< Ἰώβ 2 >

1 Ημέραν δε τινά ήλθον οι υιοί του Θεού διά να παρασταθώσιν ενώπιον του Κυρίου· και μεταξύ αυτών ήλθε και ο Σατανάς, διά να παρασταθή ενώπιον του Κυρίου.
ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι κυρίου καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου
2 Και είπεν ο Κύριος προς τον Σατανάν, Πόθεν έρχεσαι; Και ο Σατανάς απεκρίθη προς τον Κύριον και είπε, Περιελθών την γην και εμπεριπατήσας εν αυτή πάρειμι.
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ πόθεν σὺ ἔρχῃ τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου διαπορευθεὶς τὴν ὑπ’ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι
3 Και είπεν ο Κύριος προς τον Σατανάν, Έβαλες τον νούν σου επί τον δούλον μου Ιώβ, ότι δεν υπάρχει όμοιος αυτού εν τη γη, άνθρωπος άμεμπτος και ευθύς, φοβούμενος τον Θεόν και απεχόμενος από κακού; και έτι κρατεί την ακεραιότητα αυτού, αν και με παρώξυνας κατ' αυτού, διά να εξολοθρεύσω αυτόν άνευ αιτίας.
εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον προσέσχες οὖν τῷ θεράποντί μου Ιωβ ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος ἀληθινός ἄμεμπτος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ ἔτι δὲ ἔχεται ἀκακίας σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι
4 Και απεκρίθη ο Σατανάς προς τον Κύριον και είπε, Δέρμα υπέρ δέρματος, και πάντα όσα έχει ο άνθρωπος θέλει δώσει υπέρ της ζωής αυτού·
ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ δέρμα ὑπὲρ δέρματος ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει
5 πλην τώρα έκτεινον την χείρα σου και έγγισον τα οστά αυτού και την σάρκα αυτού, διά να ίδης εάν δεν σε βλασφημήση κατά πρόσωπον.
οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
6 Και είπεν ο Κύριος προς τον Σατανάν, Ιδού, αυτός εις την χείρα σου· μόνον την ζωήν αυτού φύλαξον.
εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ ἰδοὺ παραδίδωμί σοι αὐτόν μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον
7 Τότε εξήλθεν ο Σατανάς απ' έμπροσθεν του Κυρίου και επάταξε τον Ιώβ με έλκος κακόν από του ίχνους των ποδών αυτού έως της κορυφής αυτού.
ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ιωβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς
8 Και έλαβεν εις εαυτόν όστρακον, διά να ξύηται με αυτό· και εκάθητο εν μέσω της σποδού.
καὶ ἔλαβεν ὄστρακον ἵνα τὸν ἰχῶρα ξύῃ καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως
9 Τότε είπε προς αυτόν η γυνή αυτού, Έτι κρατείς την ακεραιότητά σου; Βλασφήμησον τον Θεόν και απόθανε.
χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ μέχρι τίνος καρτερήσεις λέγων
10 Ο δε είπε προς αυτήν, Ελάλησας ως λαλεί μία εκ των αφρόνων γυναικών· τα αγαθά μόνον θέλομεν δεχθή εκ του Θεού, και τα κακά δεν θέλομεν δεχθή; Εν πάσι τούτοις δεν ημάρτησεν ο Ιώβ με τα χείλη αυτού.
ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου τὰ κακὰ οὐχ ὑποίσομεν ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιωβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ
11 Ακούσαντες δε οι τρεις φίλοι του Ιώβ πάντα ταύτα τα κακά τα επελθόντα επ' αυτόν, ήλθον έκαστος εκ του τόπου αυτού· Ελιφάς ο Θαιμανίτης και Βιλδάδ ο Σαυχίτης και Σωφάρ ο Νααμαθίτης· διότι είχον συμφωνήσει να έλθωσιν ομού, διά να συλλυπηθώσιν αυτόν και να παρηγορήσωσιν αυτόν.
ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν Ελιφας ὁ Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν
12 Και ότε εσήκωσαν τους οφθαλμούς αυτών μακρόθεν και δεν εγνώρισαν αυτόν, ύψωσαν την φωνήν αυτών και έκλαυσαν· και διέσχισαν έκαστος το ιμάτιον αυτού και έρριψαν χώμα επί τας κεφαλάς αυτών προς τον ουρανόν.
ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν καὶ καταπασάμενοι γῆν
13 Και εκάθησαν μετ' αυτού κατά γης επτά ημέρας και επτά νύκτας, και ουδείς ελάλησε λόγον προς αυτόν, διότι έβλεπον ότι ο πόνος αυτού ήτο μέγας σφόδρα.
παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα

< Ἰώβ 2 >