< Ἰώβ 34 >

1 Επανελάβε δε ο Ελιού και είπεν·
ὑπολαβὼν δὲ Ελιους λέγει
2 Ακούσατε τους λόγους μου, ω σοφοί· και δότε ακρόασιν εις εμέ, οι νοήμονες·
ἀκούσατέ μου σοφοί ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν
3 Διότι το ωτίον δοκιμάζει τους λόγους, ο δε ουρανίσκος γεύεται το φαγητόν.
ὅτι οὖς λόγους δοκιμάζει καὶ λάρυγξ γεύεται βρῶσιν
4 Ας εκλέξωμεν εις εαυτούς κρίσιν· ας γνωρίσωμεν μεταξύ ημών τι το καλόν.
κρίσιν ἑλώμεθα ἑαυτοῖς γνῶμεν ἀνὰ μέσον ἑαυτῶν ὅ τι καλόν
5 Διότι ο Ιώβ είπεν, Είμαι δίκαιος· και ο Θεός αφήρεσε την κρίσιν μου·
ὅτι εἴρηκεν Ιωβ δίκαιός εἰμι ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα
6 εψεύσθην εις την κρίσιν μου· η πληγή μου είναι ανίατος, άνευ παραβάσεως.
ἐψεύσατο δὲ τῷ κρίματί μου βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας
7 Τις άνθρωπος ως ο Ιώβ, όστις καταπίνει τον χλευασμόν ως ύδωρ·
τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ
8 και υπάγει εν συνοδία μετά των εργατών της ανομίας, και περιπατεί μετά ανθρώπων ασεβών;
οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδοῦ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν
9 Διότι είπεν, ουδέν ωφελεί τον άνθρωπον το να ευαρεστή εις τον Θεόν.
μὴ γὰρ εἴπῃς ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου
10 Διά τούτο ακούσατέ μου, άνδρες συνετοί· μη γένοιτο να υπάρχη εις τον Θεόν αδικία, και εις τον Παντοδύναμον ανομία.
διό συνετοὶ καρδίας ἀκούσατέ μου μή μοι εἴη ἔναντι κυρίου ἀσεβῆσαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον
11 Επειδή κατά το έργον του ανθρώπου θέλει αποδώσει εις αυτόν, και θέλει κάμει έκαστον να εύρη κατά την οδόν αυτού.
ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν
12 Ναι, βεβαίως ο Θεός δεν θέλει πράξει ασεβώς, ουδέ θέλει διαστρέψει ο Παντοδύναμος την κρίσιν.
οἴῃ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν
13 Τις κατέστησεν αυτόν επιτηρητήν της γης; ή τις διέταξε πάσαν την οικουμένην;
ὃς ἐποίησεν τὴν γῆν τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ’ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα
14 Εάν βάλη την καρδίαν αυτού επί τον άνθρωπον, θέλει σύρει εις εαυτόν το πνεύμα αυτού και την πνοήν αυτού·
εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνεῦμα παρ’ αὐτῷ κατασχεῖν
15 πάσα σαρξ θέλει εκπνεύσει ομού, και ο άνθρωπος θέλει επιστρέψει εις το χώμα.
τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν πᾶς δὲ βροτὸς εἰς γῆν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη
16 Εάν τώρα έχης σύνεσιν· άκουσον τούτο· ακροάθητι της φωνής των λόγων μου.
εἰ δὲ μὴ νουθετῇ ἄκουε ταῦτα ἐνωτίζου φωνὴν ῥημάτων
17 Μήπως κυβερνά ο μισών την ευθύτητα; και θέλεις καταδικάσει τον κατ' εξοχήν δίκαιον;
ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον
18 όστις λέγει προς βασιλέα, Είσαι ασεβής, προς άρχοντας, Είσθε κακοί;
ἀσεβὴς ὁ λέγων βασιλεῖ παρανομεῖς ἀσεβέστατε τοῖς ἄρχουσιν
19 Όστις δεν προσωποληπτεί εις άρχοντας ουδέ αποβλέπει εις τον πλούσιον μάλλον παρά εις τον πτωχόν; επειδή πάντες ούτοι είναι έργον των χειρών αυτού.
ὃς οὐκ ἐπῃσχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἶδεν τιμὴν θέσθαι ἁδροῖς θαυμασθῆναι πρόσωπα αὐτῶν
20 Εν μιά στιγμή θέλουσιν αποθάνει, και το μεσονύκτιον ο λαός θέλει ταραχθή και θέλει παρέλθει· και ο ισχυρός θέλει αναρπαχθή, ουχί υπό χειρός.
κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων
21 Διότι οι οφθαλμοί αυτού είναι επί τας οδούς του ανθρώπου, Και βλέπει πάντα τα βήματα αυτού.
αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων λέληθεν δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν
22 Δεν είναι σκότος ουδέ σκιά θανάτου, όπου οι εργάται της ανομίας να κρυφθώσιν.
οὐδὲ ἔσται τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα
23 Επειδή δεν θέλει αφήσει πλέον τον άνθρωπον να έλθη εις κρίσιν μετά του Θεού.
ὅτι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι ὁ γὰρ κύριος πάντας ἐφορᾷ
24 Θέλει συντρίψει αναριθμήτους ισχυρούς και βάλει άλλους αντ' αυτών
ὁ καταλαμβάνων ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός
25 διότι γνωρίζει τα έργα αυτών, και ανατρέπει αυτούς την νύκτα, και συντρίβονται.
ὁ γνωρίζων αὐτῶν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται
26 Κτυπά αυτούς ως ασεβείς εν τω τόπω των θεατών·
ἔσβεσεν δὲ ἀσεβεῖς ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ
27 επειδή εξέκλιναν απ' αυτού και δεν εθεώρησαν ουδεμίαν των οδών αυτού·
ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν
28 και έκαμον να έλθη προς αυτόν η κραυγή των πτωχών, και ήκουσε την φωνήν των τεθλιμμένων.
τοῦ ἐπαγαγεῖν ἐπ’ αὐτὸν κραυγὴν πένητος καὶ κραυγὴν πτωχῶν εἰσακούσεται
29 Και όταν αυτός δίδη ησυχίαν, τις θέλει διαταράξει αυτήν; και όταν κρύπτη το πρόσωπον αυτού, τις δύναται να ίδη αυτόν; είτε επί έθνος είτε επί άνθρωπον ομού·
καὶ αὐτὸς ἡσυχίαν παρέξει καὶ τίς καταδικάσεται καὶ κρύψει πρόσωπον καὶ τίς ὄψεται αὐτόν καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ
30 ώστε να μη βασιλεύη υποκριτής, διά να μη παγιδεύηται ο λαός.
βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ
31 Βεβαίως πρέπει να λέγη τις προς τον Θεόν, Έπαθον, δεν θέλω πλέον πράξει κακώς·
ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων εἴληφα οὐκ ἐνεχυράσω
32 ό, τι δεν βλέπω, συ δίδαξόν με· εάν έπραξα ανομίαν, δεν θέλω πράξει πλέον.
ἄνευ ἐμαυτοῦ ὄψομαι σὺ δεῖξόν μοι εἰ ἀδικίαν ἠργασάμην οὐ μὴ προσθήσω
33 Αλλά μήπως θέλει γείνει κατά τον στοχασμόν σου; είτε συ αποβάλης είτε εκλέξης, αυτός θέλει ανταποδώσει, και ουχί εγώ· λέγε λοιπόν ό, τι εξεύρεις.
μὴ παρὰ σοῦ ἀποτείσει αὐτήν ὅτι ἀπώσῃ ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ καὶ τί ἔγνως λάλησον
34 Άνδρες συνετοί θέλουσιν ειπεί προς εμέ, και ο σοφός άνθρωπος όστις με ακούει,
διὸ συνετοὶ καρδίας ἐροῦσιν ταῦτα ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥῆμα
35 Ο Ιώβ δεν ελάλησεν εν γνώσει, και οι λόγοι αυτού δεν ήσαν μετά συνέσεως.
Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν τὰ δὲ ῥήματα αὐτοῦ οὐκ ἐν ἐπιστήμῃ
36 Η επιθυμία μου είναι, ο Ιώβ να εξετασθή έως τέλους· επειδή απεκρίθη ως οι άνθρωποι οι ασεβείς.
οὐ μὴν δὲ ἀλλὰ μάθε Ιωβ μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
37 Διότι εις την αμαρτίαν αυτού προσθέτει ασέβειαν· καυχάται μεταξύ ημών, και πολλαπλασιάζει τους λόγους αυτού εναντίον του Θεού.
ἵνα μὴ προσθῶμεν ἐφ’ ἁμαρτίαις ἡμῶν ἀνομία δὲ ἐφ’ ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον τοῦ κυρίου

< Ἰώβ 34 >