< Ἱερεμίας 3 >
1 Λέγουσιν, Εάν τις αποβάλη την γυναίκα αυτού και αναχωρήση από αυτού και γείνη άλλου ανδρός, θέλει επιστρέψει πάλιν εκείνος προς αυτήν; η γη εκείνη δεν θέλει όλως μιανθή; συ επόρνευσας μεν μετά πολλών εραστών· επίστρεψον δε πάλιν προς εμέ, λέγει Κύριος.
ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς καὶ ἀνέκαμπτες πρός με λέγει κύριος
2 Σήκωσον τους οφθαλμούς σου προς τους υψηλούς τόπους, και ιδέ που δεν εσέλγησας. Εν ταις οδοίς εκάθησας δι' αυτούς, ως ο Άραψ εν τη ερήμω, και εμίανας την γην με τας πορνείας σου και με την κακίαν σου.
ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ποῦ οὐχὶ ἐξεφύρθης ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου
3 Διά τούτο εκρατήθησαν αι βροχαί, και δεν έγεινε βροχή όψιμος· και συ είχες το μέτωπον της πόρνης, απέβαλες πάσαν εντροπήν.
καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας
4 Δεν θέλεις κράζει από του νυν προς εμέ, Πάτερ μου, συ είσαι ο οδηγός της νεότητός μου;
οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου
5 Θέλει διατηρεί την οργήν αυτού διαπαντός; θέλει φυλάττει αυτήν έως τέλους; ιδού, ελάλησας και έπραξας τα κακά, όσον ηδυνήθης.
μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ διαφυλαχθήσεται εἰς νεῖκος ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσθης
6 Ο Κύριος είπεν έτι προς εμέ εν ταις ημέραις Ιωσίου του βασιλέως, Είδες εκείνα, τα οποία Ισραήλ η αποστάτις έπραξεν; υπήγεν επί παν υψηλόν όρος και υποκάτω παντός πρασίνου δένδρου και επόρνευσεν εκεί.
καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ
7 Και αφού έπραξε πάντα ταύτα, είπα, Επίστρεψον προς εμέ· και δεν επέστρεψε. Και είδε τούτο Ιούδας η άπιστος αυτής αδελφή.
καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα πρός με ἀνάστρεψον καὶ οὐκ ἀνέστρεψεν καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ιουδα
8 Και είδον ότι ενώ επειδή Ισραήλ η αποστάτις εμοίχευσεν εγώ απέπεμψα αυτήν και έδωκα εις αυτήν το γράμμα του διαζυγίου αυτής, Ιούδας η άπιστος αυτής αδελφή δεν εφοβήθη αλλ' υπήγε και επόρνευσε και αυτή.
καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ισραηλ καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ιουδα καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή
9 Και με την διαφήμισιν της πορνείας αυτής εμίανε τον τόπον και εμοίχευσε μετά των λίθων και μετά των ξύλων.
καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίθον
10 Και εν πάσι τούτοις Ιούδας η άπιστος αυτής αδελφή δεν επέστρεψε προς εμέ εξ όλης της καρδίας αυτής αλλά ψευδώς, λέγει Κύριος.
καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει
11 Και είπε Κύριος προς εμέ, Ισραήλ η αποστάτις εδικαίωσεν εαυτήν περισσότερον παρά Ιούδας η άπιστος.
καὶ εἶπεν κύριος πρός με ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνθέτου Ιουδα
12 Ύπαγε και διακήρυξον τους λόγους τούτους προς τον βορράν και ειπέ, Επίστρεψον, Ισραήλ η αποστάτις, λέγει Κύριος, και δεν θέλω κάμει να πέση η οργή μου εφ' υμάς· διότι ελεήμων είμαι, λέγει Κύριος· δεν θέλω φυλάττει την οργήν διαπαντός.
πορεύου καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς ἐπιστράφητι πρός με ἡ κατοικία τοῦ Ισραηλ λέγει κύριος καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς ὅτι ἐλεήμων ἐγώ εἰμι λέγει κύριος καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα
13 Μόνον γνώρισον την ανομίαν σου, ότι ημάρτησας εις Κύριον τον Θεόν σου, και διήρεσας τας οδούς σου εις τους ξένους υποκάτω παντός πρασίνου δένδρου, και δεν υπηκούσατε εις την φωνήν μου, λέγει Κύριος.
πλὴν γνῶθι τὴν ἀδικίαν σου ὅτι εἰς κύριον τὸν θεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας λέγει κύριος
14 Επιστρέψατε, υιοί αποστάται, λέγει Κύριος, αν και εγώ σας απεστράφην· και θέλω σας λάβει ένα εκ πόλεως και δύο εκ συγγενείας και θέλω σας εισάξει εις την Σιών·
ἐπιστράφητε υἱοὶ ἀφεστηκότες λέγει κύριος διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων
15 και θέλω σας δώσει ποιμένας κατά την καρδίαν μου και θέλουσι σας ποιμάνει εν γνώσει και συνέσει.
καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ’ ἐπιστήμης
16 Και όταν πληθυνθήτε και αυξηνθήτε επί της γης, εν εκείναις ταις ημέραις, λέγει Κύριος, δεν θέλουσι προφέρει πλέον, Η κιβωτός της διαθήκης του Κυρίου, ουδέ θέλει αναβή επί καρδίαν αυτών, ουδέ θέλουσιν ενθυμηθή αυτήν, ουδέ θέλουσιν επισκεφθή, ουδέ θέλει κατασκευασθή πλέον.
καὶ ἔσται ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγει κύριος οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης ἁγίου Ισραηλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν οὐκ ὀνομασθήσεται οὐδὲ ἐπισκεφθήσεται καὶ οὐ ποιηθήσεται ἔτι
17 Εν εκείνω τω καιρώ θέλουσιν ονομάσει την Ιερουσαλήμ· θρόνον του Κυρίου· και πάντα τα έθνη θέλουσι συναχθή προς αυτήν εν τω ονόματι του Κυρίου, προς την Ιερουσαλήμ· και δεν θέλουσι περιπατήσει πλέον οπίσω της ορέξεως της πονηράς αυτών καρδίας.
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ θρόνος κυρίου καὶ συναχθήσονται εἰς αὐτὴν πάντα τὰ ἔθνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς
18 Εν εκείναις ταις ημέραις ο οίκος Ιούδα θέλει περιπατήσει μετά του οίκου Ισραήλ, και θέλουσιν ελθεί ομού από της γης του βορρά, εις την γην την οποίαν εκληροδότησα εις τους πατέρας σας.
ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν
19 Αλλ' εγώ είπα, Πως θέλω σε κατατάξει μεταξύ των τέκνων και δώσει εις σε γην επιθυμητήν, ένδοξον κληρονομίαν των δυνάμεων των εθνών; Και είπα, Συ θέλεις με κράξει, Πάτερ μου· και δεν θέλεις αποστρέψει από όπισθέν μου.
καὶ ἐγὼ εἶπα γένοιτο κύριε ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος ἐθνῶν καὶ εἶπα πατέρα καλέσετέ με καὶ ἀπ’ ἐμοῦ οὐκ ἀποστραφήσεσθε
20 Βεβαίως καθώς γυνή αθετεί εις τον άνδρα αυτής, ούτως ηθετήσατε εις εμέ, οίκος Ισραήλ, λέγει Κύριος.
πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ λέγει κύριος
21 Φωνή ηκούσθη επί των υψηλών τόπων, κλαυθμός και δεήσεις των υιών Ισραήλ· διότι διέστρεψαν την οδόν αυτών, ελησμόνησαν Κύριον τον Θεόν αυτών.
φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν
22 Επιστρέψατε, υιοί αποστάται, και θέλω ιατρεύσει τας αποστασίας σας. Ιδού, ημείς ερχόμεθα προς σέ· διότι συ είσαι Κύριος ο Θεός ημών.
ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ
23 Τωόντι εις μάτην ελπίζεται σωτηρία εκ των λόφων και εκ του πλήθους των ορέων· μόνον εν Κυρίω τω Θεώ ημών είναι η σωτηρία του Ισραήλ.
ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ισραηλ
24 Διότι η αισχύνη κατέφαγε τον κόπον των πατέρων ημών εκ της νεότητος ημών· τα ποίμνια αυτών και τας αγέλας αυτών, τους υιούς αυτών και τας θυγατέρας αυτών.
ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν
25 Εν τη αισχύνη ημών κατακείμεθα, και η ατιμία ημών καλύπτει ημάς· διότι ημαρτήσαμεν εις Κύριον τον Θεόν ημών, ημείς και οι πατέρες ημών, εκ της νεότητος ημών έως της ημέρας ταύτης, και δεν υπηκούσαμεν εις την φωνήν Κυρίου του Θεού ημών.
ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν