< Κατα Ιωαννην 2 >

1 Και την τρίτην ημέραν έγεινε γάμος εν Κανά της Γαλιλαίας, και ήτο η μήτηρ του Ιησού εκεί.
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
2 Προσεκλήθη δε και ο Ιησούς και οι μαθηταί αυτού εις τον γάμον.
ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
3 Και επειδή έλειψεν ο οίνος, λέγει η μήτηρ του Ιησού προς αυτόν· Οίνον δεν έχουσι.
Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσι.
4 Λέγει προς αυτήν ο Ιησούς· Τι είναι μεταξύ εμού και σου, γύναι; δεν ήλθεν έτι η ώρα μου.
Λέγει αὐτῇ ὁ Ἰησοῦς, Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.
5 Λέγει η μήτηρ αυτού προς τους υπηρέτας· ό, τι σας λέγει, κάμετε.
Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.
6 Ήσαν δε εκεί υδρίαι λίθιναι εξ κείμεναι κατά το έθος του καθαρισμού των Ιουδαίων, χωρούσαι εκάστη δύο ή τρία μέτρα.
Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
7 Λέγει προς αυτούς ο Ιησούς· Γεμίσατε τας υδρίας ύδατος. Και εγέμισαν αυτάς έως άνω.
Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
8 Και λέγει προς αυτούς· Αντλήσατε τώρα και φέρετε προς τον αρχιτρίκλινον. Και έφεραν.
Καὶ λέγει αὐτοῖς, Ἀντλήσατε νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν.
9 Καθώς δε ο αρχιτρίκλινος εγεύθη το ύδωρ εις οίνον μεταβεβλημένον και δεν ήξευρε πόθεν είναι, οι υπηρέται όμως ήξευρον οι αντλήσαντες το ύδωρ φωνάζει τον νυμφίον ο αρχιτρίκλινος
Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν — οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ — φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος,
10 και λέγει προς αυτόν· Πας άνθρωπος πρώτον τον καλόν οίνον βάλλει, και αφού πίωσι πολύ, τότε τον κατώτερον· συ εφύλαξας τον καλόν οίνον έως τώρα.
καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
11 Ταύτην την αρχήν των θαυμάτων έκαμεν ο Ιησούς εν Κανά της Γαλιλαίας και εφανέρωσε την δόξαν αυτού, και επίστευσαν εις αυτόν οι μαθηταί αυτού.
Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετά τούτο κατέβη εις Καπερναούμ αυτός και η μήτηρ αυτού και οι αδελφοί αυτού και οι μαθηταί αυτού, και εκεί έμειναν ουχ πολλάς ημέρας.
Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 Επλησίαζε δε το πάσχα των Ιουδαίων, και ανέβη εις Ιεροσόλυμα ο Ιησούς.
Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
14 Και εύρεν εν τω ιερώ, τους πωλούντας βόας και πρόβατα και περιστεράς, και τους αργυραμοιβούς καθημένους.
Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους.
15 Και ποιήσας μάστιγα εκ σχοινίων, εδίωξε πάντας εκ του ιερού και τα πρόβατα και τους βόας, και τα νομίσματα των αργυραμοιβών έχυσε και τας τραπέζας ανέτρεψε,
Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψε·
16 και προς τους πωλούντας τας περιστεράς είπε· Σηκώσατε ταύτα εντεύθεν· μη κάμνετε τον οίκον του Πατρός μου οίκον εμπορίου.
καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
17 Τότε ενεθυμήθησαν οι μαθηταί αυτού ότι είναι γεγραμμένον, Ο ζήλος του οίκου σου με κατέφαγεν.
Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.
18 Απεκρίθησαν λοιπόν οι Ιουδαίοι και είπον προς αυτόν· Τι σημείον δεικνύεις εις ημάς, διότι κάμνεις ταύτα;
Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
19 Απεκρίθη ο Ιησούς και είπε προς αυτούς· Χαλάσατε τον ναόν τούτον, και διά τριών ημερών θέλω εγείρει αυτόν.
Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
20 Και οι Ιουδαίοι είπον· Εις τεσσαράκοντα και εξ έτη ωκοδομήθη ο ναός ούτος, και συ θέλεις εγείρει αυτόν εις τρεις ημέρας;
Εἶπον οὖν οἱ Ἰουδαῖοι, Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
21 Εκείνος όμως έλεγε περί του ναού του σώματος αυτού.
Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
22 Ότε λοιπόν ηγέρθη εκ νεκρών, ενεθυμήθησαν οι μαθηταί αυτού ότι τούτο έλεγε προς αυτούς, και επίστευσαν εις την γραφήν και εις τον λόγον, τον οποίον είπεν ο Ιησούς.
Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν αὐτοῖς· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.
23 Και ενώ ήτο εν Ιεροσολύμοις κατά την εορτήν του πάσχα, πολλοί επίστευσαν εις το όνομα αυτού, βλέποντες αυτού τα θαύματα, τα οποία έκαμνεν.
Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ Πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
24 Αυτός δε ο Ιησούς δεν ενεπιστεύετο εις αυτούς, διότι εγνώριζε πάντας,
Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας,
25 και διότι δεν είχε χρείαν διά να μαρτυρήση τις περί του ανθρώπου· επειδή αυτός εγνώριζε τι ήτο εντός του ανθρώπου.
καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.

< Κατα Ιωαννην 2 >