< Κατα Ιωαννην 20 >
1 Την δε πρώτην της εβδομάδος Μαρία η Μαγδαληνή έρχεται εις το μνημείον το πρωΐ, ενώ έτι ήτο σκότος, και βλέπει τον λίθον σηκωμένον εκ του μνημείου.
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 Τρέχει λοιπόν και έρχεται προς τον Σίμωνα Πέτρον και προς τον άλλον μαθητήν, τον οποίον ηγάπα ο Ιησούς, και λέγει προς αυτούς· Εσήκωσαν τον Κύριον εκ του μνημείου, και δεν εξεύρομεν που έθεσαν αυτόν.
τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς καὶ λέγει αὐτοῖς· ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
3 Εξήλθε λοιπόν ο Πέτρος και ο άλλος μαθητής και ήρχοντο εις το μνημείον.
Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον·
4 Έτρεχον δε οι δύο ομού· και ο άλλος μαθητής προέτρεξε ταχύτερον του Πέτρου και ήλθε πρώτος εις το μνημείον,
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
5 και παρακύψας βλέπει κείμενα τα σάβανα, δεν εισήλθεν όμως.
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
6 Έρχεται λοιπόν ο Σίμων Πέτρος ακολουθών αυτόν, και εισήλθεν εις το μνημείον και θεωρεί τα σάβανα κείμενα,
Ἔρχεται οὖν (καὶ *no*) Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
7 και το σουδάριον, το οποίον ήτο επί της κεφαλής αυτού, κείμενον ουχί ομού με τα σάβανα, αλλά χωριστά τετυλιγμένον εις ένα τόπον.
καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
8 Τότε λοιπόν εισήλθε και ο άλλος μαθητής ο ελθών πρώτος εις το μνημείον, και είδε και επίστευσε·
Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν·
9 διότι δεν ενόουν έτι την γραφήν ότι πρέπει αυτός να αναστηθή εκ νεκρών.
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
10 Ανεχώρησαν λοιπόν πάλιν εις τα ίδια οι μαθηταί.
ἀπῆλθον οὖν πάλιν πρὸς (αὐτοὺς *N(k)O*) οἱ μαθηταί.
11 Η δε Μαρία ίστατο πλησίον του μνημείου κλαίουσα έξω. Ενώ λοιπόν έκλαιεν, έκυψεν εις το μνημείον·
Μαρία δὲ εἱστήκει πρὸς (τῷ μνημείῳ *N(k)O*) ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον,
12 και βλέπει δύο αγγέλους με λευκά ιμάτια καθημένους, ένα προς την κεφαλήν και ένα προς τους πόδας, εκεί όπου έκειτο το σώμα του Ιησού.
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
13 Και λέγουσι προς αυτήν εκείνοι· Γύναι, τι κλαίεις; Λέγει προς αυτούς· Διότι εσήκωσαν τον Κύριόν μου, και δεν εξεύρω που έθεσαν αυτόν.
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
14 Και αφού είπε ταύτα, εστράφη εις τα οπίσω και θεωρεί τον Ιησούν ιστάμενον, και δεν ήξευρεν ότι είναι ο Ιησούς.
(Καὶ *k*) ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι (ὁ *k*) Ἰησοῦς ἐστιν.
15 Λέγει προς αυτήν ο Ιησούς· Γύναι, τι κλαίεις; τίνα ζητείς; Εκείνη νομίζουσα ότι είναι ο κηπουρός, λέγει προς αυτόν· Κύριε, εάν συ εσήκωσας αυτόν, ειπέ μοι που έθεσας αυτόν, και εγώ θέλω σηκώσει αυτόν.
λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ κἀγὼ αὐτὸν ἀρῶ.
16 Λέγει προς αυτήν ο Ιησούς· Μαρία. Εκείνη στραφείσα λέγει προς αυτόν· Ραββουνί, το οποίον λέγεται, Διδάσκαλε.
λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· (Μαριάμ. *N(k)O*) στραφεῖσα ἐκείνη λέγει αὐτῷ (Ἑβραϊστί· *NO*) ραββουνι, ὃ λέγεται, διδάσκαλε.
17 Λέγει προς αυτήν ο Ιησούς· Μη μου άπτου· διότι δεν ανέβην έτι προς τον Πατέρα μου. Αλλ' ύπαγε προς τους αδελφούς μου και ειπέ προς αυτούς· Αναβαίνω προς τον Πατέρα μου και Πατέρα σας και Θεόν μου και Θεόν σας.
λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα (μου. *ko*) πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
18 Έρχεται Μαρία η Μαγδαληνή και απαγγέλλει προς τους μαθητάς ότι είδε τον Κύριον και ότι είπε ταύτα προς αυτήν.
Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ (ἀγγέλλουσα *N(k)O*) τοῖς μαθηταῖς ὅτι (ἑώρακα *N(K)O*) τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
19 Το εσπέρας λοιπόν της ημέρας εκείνης της πρώτης της εβδομάδος, ενώ αι θύραι ήσαν κεκλεισμέναι, όπου οι μαθηταί ήσαν συνηγμένοι διά τον φόβον των Ιουδαίων, ήλθεν ο Ιησούς και εστάθη εις το μέσον, και λέγει προς αυτούς· Ειρήνη υμίν.
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ (τῶν *k*) σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ (συνηγμένοι *K*) διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
20 Και τούτο ειπών έδειξεν εις αυτούς τας χείρας και την πλευράν αυτού. Εχάρησαν λοιπόν οι μαθηταί ιδόντες τον Κύριον.
καὶ τοῦτο εἰπὼν ἔδειξεν (καὶ *O*) τὰς χεῖρας καὶ τὴν πλευρὰν (αὐτοῦ *k*) αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
21 Είπε δε πάλιν προς αυτούς ο Ιησούς· Ειρήνη υμίν· καθώς με απέστειλεν ο Πατήρ, και εγώ πέμπω εσάς.
Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατὴρ κἀγὼ κἀγὼ πέμπω ὑμᾶς.
22 Και τούτο ειπών, ενεφύσησε και λέγει προς αυτούς· Λάβετε Πνεύμα Άγιον.
καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον.
23 Αν τινών συγχωρήσητε τας αμαρτίας, είναι συγκεχωρημέναι εις αυτούς, αν τινών κρατήτε, είναι κεκρατημέναι.
ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, (ἀφέωνται *N(k)O*) αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
24 Θωμάς δε, εις εκ των δώδεκα, ο λεγόμενος Δίδυμος, δεν ήτο μετ' αυτών ότε ήλθεν ο Ιησούς.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν (ὁ *k*) Ἰησοῦς.
25 Έλεγον λοιπόν προς αυτόν οι άλλοι μαθηταί· Είδομεν τον Κύριον. Ο δε είπε προς αυτούς· Εάν δεν ίδω εν ταις χερσίν αυτού τον τύπον των ήλων και βάλω τον δάκτυλόν μου εις τον τύπον των ήλων, και βάλω την χείρα μου εις την πλευράν αυτού, δεν θέλω πιστεύσει.
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 Και μεθ' ημέρας οκτώ πάλιν ήσαν έσω οι μαθηταί αυτού και Θωμάς μετ' αυτών. Έρχεται ο Ιησούς, ενώ αι θύραι ήσαν κεκλεισμέναι, και εστάθη εις το μέσον και είπεν· Ειρήνη υμίν.
Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.
27 Έπειτα λέγει προς τον Θωμάν· Φέρε τον δάκτυλόν σου εδώ και ίδε τας χείρας μου, και φέρε την χείρα σου και βάλε εις την πλευράν μου, και μη γίνου άπιστος αλλά πιστός.
εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
28 Και απεκρίθη ο Θωμάς και είπε προς αυτόν· Ο Κύριός μου και ο Θεός μου.
(Καὶ *k*) ἀπεκρίθη (ὁ *k*) Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ κύριός μου καὶ ὁ θεός μου.
29 Λέγει προς αυτόν ο Ιησούς· Επειδή με είδες, Θωμά, επίστευσας· μακάριοι όσοι δεν είδον και επίστευσαν.
λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με (Θωμᾷ *k*) πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
30 Και άλλα πολλά θαύματα έκαμεν ο Ιησούς ενώπιον των μαθητών αυτού, τα οποία δεν είναι γεγραμμένα εν τω βιβλίω τούτω·
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
31 ταύτα δε εγράφησαν διά να πιστεύσητε ότι ο Ιησούς είναι ο Χριστός ο Υιός του Θεού, και πιστεύοντες να έχητε ζωήν εν τω ονόματι αυτού.
ταῦτα δὲ γέγραπται ἵνα (πιστεύσητε *NK(o)*) ὅτι (ὁ *k*) Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.