< Ἱερεμίας 23 >
1 Ουαί εις τους ποιμένας τους φθείροντας και διασκορπίζοντας τα πρόβατα της βοσκής μου, λέγει Κύριος.
ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου
2 Διά τούτο ούτω λέγει Κύριος, ο Θεός του Ισραήλ, κατά των ποιμένων, οίτινες ποιμαίνουσι τον λαόν μου. Σεις διεσκορπίσατε τα πρόβατά μου και απεδιώξατε αυτά και δεν επεσκέφθητε αυτά· ιδού, εγώ θέλω επισκεφθή εφ' υμάς την κακίαν των έργων υμών, λέγει Κύριος.
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ’ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν
3 Και εγώ θέλω συνάξει το υπόλοιπον των προβάτων μου εκ πάντων των τόπων, όπου εδίωξα αυτά, και θέλω επιστρέψει αυτά πάλιν εις τας βοσκάς αυτών, και θέλουσι καρποφορήσει και πληθυνθή·
καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἀπὸ πάσης τῆς γῆς οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται
4 και θέλω καταστήσει ποιμένας επ' αυτά και θέλουσι ποιμαίνει αυτά· και δεν θέλουσι φοβηθή πλέον ουδέ τρομάξει ουδέ εκλείψει, λέγει Κύριος.
καὶ ἀναστήσω αὐτοῖς ποιμένας οἳ ποιμανοῦσιν αὐτούς καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται λέγει κύριος
5 Ιδού, έρχονται ημέραι, λέγει Κύριος, και θέλω ανεγείρει εις τον Δαβίδ βλαστόν δίκαιον, και βασιλεύς θέλει βασιλεύσει και ευημερήσει και εκτελέσει κρίσιν και δικαιοσύνην επί της γης.
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς
6 Εν ταις ημέραις αυτού ο Ιούδας θέλει σωθή και ο Ισραήλ θέλει κατοικήσει εν ασφαλεία· και τούτο είναι το όνομα αυτού, με το οποίον θέλει ονομασθή, Ο Κύριος η δικαιοσύνη ημών.
ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθώς καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ
7 Διά τούτο, ιδού, έρχονται ημέραι, λέγει Κύριος, και δεν θέλουσιν ειπεί πλέον, Ζη ο Κύριος, όστις ανήγαγε τους υιούς Ισραήλ εκ γης Αιγύπτου·
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐροῦσιν ἔτι ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἐκ γῆς Αἰγύπτου
8 αλλά, Ζη ο Κύριος, όστις ανήγαγε και όστις έφερε το σπέρμα του οίκου Ισραήλ εκ της γης του βορρά και εκ πάντων των τόπων, όπου είχα διώξει αυτούς· και θέλουσι κατοικήσει εν τη γη αυτών.
ἀλλά ζῇ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν
9 Ένεκεν των προφητών η καρδία μου συντρίβεται εντός μου· σαλεύονται πάντα τα οστά μου· είμαι ως άνθρωπος μεθύων και ως άνθρωπος συνεχόμενος υπό οίνου, εξ αιτίας του Κυρίου και εξ αιτίας των λόγων της αγιότητος αυτού.
ἐν τοῖς προφήταις συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ
10 Διότι η γη είναι πλήρης μοιχών· διότι εξ αιτίας του όρκου πενθεί η γή· εξηράνθησαν αι βοσκαί της ερήμου και η οδός αυτών έγεινε πονηρά και η δύναμις αυτών άδικος.
ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτῶν οὐχ οὕτως
11 Διότι και ο προφήτης και ο ιερεύς εμολύνθησαν· ναι, εν τω οίκω μου εύρηκα τας ασεβείας αυτών, λέγει Κύριος.
ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν
12 Διά τούτο η οδός αυτών θέλει είσθαι εις αυτούς ως ολίσθημα εν τω σκότει· θέλουσιν ωθηθή και πέσει εν αυτή· διότι θέλω φέρει κακόν επ' αυτούς εν τω ενιαυτώ της επισκέψεως αυτών, λέγει Κύριος.
διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ διότι ἐπάξω ἐπ’ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν φησὶν κύριος
13 Είδον μεν αφροσύνην εν τοις προφήταις της Σαμαρείας. προεφήτευσαν διά του Βάαλ και επλάνων τον λαόν μου τον Ισραήλ.
καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα ἐπροφήτευσαν διὰ τῆς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ
14 αλλ' εν τοις προφήταις της Ιερουσαλήμ είδον φρίκην· μοιχεύουσι και περιπατούσιν εν ψεύδει και ενισχύουσι τας χείρας των κακούργων, ώστε ουδείς επιστρέφει από της κακίας αυτού· πάντες ούτοι είναι εις εμέ ως Σόδομα και οι κάτοικοι αυτής ως Γόμορρα.
καὶ ἐν τοῖς προφήταις Ιερουσαλημ ἑώρακα φρικτά μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς ἐγενήθησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γομορρα
15 Διά τούτο ούτω λέγει ο Κύριος των δυνάμεων κατά των προφητών· Ιδού, εγώ θέλω ψωμίσει αυτούς αψίνθιον και θέλω ποτίσει αυτούς ύδωρ χολής· διότι εκ των προφητών της Ιερουσαλήμ εξήλθεν ο μολυσμός εις άπαντα τον τόπον.
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν ὅτι ἀπὸ τῶν προφητῶν Ιερουσαλημ ἐξῆλθεν μολυσμὸς πάσῃ τῇ γῇ
16 Ούτω λέγει ο Κύριος των δυνάμεων· Μη ακούετε τους λόγους των προφητών των προφητευόντων εις εσάς· ούτοι σας κάμνουσι ματαίους· λαλούσιν οράσεις από της καρδίας αυτών, ουχί από στόματος Κυρίου.
οὕτως λέγει κύριος παντοκράτωρ μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος κυρίου
17 Λέγουσι πάντοτε προς τους καταφρονούντάς με, Ο Κύριος είπεν, Ειρήνη θέλει είσθαι εις εσάς· και λέγουσι προς πάντα περιπατούντα κατά τας ορέξεις της καρδίας αυτού, Δεν θέλει ελθεί κακόν εφ' υμάς·
λέγουσιν τοῖς ἀπωθουμένοις τὸν λόγον κυρίου εἰρήνη ἔσται ὑμῖν καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν οὐχ ἥξει ἐπὶ σὲ κακά
18 διότι τις παρεστάθη εν τη βουλή του Κυρίου και είδε και ήκουσε τον λόγον αυτού; τις επρόσεξεν εις τον λόγον αυτού και ήκουσεν;
ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ τίς ἐνωτίσατο καὶ ἤκουσεν
19 Ιδού, ανεμοστρόβιλος παρά Κυρίου εξήλθε με ορμήν, και ανεμοστρόβιλος ορμητικός θέλει εξορμήσει επί την κεφαλήν των ασεβών.
ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει
20 Ο θυμός του Κυρίου δεν θέλει αποστρέψει εωσού εκτελέση και εωσού κάμη τους στοχασμούς της καρδίας αυτού· εν ταις εσχάταις ημέραις θέλετε νοήσει τούτο εντελώς.
καὶ οὐκέτι ἀποστρέψει ὁ θυμὸς κυρίου ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν ἀναστήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά
21 Δεν απέστειλα τους προφήτας τούτους και αυτοί έτρεξαν· δεν ελάλησα προς αυτούς και αυτοί προεφήτευσαν·
οὐκ ἀπέστελλον τοὺς προφήτας καὶ αὐτοὶ ἔτρεχον οὐκ ἐλάλησα πρὸς αὐτούς καὶ αὐτοὶ ἐπροφήτευον
22 αλλ' εάν ήθελον παρασταθή εν τη βουλή μου, τότε ήθελον κάμει τον λαόν μου να ακούση τους λόγους μου, και ήθελον αποστρέψει αυτούς από της πονηράς οδού αυτών και από της κακίας των έργων αυτών.
καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰσήκουσαν τῶν λόγων μου καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν
23 Θεός εγγύθεν είμαι εγώ, λέγει Κύριος, και ουχί Θεός μακρόθεν;
θεὸς ἐγγίζων ἐγώ εἰμι λέγει κύριος καὶ οὐχὶ θεὸς πόρρωθεν
24 Δύναταί τις να κρυφθή εν κρυφίοις τόποις και εγώ να μη ίδω αυτόν; λέγει Κύριος. Δεν πληρώ εγώ τον ουρανόν και την γην; λέγει Κύριος.
εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει κύριος
25 Ήκουσα τι λέγουσιν οι προφήται, οι προφητεύοντες εν τω ονόματί μου ψεύδος, λέγοντες, Είδον ενύπνιον, είδον ενύπνιον.
ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες ἠνυπνιασάμην ἐνύπνιον
26 Έως πότε θέλει είσθαι τούτο εν τη καρδία των προφητών των προφητευόντων ψεύδος; ναι, προφητεύουσι τας απάτας της καρδίας αυτών·
ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ καὶ ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτῶν
27 οίτινες στοχάζονται να κάμωσι τον λαόν μου να λησμονήση το όνομά μου, διά των ενυπνίων αυτών τα οποία διηγούνται έκαστος προς τον πλησίον αυτού, καθώς ελησμόνησαν οι πατέρες αυτών το όνομά μου διά τον Βάαλ.
τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βααλ
28 Ο προφήτης εις τον οποίον είναι ενύπνιον, ας διηγηθή το ενύπνιον· και εκείνος, εις τον οποίον είναι ο λόγος μου, ας λαλήση τον λόγον μου εν αληθεία. Τι είναι το άχυρον προς τον σίτον; λέγει Κύριος.
ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν διηγησάσθω τὸν λόγον μου ἐπ’ ἀληθείας τί τὸ ἄχυρον πρὸς τὸν σῖτον οὕτως οἱ λόγοι μου λέγει κύριος
29 Δεν είναι ο λόγος μου ως πυρ; λέγει ο Κύριος· και ως σφύρα κατασυντρίβουσα τον βράχον;
οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει κύριος καὶ ὡς πέλυξ κόπτων πέτραν
30 Διά τούτο, ιδού, εγώ είμαι εναντίον των προφητών, λέγει Κύριος, οίτινες κλέπτουσι τους λόγους μου, έκαστος από του πλησίον αυτού.
διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας λέγει κύριος ὁ θεός τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ τοῦ πλησίον αὐτοῦ
31 Ιδού, εγώ είμαι εναντίον των προφητών, λέγει Κύριος, οίτινες κινούσι τας γλώσσας αυτών και λέγουσιν, Αυτός λέγει.
ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν
32 Ιδού, εγώ είμαι εναντίον των προφητευόντων ενύπνια ψευδή, λέγει Κύριος, οίτινες διηγούνται αυτά και πλανώσι τον λαόν μου με τα ψεύδη αυτών και με την αφροσύνην αυτών· ενώ εγώ δεν απέστειλα αυτούς ουδέ προσέταξα αυτούς· διά τούτο ουδόλως θέλουσιν ωφελήσει τον λαόν τούτον, λέγει Κύριος.
ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠφέλειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν τοῦτον
33 Και εάν ο λαός ούτος ή ο προφήτης ή ο ιερεύς σε ερωτήσωσι, λέγοντες, Τι είναι το φορτίον του Κυρίου; τότε θέλεις ειπεί προς αυτούς, Τι το φορτίον; θέλω βεβαίως σας εγκαταλείψει, λέγει Κύριος.
καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης λέγων τί τὸ λῆμμα κυρίου καὶ ἐρεῖς αὐτοῖς ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς λέγει κύριος
34 Τον δε προφήτην και τον ιερέα και τον λαόν, όστις είπη, Το φορτίον του Κυρίου, εγώ βεβαίως θέλω παιδεύσει τον άνθρωπον εκείνον και τον οίκον αυτού.
καὶ ὁ προφήτης καὶ ὁ ἱερεὺς καὶ ὁ λαός οἳ ἂν εἴπωσιν λῆμμα κυρίου καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ
35 Ούτω θέλετε ειπεί, έκαστος προς τον πλησίον αυτού και έκαστος προς τον αδελφόν αυτού· Τι απεκρίθη ο Κύριος; και, Τι ελάλησεν ο Κύριος;
ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ τί ἀπεκρίθη κύριος καὶ τί ἐλάλησεν κύριος
36 Και φορτίον Κυρίου δεν θέλετε αναφέρει πλέον· επειδή το φορτίον θέλει είσθαι εις έκαστον ο λόγος αυτού· διότι διεστρέψατε τους λόγους του Θεού του ζώντος, του Κυρίου των δυνάμεων, του Θεού ημών.
καὶ λῆμμα κυρίου μὴ ὀνομάζετε ἔτι ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ
37 Ούτω θέλεις ειπεί προς τον προφήτην· Τι σοι απεκρίθη ο Κύριος; και, Τι ελάλησεν ο Κύριος;
καὶ διὰ τί ἐλάλησεν κύριος ὁ θεὸς ἡμῶν
38 Αλλ' επειδή λέγετε, Το φορτίον του Κυρίου, διά τούτο ούτω λέγει Κύριος· Επειδή λέγετε τον λόγον τούτον, Το φορτίον του Κυρίου, εγώ δε απέστειλα προς εσάς, λέγων, δεν θέλετε λέγει, Το φορτίον του Κυρίου·
διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός ἀνθ’ ὧν εἴπατε τὸν λόγον τοῦτον λῆμμα κυρίου καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων οὐκ ἐρεῖτε λῆμμα κυρίου
39 διά τούτο, Ιδού, εγώ θέλω σας λησμονήσει παντελώς και θέλω απορρίψει υμάς και την πόλιν την οποίαν έδωκα εις υμάς και εις τους πατέρας υμών, από προσώπου μου·
διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν
40 και θέλω φέρει εφ' υμάς όνειδος αιώνιον, και καταισχύνην αιώνιον, ήτις δεν θέλει λησμονηθή.
καὶ δώσω ἐφ’ ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον ἥτις οὐκ ἐπιλησθήσεται