< Ἰώβ 24 >

1 Επειδή οι καιροί δεν είναι κεκρυμμένοι από του Παντοδυνάμου, διά τι οι γνωρίζοντες αυτόν δεν βλέπουσι τας ημέρας αυτού;
διὰ τί δὲ κύριον ἔλαθον ὧραι
2 Μετακινούσιν όρια· αρπάζουσι ποίμνια και ποιμαίνουσιν·
ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες
3 αφαιρούσι την όνον των ορφανών· λαμβάνουσι τον βουν της χήρας εις ενέχυρον·
ὑποζύγιον ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν
4 εξωθούσι τους ενδεείς από της οδού· οι πτωχοί της γης ομού κρύπτονται.
ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας ὁμοθυμαδὸν ἐκρύβησαν πραεῖς γῆς
5 Ιδού, ως άγριοι όνοι εν τη ερήμω, εξέρχονται εις τα έργα αυτών εγειρόμενοι πρωΐ διά αρπαγήν· η έρημος δίδει τροφήν δι' αυτούς και διά τα τέκνα αυτών.
ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους
6 Θερίζουσιν αγρόν μη όντα εαυτών, και τρυγώσιν άμπελον αδικίας.
ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο
7 Κάμνουσι τους γυμνούς να νυκτερεύωσιν άνευ ιματίου, και δεν έχουσι σκέπασμα εις το ψύχος.
γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο
8 Υγραίνονται εκ των βροχών των ορέων και εναγκαλίζονται τον βράχον, μη έχοντες καταφύγιον.
ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο
9 Εκείνοι αρπάζουσι τον ορφανόν από του μαστού, και λαμβάνουσιν ενέχυρον παρά του πτωχού·
ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ ἐκπεπτωκότα δὲ ἐταπείνωσαν
10 κάμνουσιν αυτόν να υπάγη γυμνός άνευ ιματίου, και οι βαστάζοντες τα χειρόβολα μένουσι πεινώντες.
γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο
11 Οι εκπιέζοντες το έλαιον εντός των τοίχων αυτών και πατούντες τους ληνούς αυτών, διψώσιν.
ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν
12 Άνθρωποι στενάζουσιν εκ της πόλεως, και η ψυχή των πεπληγωμένων βοά· αλλ' ο Θεός δεν επιθέτει εις αυτούς αφροσύνην.
οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται
13 Ούτοι είναι εκ των ανθισταμένων εις το φώς· δεν γνωρίζουσι τας οδούς αυτού, και δεν μένουσιν εν ταις τρίβοις αυτού.
ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν
14 Ο φονεύς εγειρόμενος την αυγήν φονεύει τον πτωχόν και τον ενδεή, την δε νύκτα γίνεται ως κλέπτης.
γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος καὶ νυκτὸς ἔσται ὡς κλέπτης
15 Ο οφθαλμός ομοίως του μοιχού παραφυλάττει το νύκτωμα, λέγων, Οφθαλμός δεν θέλει με ιδεί· και καλύπτει το πρόσωπον αυτού.
καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξεν σκότος λέγων οὐ προσνοήσει με ὀφθαλμός καὶ ἀποκρυβὴν προσώπου ἔθετο
16 Εν τω σκότει διατρυπώσι τας οικίας, τας οποίας την ημέραν εσημείωσαν δι' εαυτούς. Δεν γνωρίζουσι φώς·
διώρυξεν ἐν σκότει οἰκίας ἡμέρας ἐσφράγισαν ἑαυτούς οὐκ ἐπέγνωσαν φῶς
17 διότι η αυγή είναι εις πάντας αυτούς σκιά θανάτου· εάν τις γνωρίση αυτούς, είναι τρόμοι σκιάς θανάτου.
ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ θανάτου ὅτι ἐπιγνώσεται ταραχὰς σκιᾶς θανάτου
18 Είναι ελαφροί επί το πρόσωπον των υδάτων· η μερίς αυτών είναι κατηραμένη επί της γής· δεν βλέπουσι την οδόν των αμπέλων.
ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς
19 Η ξηρασία και η θερμότης αρπάζουσι τα ύδατα της χιόνος, ο δε τάφος τους αμαρτωλούς. (Sheol h7585)
ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν (Sheol h7585)
20 Η μήτρα θέλει λησμονήσει αυτούς· ο σκώληξ θέλει βόσκεσθαι επ' αυτούς· δεν θέλουσιν ελθεί πλέον εις ενθύμησιν· και η αδικία θέλει συντριφθή ως ξύλον.
εἶτ’ ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ
21 Κακοποιούσι την στείραν την άτεκνον· και δεν αγαθοποιούσι την χήραν·
στεῖραν γὰρ οὐκ εὖ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν
22 και κατακρατούσι τους δυνατούς διά της δυνάμεως αυτών· εγείρονται, και δεν είναι ουδείς ασφαλής εν τη ζωή αυτού.
θυμῷ δὲ κατέστρεψεν ἀδυνάτους ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ κατὰ τῆς ἑαυτοῦ ζωῆς
23 Έδωκε μεν ο Θεός εις αυτούς ασφάλειαν και αναπαύονται· όμως οι οφθαλμοί αυτού είναι επί τας οδούς αυτών.
μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθῆναι ἀλλὰ πεσεῖται νόσῳ
24 Υψόνονται ολίγον καιρόν και δεν υπάρχουσι, και καταβάλλονται ως πάντες· σηκόνονται εκ του μέσου και αποκόπτονται ως η κεφαλή των ασταχύων·
πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών
25 και εάν τώρα δεν ήναι ούτω, τις θέλει με διαψεύσει και εξουθενίσει τους λόγους μου;
εἰ δὲ μή τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου

< Ἰώβ 24 >