< Ἱερεμίας 22 >

1 Ούτω λέγει Κύριος· Κατάβηθι εις τον οίκον του βασιλέως του Ιούδα και λάλησον εκεί τον λόγον τούτον,
τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον
2 και ειπέ, Άκουσον τον λόγον του Κυρίου, βασιλεύ του Ιούδα, ο καθήμενος επί του θρόνου του Δαβίδ, συ και οι δούλοί σου και ο λαός σου, οι εισερχόμενοι διά των πυλών τούτων·
καὶ ἐρεῖς ἄκουε λόγον κυρίου βασιλεῦ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις
3 Ούτω λέγει Κύριος· Κάμνετε κρίσιν και δικαιοσύνην και ελευθερόνετε τον γεγυμνωμένον εκ της χειρός του δυνάστου· και μη αδικείτε μηδέ καταδυναστεύετε τον ξένον, τον ορφανόν και την χήραν και αίμα αθώον μη χύνετε εν τω τόπω τούτω.
τάδε λέγει κύριος ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ
4 Διότι εάν τωόντι κάμνητε τον λόγον τούτον, τότε θέλουσιν εισέλθει διά των πυλών του οίκου τούτου βασιλείς καθήμενοι επί του θρόνου του Δαβίδ, εποχούμενοι επί αμαξών και ίππων, αυτοί και οι δούλοι αυτών και ο λαός αυτών.
διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ’ ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν
5 Αλλ' εάν δεν ακούσητε τους λόγους τούτους, ομνύω εις εμαυτόν, λέγει Κύριος, ότι ο οίκος ούτος θέλει κατασταθή έρημος.
ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος
6 Διότι ούτω λέγει Κύριος προς τον οίκον του βασιλέως του Ιούδα. Συ είσαι Γαλαάδ εις εμέ και κορυφή του Λιβάνου· αλλά θέλω σε καταστήσει ερημίαν, πόλεις ακατοικήτους.
ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι ἀρχὴ τοῦ Λιβάνου ἐὰν μὴ θῶ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας
7 Και θέλω ετοιμάσει εναντίον σου εξολοθρευτάς, έκαστον μετά των όπλων αυτού· και θέλουσι κατακόψει τας εκλεκτάς κέδρους σου και ρίψει εις το πυρ.
καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ
8 Και πολλά έθνη θέλουσι διαβή διά της πόλεως ταύτης και θέλουσιν ειπεί έκαστος προς τον πλησίον αυτού, Διά τι ο Κύριος έκαμεν ούτως εις ταύτην την μεγάλην πόλιν;
καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ
9 Και θέλουσιν αποκριθή, Διότι εγκατέλιπον την διαθήκην Κυρίου του Θεού αυτών και προσεκύνησαν άλλους θεούς και ελάτρευσαν αυτούς.
καὶ ἐροῦσιν ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς
10 Μη κλαίετε τον αποθανόντα και μη θρηνείτε αυτόν· κλαύσατε πικρώς τον εξερχόμενον, διότι δεν θέλει επιστρέψει πλέον και ιδεί την γην της γεννήσεως αυτού.
μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ
11 Διότι ούτω λέγει Κύριος περί του Σαλλούμ, υιού του Ιωσίου, βασιλέως του Ιούδα, του βασιλεύοντος αντί Ιωσίου του πατρός αυτού, όστις εξήλθεν εκ του τόπου τούτου· Δεν θέλει επιστρέψει εκεί πλέον,
διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι
12 αλλά θέλει αποθάνει εν τω τόπω όπου έφεραν αυτόν αιχμάλωτον, και δεν θέλει ιδεί πλέον την γην ταύτην.
ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ μετῴκισα αὐτόν ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι
13 Ουαί εις τον οικοδομούντα τον οίκον αυτού ουχί εν δικαιοσύνη και τα υπερώα αυτού ουχί εν ευθύτητι, τον μεταχειριζόμενον την εργασίαν του πλησίον αυτού αμισθί και μη αποδίδοντα εις αυτόν τον μισθόν του κόπου αυτού,
ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ
14 τον λέγοντα, Θέλω οικοδομήσει εις εμαυτόν οίκον μέγαν και υπερώα ευρύχωρα, και ανοίγοντα εις εαυτόν παράθυρα και στεγάζοντα με κέδρον και χρωματίζοντα με μίλτον.
ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ
15 Θέλεις βασιλεύει, διότι εγκλείεις σεαυτόν εις κέδρον; ο πατήρ σου δεν έτρωγε και έπινε, και επειδή έκαμνε κρίσιν και δικαιοσύνην, ευημέρει;
μὴ βασιλεύσεις ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν
16 Έκρινε την κρίσιν του πτωχού και του πένητος και τότε ευημέρει· δεν ήτο τούτο να με γνωρίζη; λέγει Κύριος.
οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ λέγει κύριος
17 Αλλ' οι οφθαλμοί σου και η καρδία σου δεν είναι παρά εις την πλεονεξίαν σου και εις το να εκχέης αίμα αθώον και εις την δυναστείαν και εις την βίαν, διά να κάμνης ταύτα.
ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ’ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν
18 Διά τούτο ούτω λέγει Κύριος περί του Ιωακείμ, υιού του Ιωσίου, βασιλέως του Ιούδα· Δεν θέλουσι κλαύσει αυτόν, λέγοντες, Ουαί αδελφέ μου Ουαί αδελφή δεν θέλουσι κλαύσει αυτόν, λέγοντες, Ουαί κύριε ή, Ουαί δόξα
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν ὦ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε
19 Θέλει ταφή ταφήν όνου, συρόμενος και ριπτόμενος πέραν των πυλών της Ιερουσαλήμ.
ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ
20 Ανάβηθι εις τον Λίβανον και βόησον και ύψωσον την φωνήν σου προς την Βασάν και βόησον από Αβαρίμ· διότι ηφανίσθησαν πάντες οι ερασταί σου.
ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου
21 Ελάλησα προς σε εν τη ευημερία σου, αλλ' είπας, Δεν θέλω ακούσει· ούτος εστάθη ο τρόπος σου εκ νεότητός σου, ότι δεν υπήκουσας εις την φωνήν μου.
ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου καὶ εἶπας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τῆς φωνῆς μου
22 Ο άνεμος θέλει καταβοσκήσει πάντας τους ποιμένας σου και οι ερασταί σου θέλουσιν υπάγει εις αιχμαλωσίαν· τότε, ναι, θέλεις αισχυνθή και εντραπή διά πάσας τας ασεβείας σου.
πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε
23 Συ ήτις κατοικείς εν τω Λιβάνω, ήτις κάμνεις την φωλεάν σου εν ταις κέδροις, πόσον αξιοθρήνητος θέλεις είσθαι, όταν έλθωσι λύπαι επί σε, ωδίνες ως τικτούσης.
κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης
24 Ζω εγώ, λέγει Κύριος, και εάν ο Χονίας, ο υιός του Ιωακείμ, βασιλεύς του Ιούδα, ήθελε γείνει σφραγίς επί την δεξιάν μου χείρα, και εκείθεν ήθελον σε αποσπάσει·
ζῶ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου ἐκεῖθεν ἐκσπάσω σε
25 και θέλω σε παραδώσει εις την χείρα των ζητούντων την ψυχήν σου και εις την χείρα εκείνων, των οποίων το πρόσωπον φοβείσαι, ναι, εις την χείρα του Ναβουχοδονόσορ βασιλέως της Βαβυλώνος και εις την χείρα των Χαλδαίων.
καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν Χαλδαίων
26 Και θέλω απορρίψει σε και την μητέρα σου, ήτις σε εγέννησεν, εις γην ξένην όπου δεν εγεννήθητε, και εκεί θέλετε αποθάνει.
καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης ἐκεῖ καὶ ἐκεῖ ἀποθανεῖσθε
27 Εις δε την γην, εις την οποίαν η ψυχή αυτών επιθυμεί να επιστρέψωσιν, εκεί δεν θέλουσιν επιστρέψει.
εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν
28 Ο άνθρωπος ούτος ο Χονίας κατεστάθη είδωλον καταπεφρονημένον και συντετριμμένον; σκεύος, εν ω δεν υπάρχει χάρις; διά τι απεβλήθησαν, αυτός και το σπέρμα αυτού, και ερρίφθησαν εις τόπον, τον οποίον δεν γνωρίζουσιν;
ἠτιμώθη Ιεχονιας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει
29 Ω γη, γη, γη, άκουε τον λόγον του Κυρίου.
γῆ γῆ ἄκουε λόγον κυρίου
30 Ούτω λέγει Κύριος· Γράψατε τον άνθρωπον τούτον άτεκνον, άνθρωπον όστις δεν θέλει ευοδοθή εν ταις ημέραις αυτού· διότι δεν θέλει ευοδοθή εκ του σπέρματος αυτού άνθρωπος καθήμενος επί τον θρόνον του Δαβίδ και εξουσιάζων πλέον επί του Ιούδα.
γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα

< Ἱερεμίας 22 >