< Κατα Ιωαννην 7 >

1 Και περιεπάτει ο Ιησούς μετά ταύτα εν τη Γαλιλαία· διότι δεν ήθελε να περιπατή εν τη Ιουδαία, επειδή οι Ιουδαίοι εζήτουν να θανατώσωσιν αυτόν.
Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
2 Επλησίαζε δε η εορτή των Ιουδαίων, η σκηνοπηγία.
Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία.
3 Είπον λοιπόν προς αυτόν οι αδελφοί αυτού· Μετάβηθι εντεύθεν και ύπαγε εις την Ιουδαίαν, διά να ίδωσι και οι μαθηταί σου τα έργα σου, τα οποία κάμνεις·
Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς.
4 διότι ουδείς πράττει τι κρυφίως και ζητεί αυτός να ήναι φανερός. Εάν πράττης ταύτα, φανέρωσον σεαυτόν εις τον κόσμον.
Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
5 Διότι ουδέ οι αδελφοί αυτού επίστευον εις αυτόν.
Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
6 Λέγει λοιπόν προς αυτούς ο Ιησούς· Ο καιρός ο ιδικός μου δεν ήλθεν έτι, ο δε καιρός ο ιδικός σας είναι πάντοτε έτοιμος.
Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
7 Δεν δύναται ο κόσμος να μισή εσάς· εμέ όμως μισεί, διότι εγώ μαρτυρώ περί αυτού ότι τα έργα αυτού είναι πονηρά.
Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
8 Σεις ανάβητε εις την εορτήν ταύτην· εγώ δεν αναβαίνω έτι εις την εορτήν ταύτην, διότι ο καιρός μου δεν επληρώθη έτι.
Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.
9 Και αφού είπε ταύτα προς αυτούς, έμεινεν εν τη Γαλιλαία.
Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Αφού δε ανέβησαν οι αδελφοί αυτού, τότε και αυτός ανέβη εις την εορτήν, ουχί φανερώς αλλά κρυφίως πως.
Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ.
11 Οι Ιουδαίοι λοιπόν εζήτουν αυτόν εν τη εορτή και έλεγον· Που είναι εκείνος;
Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;
12 Και ήτο πολύς γογγυσμός περί αυτού μεταξύ των όχλων. Άλλοι μεν έλεγον ότι είναι καλός· άλλοι δε έλεγον, Ουχί, αλλά πλανά τον όχλον.
Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
13 Ουδείς όμως ελάλει παρρησία περί αυτού διά τον φόβον των Ιουδαίων.
Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Και ενώ η εορτή ήτο ήδη περί τα μέσα, ανέβη ο Ιησούς εις το ιερόν και εδίδασκε.
Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε.
15 Και εθαύμαζον οι Ιουδαίοι, λέγοντες· Πως ούτος εξεύρει γράμματα, ενώ δεν έμαθεν;
Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;
16 Απεκρίθη προς αυτούς ο Ιησούς και είπεν· Η ιδική μου διδαχή δεν είναι εμού, αλλά του πέμψαντός με.
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με.
17 Εάν τις θέλη να κάμη το θέλημα αυτού, θέλει γνωρίσει περί της διδαχής, αν ήναι εκ του Θεού ή αν εγώ λαλώ απ' εμαυτού.
Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ.
18 Όστις λαλεί αφ' εαυτού, ζητεί την δόξαν την ιδικήν αυτού, όστις όμως ζητεί την δόξαν του πέμψαντος αυτόν, ούτος είναι αληθής, και αδικία εν αυτώ δεν υπάρχει.
Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 Ο Μωϋσής δεν σας έδωκε τον νόμον; και ουδείς από σας εκπληροί τον νόμον. Διά τι ζητείτε να μη θανατώσητε;
Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;
20 Απεκρίθη ο όχλος και είπε· Δαιμόνιον έχεις· τις ζητεί να σε θανατώση;
Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
21 Απεκρίθη ο Ιησούς και είπε προς αυτούς· Εν έργον έκαμον, και πάντες θαυμάζετε.
Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.
22 Διά τούτο ο Μωϋσής σας έδωκε την περιτομήν, ουχί ότι είναι εκ του Μωϋσέως, αλλ' εκ των πατέρων, και εν σαββάτω περιτέμνετε άνθρωπον.
Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν — οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων — καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
23 Εάν λαμβάνη άνθρωπος περιτομήν εν σαββάτω, διά να μη λυθή ο νόμος του Μωϋσέως, οργίζεσθε κατ' εμού διότι έκαμον ολόκληρον άνθρωπον υγιή εν σαββάτω;
Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
24 Μη κρίνετε κατ' όψιν, αλλά την δικαίαν κρίσιν κρίνατε.
Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
25 Έλεγον λοιπόν τινές εκ των Ιεροσολυμιτών· Δεν είναι ούτος, τον οποίον ζητούσι να θανατώσωσι;
Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
26 Και ιδού, παρρησία λαλεί, και δεν λέγουσι προς αυτόν ουδέν. Μήπως τωόντι εγνώρισαν οι άρχοντες ότι ούτος είναι αληθώς ο Χριστός;
Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός;
27 Αλλά τούτον εξεύρομεν πόθεν είναι· ο δε Χριστός όταν έρχεται, ουδείς γινώσκει πόθεν είναι.
Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
28 Εφώναξε λοιπόν ο Ιησούς, διδάσκων εν τω ιερώ, και είπε· Και εμέ εξεύρετε και πόθεν είμαι εξεύρετε· και απ' εμαυτού δεν ήλθον, αλλ' είναι αληθινός ο πέμψας με, τον οποίον σεις δεν εξεύρετε·
Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.
29 εγώ όμως εξεύρω αυτόν, διότι παρ' αυτού είμαι και εκείνος με απέστειλεν.
Ἐγὼ δὲ οἶδα αὐτόν, ὅτι παρ᾿ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.
30 Εζήτουν λοιπόν να πιάσωσιν αυτόν, και ουδείς επέβαλεν επ' αυτόν την χείρα, διότι δεν είχεν ελθεί έτι η ώρα αυτού.
Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
31 Πολλοί δε εκ του όχλου επίστευσαν εις αυτόν και έλεγον ότι ο Χριστός όταν έλθη, μήπως θέλει κάμει θαύματα πλειότερα τούτων, τα οποία ούτος έκαμεν;
Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
32 Ήκουσαν οι Φαρισαίοι τον όχλον ότι εγόγγυζε ταύτα περί αυτού, και απέστειλαν οι Φαρισαίοι και οι αρχιερείς υπηρέτας διά να πιάσωσιν αυτόν.
Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.
33 Είπε λοιπόν προς αυτούς ο Ιησούς· Έτι ολίγον καιρόν είμαι μεθ' υμών, και υπάγω προς τον πέμψαντά με.
Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
34 Θέλετε με ζητήσει και δεν θέλετε με ευρεί· και όπου είμαι εγώ, σεις δεν δύνασθε να έλθητε.
Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
35 Είπον λοιπόν οι Ιουδαίοι προς αλλήλους· Που μέλλει ούτος να υπάγη, ώστε ημείς δεν θέλομεν ευρεί αυτόν; Μήπως μέλλει να υπάγη εις τους διεσπαρμένους μεταξύ των Ελλήνων και να διδάσκη τους Έλληνας;
Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;
36 Τις είναι ούτος ο λόγος τον οποίον είπε, Θέλετε με ζητήσει και δεν θέλετε με ευρεί, και, όπου είμαι εγώ, σεις δεν δύνασθε να έλθητε;
Τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Κατά δε την τελευταίαν ημέραν την μεγάλην της εορτής ίστατο ο Ιησούς και έκραξε λέγων· Εάν τις διψά, ας έρχηται προς εμέ και ας πίνη.
Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38 Όστις πιστεύει εις εμέ, καθώς είπεν η γραφή, ποταμοί ύδατος ζώντος θέλουσι ρεύσει εκ της κοιλίας αυτού.
Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
39 Τούτο δε είπε περί του Πνεύματος, το οποίον έμελλον να λαμβάνωσιν οι πιστεύοντες εις αυτόν· διότι δεν ήτο έτι δεδομένον Πνεύμα Άγιον, επειδή ο Ιησούς έτι δεν εδοξάσθη.
Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, ὅτι ὁ Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 Πολλοί λοιπόν εκ του όχλου ακούσαντες τον λόγον, έλεγον· Ούτος είναι αληθώς ο προφήτης.
Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
41 Άλλοι έλεγον· Ούτος είναι ο Χριστός. Άλλοι δε έλεγον· Μη γαρ εκ της Γαλιλαίας έρχεται ο Χριστός;
Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός. Ἄλλοι δὲ ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 Δεν είπεν η γραφή ότι εκ του σπέρματος του Δαβίδ και από της κώμης Βηθλεέμ, όπου ήτο ο Δαβίδ, έρχεται ο Χριστός;
Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαβίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαβίδ, ὁ Χριστὸς ἔρχεται;
43 Σχίσμα λοιπόν έγεινε μεταξύ του όχλου δι' αυτόν.
Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν.
44 Τινές δε εξ αυτών ήθελον να πιάσωσιν αυτόν, αλλ' ουδείς επέβαλεν επ' αυτόν τας χείρας.
Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας.
45 Ήλθον λοιπόν οι υπηρέται προς τους αρχιερείς και Φαρισαίους, και εκείνοι είπον προς αυτούς· Διά τι δεν εφέρετε αυτόν;
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
46 Απεκρίθησαν οι υπηρέται· Ουδέποτε ελάλησεν άνθρωπος ούτω, καθώς ούτος ο άνθρωπος.
Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
47 Απεκρίθησαν λοιπόν προς αυτούς οι Φαρισαίοι· Μήπως και σεις επλανήθητε;
Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 Μήπως τις εκ των αρχόντων επίστευσεν εις αυτόν ή εκ των Φαρισαίων;
Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;
49 Αλλ' ο όχλος ούτος, όστις δεν γνωρίζει τον νόμον, είναι επικατάρατοι.
Ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι.
50 Λέγει ο Νικόδημος προς αυτούς, ο ελθών προς αυτόν διά νυκτός, εις ων εξ αυτών.
Λέγει Νικόδημος πρὸς αὐτούς — ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν —
51 Μήπως ο νόμος ημών κρίνει τον άνθρωπον, εάν δεν ακούση παρ' αυτού πρότερον και μάθη τι πράττει;
Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52 Απεκρίθησαν και είπον προς αυτόν· Μήπως και συ εκ της Γαλιλαίας είσαι; ερεύνησον και ίδε ότι προφήτης εκ της Γαλιλαίας δεν ηγέρθη.
Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
53 Και υπήγεν έκαστος εις τον οίκον αυτού.
Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·

< Κατα Ιωαννην 7 >