< Ἰώβ 7 >

1 Δεν είναι εκστρατεία ο βίος του ανθρώπου επί της γης; αι ημέραι αυτού ως ημέραι μισθωτού;
πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ
2 Καθώς ο δούλος επιποθεί την σκιάν, και καθώς ο μισθωτός αναμένει τον μισθόν αυτού,
ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ
3 ούτως εγώ έλαβον διά κληρονομίαν μήνας ματαιότητος, και οδυνηραί νύκτες διωρίσθησαν εις εμέ.
οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν
4 Όταν πλαγιάζω, λέγω, Πότε θέλω εγερθή, και θέλει περάσει η νυξ; και είμαι πλήρης ανησυχίας έως της αυγής·
ἐὰν κοιμηθῶ λέγω πότε ἡμέρα ὡς δ’ ἂν ἀναστῶ πάλιν πότε ἑσπέρα πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί
5 Η σαρξ μου είναι περιενδεδυμένη σκώληκας και βώλους χώματος· το δέρμα μου διασχίζεται και ρέει.
φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων
6 Αι ημέραι μου είναι ταχύτεραι της κερκίδος του υφαντού, και χάνονται άνευ ελπίδος.
ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι
7 Ενθυμήθητι ότι η ζωή μου είναι άνεμος· ο οφθαλμός μου δεν θέλει επιστρέψει διά να ίδη αγαθόν.
μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν
8 Ο οφθαλμός του βλέποντός με δεν θέλει με ιδεί πλέον· οι οφθαλμοί σου είναι επ' εμέ, και εγώ δεν υπάρχω.
οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με οἱ ὀφθαλμοί σου ἐν ἐμοί καὶ οὐκέτι εἰμὶ
9 Καθώς το νέφος διαλύεται και χάνεται ούτως ο καταβαίνων εις τον τάφον δεν θέλει επαναβή· (Sheol h7585)
ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ’ οὐρανοῦ ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην οὐκέτι μὴ ἀναβῇ (Sheol h7585)
10 δεν θέλει επιστρέψει πλέον εις τον οίκον αυτού, και ο τόπος αυτού δεν θέλει γνωρίσει αυτόν πλέον.
οὐδ’ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ
11 Διά τούτο εγώ δεν θέλω κρατήσει το στόμα μου· θέλω λαλήσει εν τη αγωνία του πνεύματός μου· θέλω θρηνολογήσει εν τη πικρία της ψυχής μου.
ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου λαλήσω ἐν ἀνάγκῃ ὤν ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος
12 Θάλασσα είμαι ή κήτος, ώστε έθεσας επ' εμέ φυλακήν;
πότερον θάλασσά εἰμι ἢ δράκων ὅτι κατέταξας ἐπ’ ἐμὲ φυλακήν
13 Όταν λέγω, Η κλίνη μου θέλει με παρηγορήσει, η κοίτη μου θέλει ελαφρώσει το παράπονόν μου,
εἶπα ὅτι παρακαλέσει με ἡ κλίνη μου ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου
14 τότε με φοβίζεις με όνειρα και με καταπλήττεις με οράσεις·
ἐκφοβεῖς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις
15 και η ψυχή μου εκλέγει αγχόνην και θάνατον, παρά τα οστά μου.
ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου
16 Αηδίασα· δεν θέλω ζήσει εις τον αιώνα· λείψον απ' εμού· διότι αι ημέραι μου είναι ματαιότης.
οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι ἵνα μακροθυμήσω ἀπόστα ἀπ’ ἐμοῦ κενὸς γάρ μου ὁ βίος
17 Τι είναι ο άνθρωπος, ώστε μεγαλύνεις αυτόν, και βάλλεις τον νούν σου επ' αυτόν;
τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν
18 Και επισκέπτεσαι αυτόν κατά πάσαν πρωΐαν και δοκιμάζεις αυτόν κατά πάσαν στιγμήν;
ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς
19 Έως πότε δεν θέλεις συρθή απ' εμού και δεν θέλεις με αφήσει, έως να καταπίω τον σίελόν μου;
ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προΐῃ με ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ
20 Ημάρτησα· τι δύναμαι να κάμω εις σε, διατηρητά του ανθρώπου; διά τι με έθεσας σημάδιόν σου, και είμαι βάρος εις εμαυτόν;
εἰ ἐγὼ ἥμαρτον τί δύναμαί σοι πρᾶξαι ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων διὰ τί ἔθου με κατεντευκτήν σου εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον
21 Και διά τι δεν συγχωρείς την παράβασίν μου και αφαιρείς την ανομίαν μου; διότι μετ' ολίγον θέλω κοιμάσθαι εν τω χώματι· και το πρωΐ θέλεις με ζητήσει, και δεν θέλω υπάρχει.
καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι ὀρθρίζων δὲ οὐκέτι εἰμί

< Ἰώβ 7 >