< Ἰώβ 10 >

1 Η ψυχή μου εβαρύνθη την ζωήν μου· θέλω παραδοθή εις το παράπονόν μου· θέλω λαλήσει εν τη πικρία της ψυχής μου.
κάμνων τῇ ψυχῇ μου στένων ἐπαφήσω ἐπ’ αὐτὸν τὰ ῥήματά μου λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος
2 Θέλω ειπεί προς τον Θεόν, μη με καταδικάσης· δείξόν μοι διά τι με δικάζεις.
καὶ ἐρῶ πρὸς κύριον μή με ἀσεβεῖν δίδασκε καὶ διὰ τί με οὕτως ἔκρινας
3 Είναι καλόν εις σε να καταθλίβης, να καταφρονής το έργον των χειρών σου και να ευοδόνης την βουλήν των ασεβών;
ἦ καλόν σοι ἐὰν ἀδικήσω ὅτι ἀπείπω ἔργα χειρῶν σου βουλῇ δὲ ἀσεβῶν προσέσχες
4 Σαρκός οφθαλμούς έχεις; ή βλέπεις καθώς βλέπει άνθρωπος;
ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ
5 Ανθρώπινος είναι ο βίος σου; ή τα έτη σου ως ημέραι ανθρώπου,
ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός
6 ώστε αναζητείς την ανομίαν μου και ανερευνάς την αμαρτίαν μου;
ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας
7 Ενώ εξεύρεις ότι δεν ησέβησα· και δεν υπάρχει ο ελευθερών εκ των χειρών σου.
οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος
8 Αι χείρές σου με εμόρφωσαν και με έπλασαν όλον κύκλω· και με καταστρέφεις.
αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταῦτα μεταβαλών με ἔπαισας
9 Ενθυμήθητι, δέομαι, ότι ως πηλόν με έκαμες· και εις χώμα θέλεις με επιστρέψει.
μνήσθητι ὅτι πηλόν με ἔπλασας εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις
10 Δεν με ήμελξας ως γάλα και με έπηξας ως τυρόν;
ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας ἐτύρωσας δέ με ἴσα τυρῷ
11 Δέρμα και σάρκα με ενέδυσας και με οστά και νεύρα με περιέφραξας.
δέρμα καὶ κρέας με ἐνέδυσας ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας
12 Ζωήν και έλεος εχάρισας εις εμέ, και η επίσκεψίς σου εφύλαξε το πνεύμά μου·
ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα
13 ταύτα όμως έκρυπτες εν τη καρδία σου· εξεύρω ότι τούτο ήτο μετά σου.
ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι ἀδυνατεῖ δέ σοι οὐθέν
14 Εάν αμαρτήσω, με παραφυλάττεις, και από της ανομίας μου δεν θέλεις με αθωώσει.
ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας
15 Εάν ασεβήσω, ουαί εις εμέ· και εάν ήμαι δίκαιος, δεν δύναμαι να σηκώσω την κεφαλήν μου· είμαι πλήρης ατιμίας· ιδέ λοιπόν την θλίψιν μου,
ἐάν τε γὰρ ἀσεβὴς ὦ οἴμμοι ἐάν τε ὦ δίκαιος οὐ δύναμαι ἀνακύψαι πλήρης γὰρ ἀτιμίας εἰμί
16 διότι αυξάνει. Με κυνηγείς ως άγριος λέων· και επιστρέφων δεικνύεσαι θαυμαστός κατ' εμού.
ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις
17 Ανανεόνεις τους μάρτυράς σου εναντίον μου, και πληθύνεις την οργήν σου κατ' εμού· αλλαγαί στρατεύματος γίνονται επ' εμέ.
ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν ἔτασίν μου ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω ἐπήγαγες δὲ ἐπ’ ἐμὲ πειρατήρια
18 Διά τι λοιπόν με εξήγαγες εκ της μήτρας; είθε να εξέπνεον, και οφθαλμός να μη με έβλεπεν.
ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον ὀφθαλμὸς δέ με οὐκ εἶδεν
19 Ήθελον είσθαι ως μη υπάρξας· ήθελον φερθή εκ της μήτρας εις τον τάφον.
καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην
20 Αι ημέραι μου δεν είναι ολίγαι; παύσον λοιπόν, και άφες με, διά να αναλάβω ολίγον,
ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν
21 πριν υπάγω όθεν δεν θέλω επιστρέψει, εις γην σκότους και σκιάς θανάτου·
πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν
22 γην γνοφεράν, ως το σκότος της σκιάς του θανάτου, όπου τάξις δεν είναι, και το φως είναι ως το σκότος.
εἰς γῆν σκότους αἰωνίου οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν

< Ἰώβ 10 >