< Κατα Ιωαννην 3 >
1 Ήτο δε άνθρωπός τις εκ των Φαρισαίων, Νικόδημος ονομαζόμενος, άρχων των Ιουδαίων.
Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·
2 Ούτος ήλθε προς τον Ιησούν διά νυκτός και είπε προς αυτόν· Ραββί, εξεύρομεν ότι από Θεού ήλθες διδάσκαλος· διότι ουδείς δύναται να κάμνη τα σημεία ταύτα, τα οποία συ κάμνεις, εάν δεν ήναι ο Θεός μετ' αυτού.
οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ⸂δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετʼ αὐτοῦ.
3 Απεκρίθη ο Ιησούς και είπε προς αυτόν· Αληθώς, αληθώς σοι λέγω, εάν τις δεν γεννηθή άνωθεν, δεν δύναται να ίδη την βασιλείαν του Θεού.
⸀ἀπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ.
4 Λέγει προς αυτόν ο Νικόδημος· Πως δύναται άνθρωπος να γεννηθή γέρων ων; μήποτε δύναται να εισέλθη δευτέραν φοράν εις την κοιλίαν της μητρός αυτού και να γεννηθή;
λέγει πρὸς αὐτὸν ⸀ὁΝικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
5 Απεκρίθη ο Ιησούς· Αληθώς, αληθώς σοι λέγω, εάν τις δεν γεννηθή εξ ύδατος και Πνεύματος, δεν δύναται να εισέλθη εις την βασιλείαν του Θεού.
⸀ἀπεκρίθηἸησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
6 Το γεγεννημένον εκ της σαρκός είναι σαρξ και το γεγεννημένον εκ του Πνεύματος είναι πνεύμα.
τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.
7 Μη θαυμάσης ότι σοι είπον, Πρέπει να γεννηθήτε άνωθεν.
μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
8 Ο άνεμος όπου θέλει πνέει, και την φωνήν αυτού ακούεις, αλλά δεν εξεύρεις πόθεν έρχεται και που υπάγει· ούτως είναι πας, όστις εγεννήθη εκ του Πνεύματος.
τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
9 Απεκρίθη ο Νικόδημος και είπε προς αυτόν· Πως δύνανται να γείνωσι ταύτα;
ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι;
10 Απεκρίθη ο Ιησούς και είπε προς αυτόν· Συ είσαι ο διδάσκαλος του Ισραήλ και ταύτα δεν εξεύρεις;
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
11 Αληθώς, αληθώς σοι λέγω ότι εκείνο το οποίον εξεύρομεν λαλούμεν και εκείνο το οποίον είδομεν μαρτυρούμεν, και την μαρτυρίαν ημών δεν δέχεσθε.
ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
12 Εάν τα επίγεια σας είπον και δεν πιστεύητε, πως, εάν σας είπω τα επουράνια, θέλετε πιστεύσει;
εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
13 Και ουδείς ανέβη εις τον ουρανόν ειμή ο καταβάς εκ του ουρανού, ο Υιός του ανθρώπου, ο ων εν τω ουρανώ.
καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ⸀ἀνθρώπου
14 Και καθώς ο Μωϋσής ύψωσε τον όφιν εν τη ερήμω, ούτω πρέπει να υψωθή ο Υιός του ανθρώπου,
καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
15 διά να μη απολεσθή πας ο πιστεύων εις αυτόν, αλλά να έχη ζωήν αιώνιον. (aiōnios )
ἵνα πᾶς ὁ πιστεύων ⸂ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. (aiōnios )
16 Διότι τόσον ηγάπησεν ο Θεός τον κόσμον, ώστε έδωκε τον Υιόν αυτού τον μονογενή, διά να μη απολεσθή πας ο πιστεύων εις αυτόν, αλλά να έχη ζωήν αιώνιον. (aiōnios )
Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν ⸀υἱὸντὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλὰ ἔχῃ ζωὴν αἰώνιον. (aiōnios )
17 Επειδή δεν απέστειλεν ο Θεός τον Υιόν αυτού εις τον κόσμον διά να κρίνη τον κόσμον, αλλά διά να σωθή ο κόσμος δι' αυτού.
οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν ⸀υἱὸνεἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ.
18 Όστις πιστεύει εις αυτόν δεν κρίνεται, όστις όμως δεν πιστεύει είναι ήδη κεκριμένος, διότι δεν επίστευσεν εις το όνομα του μονογενούς Υιού του Θεού.
ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ ⸀δὲμὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.
19 Και αύτη είναι η κρίσις, ότι το φως ήλθεν εις τον κόσμον, και οι άνθρωποι ηγάπησαν το σκότος μάλλον παρά το φώς· διότι ήσαν πονηρά τα έργα αυτών.
αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ ⸂αὐτῶν πονηρὰ τὰ ἔργα.
20 Επειδή πας, όστις πράττει φαύλα, μισεί το φως και δεν έρχεται εις το φως, διά να μη ελεγχθώσι τα έργα αυτού·
πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·
21 όστις όμως πράττει την αλήθειαν, έρχεται εις το φως, διά να φανερωθώσι τα έργα αυτού ότι επράχθησαν κατά Θεόν.
ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα.
22 Μετά ταύτα ήλθεν ο Ιησούς και οι μαθηταί αυτού εις την γην της Ιουδαίας, και εκεί διέτριβε μετ' αυτών και εβάπτιζεν.
Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετʼ αὐτῶν καὶ ἐβάπτιζεν.
23 Ήτο δε και ο Ιωάννης βαπτίζων εν Αινών πλησίον του Σαλείμ, διότι ήσαν εκεί ύδατα πολλά, και ήρχοντο και εβαπτίζοντο·
ἦν δὲ καὶ ⸀ὁἸωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
24 Επειδή ο Ιωάννης δεν ήτο έτι βεβλημένος εις την φυλακήν.
οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ⸀ὁἸωάννης.
25 Έγεινε λοιπόν συζήτησις περί καθαρισμού παρά των μαθητών του Ιωάννου με Ιουδαίους τινάς.
Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.
26 Και ήλθον προς τον Ιωάννην και είπον προς αυτόν· Ραββί, εκείνος όστις ήτο μετά σου πέραν του Ιορδάνου, εις τον οποίον συ εμαρτύρησας, ιδού, ούτος βαπτίζει και πάντες έρχονται προς αυτόν.
καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
27 Απεκρίθη ο Ιωάννης και είπε· Δεν δύναται ο άνθρωπος να λαμβάνη ουδέν, εάν δεν ήναι δεδομένον εις αυτόν εκ του ουρανού.
ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν ⸂οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
28 Σεις αυτοί είσθε μάρτυρές μου ότι είπον· Δεν είμαι εγώ ο Χριστός, αλλ' ότι είμαι απεσταλμένος έμπροσθεν εκείνου.
αὐτοὶ ὑμεῖς ⸀μοιμαρτυρεῖτε ὅτι ⸀εἶπον Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός, ἀλλʼ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
29 Όστις έχει την νύμφην είναι νυμφίος· ο δε φίλος του νυμφίου, ο ιστάμενος και ακούων αυτόν, χαίρει καθ' υπερβολήν διά την φωνήν του νυμφίου. Αύτη λοιπόν η χαρά η ιδική μου επληρώθη.
ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
30 Εκείνος πρέπει να αυξάνη, εγώ δε να ελαττόνωμαι.
ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31 Ο ερχόμενος άνωθεν είναι υπεράνω πάντων. Ο ων εκ της γης εκ της γης είναι και εκ της γης λαλεί· ο ερχόμενος εκ του ουρανού είναι υπεράνω πάντων,
Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν·
32 και εκείνο το οποίον είδε και ήκουσε, τούτο μαρτυρεί, και ουδείς δέχεται την μαρτυρίαν αυτού.
⸀ὃἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
33 Όστις δεχθή την μαρτυρίαν αυτού επεσφράγισεν ότι ο Θεός είναι αληθής.
ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν.
34 Διότι εκείνος, τον οποίον απέστειλεν ο Θεός, τους λόγους του Θεού λαλεί· επειδή ο Θεός δεν δίδει εις αυτόν το Πνεύμα με μέτρον.
ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου ⸀δίδωσιντὸ πνεῦμα.
35 Ο Πατήρ αγαπά τον Υιόν και πάντα έδωκεν εις την χείρα αυτού.
ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
36 Όστις πιστεύει εις τον Υιόν έχει ζωήν αιώνιον· όστις όμως απειθεί εις τον Υιόν δεν θέλει ιδεί ζωήν, αλλ' η οργή του Θεού μένει επάνω αυτού. (aiōnios )
ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλʼ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπʼ αὐτόν. (aiōnios )