< Κατα Ιωαννην 11 >

1 Ήτο δε τις ασθενής Λάζαρος από Βηθανίας, εκ της κώμης της Μαρίας και Μάρθας της αδελφής αυτής.
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 Η δε Μαρία ήτο η αλείψασα τον Κύριον με μύρον και σπογγίσασα τους πόδας αυτού με τας τρίχας αυτής, της οποίας ο αδελφός Λάζαρος ησθένει.
Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 Απέστειλαν λοιπόν αι αδελφαί προς αυτόν, λέγουσαι· Κύριε, ιδού, εκείνος τον οποίον αγαπάς, ασθενεί.
Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 Και ακούσας ο Ιησούς είπεν· Αύτη η ασθένεια δεν είναι προς θάνατον, αλλ' υπέρ της δόξης του Θεού, διά να δοξασθή ο Υιός του Θεού δι' αυτής.
Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς.
5 Ηγάπα δε ο Ιησούς την Μάρθαν και την αδελφήν αυτής και τον Λάζαρον.
Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 Καθώς λοιπόν ήκουσεν ότι ασθενεί, τότε μεν έμεινε δύο ημέρας εν τω τόπω όπου ήτο·
Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.
7 έπειτα μετά τούτο λέγει προς τους μαθητάς· Ας υπάγωμεν εις την Ιουδαίαν πάλιν.
Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 Λέγουσι προς αυτόν οι μαθηταί· Ραββί, τώρα εζήτουν να σε λιθοβολήσωσιν οι Ιουδαίοι, και πάλιν υπάγεις εκεί;
Λέγουσιν αὐτῷ οἱ μαθηταί, Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 Απεκρίθη ο Ιησούς· Δεν είναι δώδεκα αι ώραι της ημέρας; εάν τις περιπατή εν τη ημέρα, δεν προσκόπτει, διότι βλέπει το φως του κόσμου τούτου·
Ἀπεκρίθη Ἰησοῦς, Οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει.
10 εάν τις όμως περιπατή εν τη νυκτί, προσκόπτει, διότι το φως δεν είναι εν αυτώ.
Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 Ταύτα είπε, και μετά τούτο λέγει προς αυτούς· Λάζαρος ο φίλος ημών εκοιμήθη· αλλά υπάγω διά να εξυπνήσω αυτόν.
Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 Είπον λοιπόν οι μαθηταί αυτού· Κύριε, αν εκοιμήθη, θέλει σωθή.
Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ, Κύριε, εἰ κεκοίμηται, σωθήσεται.
13 Αλλ' ο Ιησούς είχεν ειπεί περί του θανάτου αυτού· εκείνοι όμως ενόμισαν ότι λέγει περί της κοιμήσεως του ύπνου.
Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 Τότε λοιπόν είπε προς αυτούς ο Ιησούς παρρησία· Ο Λάζαρος απέθανε.
Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανε.
15 Και χαίρω διά σας, διά να πιστεύσητε, διότι δεν ήμην εκεί· αλλ' ας υπάγωμεν προς αυτόν.
Καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
16 Είπε δε ο Θωμάς, ο λεγόμενος Δίδυμος προς τους συμμαθητάς· Ας υπάγωμεν και ημείς, διά να αποθάνωμεν μετ' αυτού.
Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖς συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
17 Ελθών λοιπόν ο Ιησούς εύρεν αυτόν τέσσαρας ημέρας έχοντα ήδη εν τω μνημείω.
Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
18 Ήτο δε η Βηθανία πλησίον των Ιεροσολύμων, απέχουσα ως δεκαπέντε στάδια.
Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε·
19 Και πολλοί εκ των Ιουδαίων είχον ελθεί προς την Μάρθαν και Μαρίαν, διά να παρηγορήσωσιν αυτάς περί του αδελφού αυτών.
καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
20 Η Μάρθα λοιπόν, καθώς ήκουσεν ότι ο Ιησούς έρχεται, υπήντησεν αυτόν· η δε Μαρία εκάθητο εν τω οίκω.
Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 Είπε λοιπόν η Μάρθα προς τον Ιησούν· Κύριε, εάν ήσο εδώ, ο αδελφός μου δεν ήθελεν αποθάνει.
Εἶπεν οὖν Μάρθα πρὸς τὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.
22 Πλην και τώρα εξεύρω ότι όσα ζητήσης παρά του Θεού, θέλει σοι δώσει ο Θεός.
Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.
23 Λέγει προς αυτήν ο Ιησούς· Ο αδελφός σου θέλει αναστηθή.
Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἀναστήσεται ὁ ἀδελφός σου.
24 Λέγει προς αυτόν η Μάρθα· Εξεύρω ότι θέλει αναστηθή εν τη αναστάσει εν τη εσχάτη ημέρα.
Λέγει αὐτῷ Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 Είπε προς αυτήν ο Ιησούς· Εγώ είμαι η ανάστασις και η ζωή· ο πιστεύων εις εμέ, και αν αποθάνη, θέλει ζήσει·
Εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται·
26 και πας όστις ζη και πιστεύει εις εμέ δεν θέλει αποθάνει εις τον αιώνα. Πιστεύεις τούτο; (aiōn g165)
καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; (aiōn g165)
27 Λέγει προς αυτόν· Ναι, Κύριε, εγώ επίστευσα ότι συ είσαι ο Χριστός, ο Υιός του Θεού, ο ερχόμενος εις τον κόσμον.
Λέγει αὐτῷ, Ναί, Κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Και αφού είπε ταύτα, υπήγε και εφώναξε Μαρίαν την αδελφήν αυτής κρυφίως και είπεν· Ο Διδάσκαλος ήλθε και σε κράζει.
Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, εἰποῦσα, Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.
29 Εκείνη, καθώς ήκουσε, σηκόνεται ταχέως και έρχεται προς αυτόν.
Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν.
30 Δεν είχε δε ελθεί ο Ιησούς έτι εις την κώμην, αλλ' ήτο εν τω τόπω, όπου υπήντησεν αυτόν η Μάρθα.
Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 Οι Ιουδαίοι λοιπόν, οι όντες μετ' αυτής εν τη οικία και παρηγορούντες αυτήν, ιδόντες την Μαρίαν ότι εσηκώθη ταχέως και εξήλθεν, ηκολούθησαν αυτήν, λέγοντες ότι υπάγει εις το μνημείον, διά να κλαύση εκεί.
Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ.
32 Η Μαρία λοιπόν καθώς ήλθεν όπου ήτο ο Ιησούς, ιδούσα αυτόν έπεσεν εις τους πόδας αυτού, λέγουσα προς αυτόν· Κύριε, εάν ήσο εδώ, ο αδελφός μου δεν ήθελεν αποθάνει.
Ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
33 Ο δε Ιησούς, καθώς είδεν αυτήν κλαίουσαν και τους ελθόντας μετ' αυτής Ιουδαίους κλαίοντας, εστέναξεν εν τη ψυχή αυτού και εταράχθη,
Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν,
34 και είπε· Που εβάλετε αυτόν; Λέγουσι προς αυτόν· Κύριε, ελθέ και ίδε.
καὶ εἶπε, Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε.
35 Εδάκρυσεν ο Ιησούς.
Ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 Έλεγον λοιπόν οι Ιουδαίοι· Ιδέ πόσον ηγάπα αυτόν.
Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν.
37 Τινές δε εξ αυτών είπον· Δεν ηδύνατο ούτος, όστις ήνοιξε τους οφθαλμούς του τυφλού, να κάμη ώστε και ούτος να μη αποθάνη;
Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 Ο Ιησούς λοιπόν, πάλιν στενάζων εν εαυτώ, έρχεται εις το μνημείον· ήτο δε σπήλαιον, και έκειτο λίθος επ' αυτού.
Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.
39 Λέγει ο Ιησούς· Σηκώσατε τον λίθον. Λέγει προς αυτόν η αδελφή του αποθανόντος η Μάρθα· Κύριε, όζει ήδη· διότι είναι τεσσάρων ημερών.
Λέγει ὁ Ἰησοῦς, Ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.
40 Λέγει προς αυτήν ο Ιησούς· Δεν σοι είπον ότι εάν πιστεύσης, θέλεις ιδεί την δόξαν του Θεού;
Λέγει αὐτῇ ὁ Ἰησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
41 Εσήκωσαν λοιπόν τον λίθον, όπου έκειτο ο αποθανών. Ο δε Ιησούς, υψώσας τους οφθαλμούς άνω, είπε· Πάτερ, ευχαριστώ σοι ότι μου ήκουσας.
Ἦραν οὖν τὸν λίθον, οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42 Και εγώ εγνώριζον ότι πάντοτε μου ακούεις· αλλά διά τον όχλον τον περιεστώτα είπον τούτο, διά να πιστεύσωσιν ότι συ με απέστειλας.
Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 Και ταύτα ειπών, μετά φωνής μεγάλης εκραύγασε· Λάζαρε, ελθέ έξω.
Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε, Λάζαρε, δεῦρο ἔξω.
44 Και εξήλθεν ο τεθνηκώς, δεδεμένος τους πόδας και τας χείρας με τα σάβανα, και το πρόσωπον αυτού ήτο περιδεδεμένον με σουδάριον. Λέγει προς αυτούς ο Ιησούς· Λύσατε αυτόν και αφήσατε να υπάγη.
Καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Λύσατε αὐτόν, καὶ ἄφετε ὑπάγειν.
45 Πολλοί λοιπόν εκ των Ιουδαίων, οίτινες είχον ελθεί εις την Μαρίαν και είδον όσα έκαμεν ο Ιησούς, επίστευσαν εις αυτόν.
Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
46 Τινές δε εξ αυτών απήλθον προς τους Φαρισαίους και είπον προς αυτούς όσα έκαμεν ο Ιησούς.
Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.
47 Συνεκρότησαν λοιπόν συνέδριον οι αρχιερείς και οι Φαρισαίοι και έλεγον· Τι κάμνομεν, διότι ούτος ο άνθρωπος πολλά θαύματα κάμνει.
Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.
48 Εάν αφήσωμεν αυτόν ούτω, πάντες θέλουσι πιστεύσει εις αυτόν, και θέλουσιν ελθεί οι Ρωμαίοι και αφανίσει και τον τόπον ημών και το έθνος.
Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 Εις δε τις εξ αυτών, ο Καϊάφας, όστις ήτο αρχιερεύς του ενιαυτού εκείνου, είπε προς αυτούς· Σεις δεν εξεύρετε τίποτε,
Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 ουδέ συλλογίζεσθε ότι μας συμφέρει να αποθάνη εις άνθρωπος υπέρ του λαού και να μη απολεσθή όλον το έθνος.
οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 Τούτο δε αφ' εαυτού δεν είπεν, αλλ' αρχιερεύς ων του ενιαυτού εκείνου προεφήτευσεν ότι έμελλεν ο Ιησούς να αποθάνη υπέρ του έθνους,
Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
52 και ουχί μόνον υπέρ του έθνους, αλλά και διά να συνάξη εις εν τα τέκνα του Θεού τα διεσκορπισμένα.
καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 Απ' εκείνης λοιπόν της ημέρας συνεβουλεύθησαν, διά να θανατώσωσιν αυτόν.
Ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 Όθεν ο Ιησούς δεν περιεπάτει πλέον παρρησία μεταξύ των Ιουδαίων, αλλ' ανεχώρησεν εκείθεν εις τον τόπον πλησίον της ερήμου, εις πόλιν λεγομένην Εφραΐμ, και εκεί διέτριβε μετά των μαθητών αυτού.
Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
55 Επλησίαζε δε το πάσχα των Ιουδαίων, και πολλοί ανέβησαν εκ του τόπου εκείνου εις Ιεροσόλυμα προ του πάσχα, διά να καθαρίσωσιν εαυτούς.
Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 Εζήτουν λοιπόν τον Ιησούν και έλεγον προς αλλήλους ιστάμενοι εν τω ιερώ· Τι σας φαίνεται ότι δεν θέλει ελθεί εις την εορτήν;
Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί δοκεῖ ὑμῖν; Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 Είχον δε δώσει προσταγήν και οι αρχιερείς και οι Φαρισαίοι, εάν τις μάθη που είναι, να μηνύση, διά να πιάσωσιν αυτόν.
Δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

< Κατα Ιωαννην 11 >