< Ἱερεμίας 9 >

1 Είθε να ήτο η κεφαλή μου ύδατα και οι οφθαλμοί μου πηγή δακρύων, διά να κλαίω ημέραν και νύκτα τους πεφονευμένους της θυγατρός του λαού μου.
τίς δώσει κεφαλῇ μου ὕδωρ καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου
2 Είθε να είχον εν τη ερήμω κατάλυμα οδοιπόρων, διά να εγκαταλείψω τον λαόν μου και να απέλθω απ' αυτών· διότι πάντες είναι μοιχοί, άθροισμα απίστων.
τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ’ αὐτῶν ὅτι πάντες μοιχῶνται σύνοδος ἀθετούντων
3 Ενέτειναν και την γλώσσαν αυτών ως τόξον ψεύδους· και ίσχυσαν επί της γης, ουχί υπέρ της αληθείας· διότι προχωρούσιν από κακίας εις κακίαν και εμέ δεν γνωρίζουσι, λέγει Κύριος.
καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν
4 Φυλάττεσθε έκαστος από του πλησίον αυτού και επ' ουδένα αδελφόν μη πεποίθατε· διότι πας αδελφός θέλει πάντοτε υποσκελίζει και πας πλησίον θέλει περιπατεί εν δολιότητι.
ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε καὶ ἐπ’ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται
5 Και θέλουσιν απατά έκαστος τον πλησίον αυτού και δεν θέλουσι λαλεί την αλήθειαν· εδίδαξαν την γλώσσαν αυτών να λαλή ψεύδη, αποκάμνουσι πράττοντες ανομίαν.
ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται ἀλήθειαν οὐ μὴ λαλήσωσιν μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι
6 Η κατοικία σου είναι εν μέσω δολιότητος· εν τη δολιότητι αρνούνται να με γνωρίσωσι, λέγει Κύριος.
τόκος ἐπὶ τόκῳ δόλος ἐπὶ δόλῳ οὐκ ἤθελον εἰδέναι με
7 Διά τούτο ούτω λέγει ο Κύριος των δυνάμεων· Ιδού, θέλω βάλει αυτούς εν χωνευτηρίω και θέλω δοκιμάσει αυτούς· διότι πως θέλω κάμει ένεκεν της θυγατρός του λαού μου;
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου
8 Η γλώσσα αυτών είναι βέλος εξακοντιζόμενον· λαλεί δόλια· έκαστος λαλεί ειρηνικά διά του στόματος αυτού προς τον πλησίον αυτού, πλην εν τη καρδία αυτού στήνει ενέδραν κατ' αυτού.
βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν
9 Δεν θέλω επισκεφθή αυτούς διά ταύτα; λέγει Κύριος· η ψυχή μου δεν θέλει εκδικηθή εναντίον έθνους, τοιούτου;
μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου
10 Διά τα όρη θέλω αναλάβει κλαυθμόν και θρήνον και διά τας βοσκάς της ερήμου οδυρμόν, διότι ηφανίσθησαν, ώστε δεν υπάρχει άνθρωπος διαβαίνων, ουδέ ακούεται φωνή ποιμνίου· από του πτηνού του ουρανού έως του κτήνους, έφυγον, απήλθον.
ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν ᾤχοντο
11 Και θέλω καταστήσει την Ιερουσαλήμ εις σωρούς, κατοικίαν θώων· και τας πόλεις του Ιούδα θέλω κάμει ερήμωσιν, ώστε να μη υπάρχη ο κατοικών.
καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀφανισμὸν θήσομαι παρὰ τὸ μὴ κατοικεῖσθαι
12 Τις είναι ο άνθρωπος ο σοφός, όστις δύναται να εννοήση τούτο; και προς τον οποίον ελάλησε το στόμα του Κυρίου, διά να αναγγείλη αυτό, διά τι η γη εχάθη, ηφανίσθη ως έρημος, ώστε να μη υπάρχη ο διαβαίνων;
τίς ὁ ἄνθρωπος ὁ συνετός καὶ συνέτω τοῦτο καὶ ᾧ λόγος στόματος κυρίου πρὸς αὐτόν ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν
13 Και είπε Κύριος, διότι εγκατέλιπον τον νόμον μου, τον οποίον έθεσα έμπροσθεν αυτών και δεν υπήκουσαν εις την φωνήν μου και δεν περιεπάτησαν εν αυτώ·
καὶ εἶπεν κύριος πρός με διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου
14 αλλά περιεπάτησαν οπίσω της ορέξεως της καρδίας αυτών και οπίσω των Βααλείμ, τα οποία οι πατέρες αυτών εδίδαξαν αυτούς·
ἀλλ’ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν
15 διά τούτο, ούτω λέγει ο Κύριος των δυνάμεων, ο Θεός του Ισραήλ· Ιδού, εγώ θέλω θρέψει αυτούς, τον λαόν τούτον· με αψίνθιον και ύδωρ χολής θέλω ποτίσει αυτούς·
διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς
16 και θέλω διασκορπίσει αυτούς εν τοις έθνεσι, τα οποία αυτοί και οι πατέρες αυτών δεν εγνώρισαν· και θέλω αποστείλει την μάχαιραν οπίσω αυτών, εωσού αναλώσω αυτούς.
καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν καὶ ἐπαποστελῶ ἐπ’ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ
17 Ούτω λέγει ο Κύριος των δυνάμεων. Συλλογίσθητε και καλέσατε τας θρηνούσας να έλθωσι· και αποστείλατε διά τας σοφάς να έλθωσι·
τάδε λέγει κύριος καλέσατε τὰς θρηνούσας καὶ ἐλθέτωσαν καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε καὶ φθεγξάσθωσαν
18 και ας σπεύσωσι και ας αναλάβωσιν οδυρμόν περί ημών και ας καταβιβάσωσιν οι οφθαλμοί ημών δάκρυα και τα βλέφαρα ημών ας ρεύσωσιν ύδατα.
καὶ λαβέτωσαν ἐφ’ ὑμᾶς θρῆνον καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ
19 Διότι φωνή θρήνου ηκούσθη από Σιών, Πως απωλέσθημεν· κατησχύνθημεν σφόδρα, διότι εγκατελίπομεν την γην, διότι αι κατοικίαι ημών εξέρριψαν ημάς.
ὅτι φωνὴ οἴκτου ἠκούσθη ἐν Σιων πῶς ἐταλαιπωρήσαμεν κατῃσχύνθημεν σφόδρα ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν
20 Ακούσατε λοιπόν, γυναίκες, τον λόγον του Κυρίου, και ας δεχθή το ωτίον σας τον λόγον του στόματος αυτού, και διδάξατε τας θυγατέρας σας οδυρμόν και εκάστη την πλησίον αυτής θρήνον.
ἀκούσατε δή γυναῖκες λόγον θεοῦ καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον
21 Διότι θάνατος ανέβη διά των θυρίδων ημών, εισήλθεν εις τα παλάτια ημών, διά να εκκόψη τα νήπια από των οδών τους νέους από των πλατειών.
ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωθεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν
22 Ειπέ, Ούτω λέγει Κύριος· Και τα πτώματα των ανθρώπων θέλουσι ριφθή ως κοπρία επί πρόσωπον αγρού και ως δράγμα οπίσω θεριστού, και δεν θέλει υπάρχει ο συνάγων.
καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω θερίζοντος καὶ οὐκ ἔσται ὁ συνάγων
23 Ούτω λέγει Κύριος· Ας μη καυχάται ο σοφός εις την σοφίαν αυτού, και ας μη καυχάται ο δυνατός εις την δύναμιν αυτού, ας μη καυχάται ο πλούσιος εις τον πλούτον αυτού·
τάδε λέγει κύριος μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ
24 αλλ' ο καυχώμενος ας καυχάται εις τούτο, ότι εννοεί και γνωρίζει εμέ, ότι εγώ είμαι ο Κύριος, ο ποιών έλεος, κρίσιν και δικαιοσύνην επί της γής· επειδή εις ταύτα ευαρεστούμαι, λέγει Κύριος.
ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς ὅτι ἐν τούτοις τὸ θέλημά μου λέγει κύριος
25 Ιδού, έρχονται ημέραι, λέγει Κύριος, και θέλω κάμει επίσκεψιν επί πάντας τους περιτετμημένους μετά των απεριτμήτων·
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν
26 επί την Αίγυπτον και επί τον Ιούδαν και επί τον Εδώμ και επί τους υιούς Αμμών και επί τον Μωάβ και επί πάντας τους περικείροντας την κόμην, τους κατοικούντας εν τη ερήμω· διότι πάντα τα έθνη είναι απερίτμητα και πας ο οίκος Ισραήλ απερίτμητος την καρδίαν.
ἐπ’ Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκί καὶ πᾶς οἶκος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτῶν

< Ἱερεμίας 9 >