς αυτού και είπον· Εξεύρομεν ότι ούτος είναι ο υιός ημών και ότι εγεννήθη τυφλός·
Ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 Πως δε βλέπει τώρα δεν εξεύρομεν, ή τις ήνοιξε τους οφθαλμούς αυτού ημείς δεν εξεύρομεν· αυτός ηλικίαν έχει, αυτόν ερωτήσατε, αυτός περί εαυτού θέλει λαλήσει.
πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ αὐτοῦ λαλήσει.
22 Ταύτα είπον οι γονείς αυτού, διότι εφοβούντο τους Ιουδαίους· επειδή ήδη είχον συμφωνήσει οι Ιουδαίοι, εάν τις ομολογήση αυτόν Χριστόν, να γείνη αποσυνάγωγος.
Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
23 Διά τούτο οι γονείς αυτού είπον ότι ηλικίαν έχει, αυτόν ερωτήσατε.
Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
24 Εφώναξαν λοιπόν εκ δευτέρου τον άνθρωπον, όστις ήτο τυφλός, και είπον προς αυτόν· Δόξασον τον Θεόν· ημείς εξεύρομεν ότι ο άνθρωπος ούτος είναι αμαρτωλός.
Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ, Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
25 Απεκρίθη λοιπόν εκείνος και είπεν· Αν ήναι αμαρτωλός δεν εξεύρω· εν εξεύρω, ότι ήμην τυφλός και τώρα βλέπω.
Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.
26 Είπον δε προς αυτόν πάλιν· τι σοι έκαμε; πως ήνοιξε τους οφθαλμούς σου;
Εἶπον δὲ αὐτῷ πάλιν, Τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
27 Απεκρίθη προς αυτούς· Σας είπον ήδη, και δεν ηκούσατε· διά τι πάλιν θέλετε να ακούητε; μήπως και σεις θέλετε να γείνητε μαθηταί αυτού;
Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 Ελοιδόρησαν λοιπόν αυτόν και είπον· Συ είσαι μαθητής εκείνου· ημείς δε του Μωϋσέως είμεθα μαθηταί.
Ἐλοιδόρησαν οὖν αὐτόν, καὶ εἶπον, Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.
29 Ημείς εξεύρομεν ότι προς τον Μωϋσήν ελάλησεν ο Θεός· τούτον όμως δεν εξεύρομεν πόθεν είναι.
Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 Απεκρίθη ο άνθρωπος και είπε προς αυτούς· Εν τούτω μάλιστα είναι το θαυμαστόν, ότι σεις δεν εξεύρετε πόθεν είναι, και ήνοιξέ μου τους οφθαλμούς.
Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
31 Εξεύρομεν δε ότι αμαρτωλούς ο Θεός δεν ακούει, αλλ' εάν τις ήναι θεοσεβής και κάμνη το θέλημα αυτού, τούτον ακούει.
Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32 Εκ του αιώνος δεν ηκούσθη ότι ήνοιξέ τις οφθαλμούς γεγεννημένου τυφλού. (aiōn g165)
Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. (aiōn g165)
33 Εάν ούτος δεν ήτο παρά Θεού, δεν ηδύνατο να κάμη ουδέν.
Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 Απεκρίθησαν και είπον προς αυτόν· Συ εγεννήθης όλος εν αμαρτίαις, και συ διδάσκεις ημάς; και εξέβαλον αυτόν έξω.
Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Ήκουσεν ο Ιησούς ότι εξέβαλον αυτόν έξω, και ευρών αυτόν είπε προς αυτόν· Συ πιστεύεις εις τον Υιόν του Θεού;
Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ, Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
36 Απεκρίθη εκείνος και είπε· Τις είναι, Κύριε, διά να πιστεύσω εις αυτόν;
Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε, Τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37 Και ο Ιησούς είπε προς αυτόν· Και είδες αυτόν και ο λαλών μετά σου εκείνος είναι.
Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38 Ο δε είπε· Πιστεύω, Κύριε· και προσεκύνησεν αυτόν.
Ὁ δὲ ἔφη, Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
39 Και είπεν ο Ιησούς· Εγώ διά κρίσιν ήλθον εις τον κόσμον τούτον, διά να βλέπωσιν οι μη βλέποντες και να γείνωσι τυφλοί οι βλέποντες.
Καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
40 Και ήκουσαν ταύτα όσοι εκ των Φαρισαίων ήσαν μετ' αυτού, και είπον προς αυτόν· Μήπως και ημείς είμεθα τυφλοί;
Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41 Είπε προς αυτούς ο Ιησούς· Εάν ήσθε τυφλοί, δεν ηθέλετε έχει αμαρτίαν· τώρα όμως λέγετε ότι βλέπομεν· η αμαρτία σας λοιπόν μένει.
Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.

< Κατα Ιωαννην 9 >