< Ἱερεμίας 2 >
1 Και έγεινε λόγος Κυρίου προς εμέ λέγων,
2 Ύπαγε και βόησον εις τα ώτα της Ιερουσαλήμ λέγων, Ούτω λέγει Κύριος· Ενθυμούμαι περί σου την προς σε ευμένειάν μου εν τη νεότητί σου, την αγάπην της νυμφεύσεώς σου, ότε με ηκολούθεις εν τη ερήμω, εν γη ασπάρτω·
καὶ εἶπεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ισραηλ λέγει κύριος
3 ο Ισραήλ ήτο άγιος εις τον Κύριον, απαρχή των γεννημάτων αυτού· πάντες οι κατατρώγοντες αυτόν ήσαν ένοχοι· κακόν ήλθεν επ' αυτούς, λέγει Κύριος.
ἅγιος Ισραηλ τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ’ αὐτούς φησὶν κύριος
4 Ακούσατε τον λόγον του Κυρίου, οίκος Ιακώβ και πάσαι αι συγγένειαι του οίκου Ισραήλ·
ἀκούσατε λόγον κυρίου οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ
5 Ούτω λέγει Κύριος· Ποίαν αδικίαν εύρηκαν εν εμοί οι πατέρες σας, ώστε απεμακρύνθησαν απ' εμού και περιεπάτηααν οπίσω της ματαιότητος και εματαιώθησαν;
τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν
6 και δεν είπον, Που είναι ο Κύριος, ο αναβιβάσας ημάς εκ γης Αιγύπτου, ο οδηγήσας ημάς διά της ερήμου, διά τόπου ερημίας και χασμάτων, διά τόπου ανυδρίας και σκιάς θανάτου, διά τόπου τον οποίον δεν επέρασεν άνθρωπος και όπου άνθρωπος δεν κατώκησε;
καὶ οὐκ εἶπαν ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ ἐν γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου
7 Και σας εισήγαγον εις τόπον καρποφόρον, διά να τρώγητε τους καρπούς αυτού και τα αγαθά αυτού· αφού όμως εισήλθετε, εμιάνατε την γην μου και κατεστήσατε βδέλυγμα την κληρονομίαν μου.
καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα
8 Οι ιερείς δεν είπον, Που είναι ο Κύριος; και οι κρατούντες τον νόμον δεν με εγνώρισαν· και οι ποιμένες εγίνοντο παραβάται εναντίον μου, και οι προφήται προεφήτευον διά του Βάαλ και περιεπάτουν οπίσω πραγμάτων ανωφελών.
οἱ ἱερεῖς οὐκ εἶπαν ποῦ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν
9 Διά τούτο έτι θέλω κριθή με εσάς, λέγει Κύριος, και με τους υιούς των υιών σας θέλω κριθή.
διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι
10 Διότι διάβητε εις τας νήσους των Κητιαίων και ιδέτε· και πέμψατε εις Κηδάρ· και παρατηρήσατε επιμελώς, και ιδέτε αν εστάθη τοιούτον πράγμα.
διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα
11 Ήλλαξεν έθνος θεούς, αν και ούτοι δεν ήναι θεοί; ο λαός μου όμως ήλλαξε την δόξαν αυτού με πράγμα ανωφελές.
εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν καὶ οὗτοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ ἐξ ἧς οὐκ ὠφεληθήσονται
12 Εκπλάγητε, ουρανοί, διά τούτο, και φρίξατε, συνταράχθητε σφόδρα, λέγει Κύριος.
ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα λέγει κύριος
13 Διότι δύο κακά έπραξεν ο λαός μου· εμέ εγκατέλιπον, την πηγήν των ζώντων υδάτων, και έσκαψαν εις εαυτούς λάκκους, λάκκους συντετριμμένους, οίτινες δεν δύνανται να κρατήσωσιν ύδωρ.
ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν
14 Μήπως είναι δούλος ο Ισραήλ; ή δούλος οικογενής; διά τι κατεστάθη λάφυρον;
μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο
15 Οι σκύμνοι εβρύχησαν επ' αυτόν, εξέδωκαν την φωνήν αυτών και κατέστησαν την γην αυτού έρημον· αι πόλεις αυτού κατεκάησαν και έμειναν ακατοίκητοι.
ἐπ’ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι
16 Οι υιοί προσέτι της Νωφ και της Τάφνης συνέτριψαν την κορυφήν σου.
καὶ υἱοὶ Μέμφεως καὶ Ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου
17 Δεν έκαμες τούτο συ εις σεαυτόν, διότι εγκατέλιπες Κύριον τον Θεόν σου ότε σε ώδήγει εν τη οδώ;
οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου
18 Και τώρα τι έχεις να κάμης εν τη οδώ της Αιγύπτου, διά να πίης τα ύδατα Σιώρ; ή τι έχεις να κάμης εν τη οδώ της Ασσυρίας, διά να πίης τα ύδατα του ποταμού;
καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν
19 Η ασέβειά σου θέλει σε παιδεύσει και αι παραβάσεις σου θέλουσι σε ελέγξει· γνώρισον λοιπόν και ιδέ, ότι είναι κακόν και πικρόν, το ότι εγκατέλιπες Κύριον τον Θεόν σου, και δεν είναι ο φόβος μου εν σοι, λέγει Κύριος ο Θεός των δυνάμεων.
παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε καὶ γνῶθι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου καὶ οὐκ εὐδόκησα ἐπὶ σοί λέγει κύριος ὁ θεός σου
20 Επειδή προ πολλού συνέτριψα τον ζυγόν σου, διέσπασα τα δεσμά σου, και συ είπας, δεν θέλω σταθή παραβάτης πλέον· ενώ επί πάντα υψηλόν λόφον και υποκάτω παντός δένδρου πρασίνου περιεπλανήθης εκπορνεύων.
ὅτι ἀπ’ αἰῶνος συνέτριψας τὸν ζυγόν σου διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας οὐ δουλεύσω ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου
21 Εγώ δε σε εφύτευσα άμπελον εκλεκτήν, σπέρμα όλως αληθινόν· πως λοιπόν μετεβλήθης εις παρεφθαρμένον κλήμα αμπέλου ξένης εις εμέ;
ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία
22 Διά τούτο και εάν πλυθής με νίτρον και πληθύνης εις σεαυτόν το σμήγμα, η ανομία σου μένει σεσημειωμένη ενώπιόν μου, λέγει Κύριος ο Θεός.
ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ λέγει κύριος
23 Πως δύνασαι να είπης, δεν εμιάνθην, δεν υπήγα οπίσω των Βααλείμ; ιδέ την οδόν σου εν τη φάραγγι, γνώρισον τι έπραξας· είσαι ταχεία δρομάς διατρέχουσα εν ταις οδοίς αυτής·
πῶς ἐρεῖς οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν τὰς ὁδοὺς αὐτῆς
24 όνος αγρία συνειθισμένη εις την έρημον, αναπνέουσα τον αέρα κατά την επιθυμίαν της καρδίας αυτής· την ορμήν αυτής, τις δύναται να επιστρέψη αυτήν; πάντες οι ζητούντες αυτήν δεν θέλουσι κοπιάζει· εν τω μηνί αυτής θέλουσιν ευρεί αυτήν.
ἐπλάτυνεν ἐφ’ ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν
25 Κράτησον τον πόδα σου από του να περιπατήσης ανυπόδητος, και τον λάρυγγά σου από δίψης· αλλά συ είπας, εις μάτην· ουχί· διότι ηγάπησα ξένους και κατόπιν αυτών θέλω υπάγει.
ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους ἡ δὲ εἶπεν ἀνδριοῦμαι ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο
26 Καθώς ο κλέπτης αισχύνεται όταν ευρεθή, ούτω θέλει αισχυνθή ο οίκος Ισραήλ, αυτοί, οι βασιλείς αυτών, οι άρχοντες αυτών και οι ιερείς αυτών και οι προφήται αυτών·
ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν
27 οίτινες λέγουσι προς το ξύλον, Πατήρ μου είσαι· και προς τον λίθον, Συ με εγέννησας· διότι έστρεψαν νώτα προς εμέ και ουχί πρόσωπον· εν τω καιρώ όμως της συμφοράς αυτών θέλουσιν ειπεί, Ανάστηθι και σώσον ημάς.
τῷ ξύλῳ εἶπαν ὅτι πατήρ μου εἶ σύ καὶ τῷ λίθῳ σὺ ἐγέννησάς με καὶ ἔστρεψαν ἐπ’ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν ἀνάστα καὶ σῶσον ἡμᾶς
28 Και που είναι οι θεοί σου, τους οποίους έκαμες εις σεαυτόν; ας αναστηθώσιν, εάν δύνανται να σε σώσωσιν εν τω καιρώ της συμφοράς σου· διότι κατά τον αριθμόν των πόλεών σου ήσαν οι θεοί σου, Ιούδα.
καὶ ποῦ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτῷ εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ιουδα καὶ κατ’ ἀριθμὸν διόδων τῆς Ιερουσαλημ ἔθυον τῇ Βααλ
29 Διά τι ηθέλετε κριθή μετ' εμού; σεις πάντες είσθε παραβάται εις εμέ, λέγει Κύριος.
ἵνα τί λαλεῖτε πρός με πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ λέγει κύριος
30 Εις μάτην επάταξα τα τέκνα σας· δεν εδέχθησαν διόρθωσιν· η μάχαιρά σας κατέφαγε τους προφήτας σας ως λέων εξολοθρεύων.
μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν παιδείαν οὐκ ἐδέξασθε μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων καὶ οὐκ ἐφοβήθητε
31 Ω γενεά, ιδέτε τον λόγον του Κυρίου· Εστάθην έρημος εις τον Ισραήλ, γη σκότους; διά τι λέγει ο λαός μου, Ημείς είμεθα κύριοι· δεν θέλομεν ελθεί πλέον προς σε;
ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη διὰ τί εἶπεν ὁ λαός μου οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι
32 Δύναται η κόρη να λησμονήση τους στολισμούς αυτής, η νύμφη τον καλλωπισμόν αυτής; και όμως ο λαός μου με ελησμόνησεν ημέρας αναριθμήτους.
μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός
33 Διά τι καλλωπίζεις την οδόν σου διά να ζητής εραστάς; εις τρόπον ώστε και εδίδαξας τας οδούς σου εις τας κακάς.
τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν οὐχ οὕτως ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου
34 Έτι εις τα κράσπεδά σου ευρέθησαν αίματα ψυχών πτωχών αθώων· δεν εύρηκα αυτά ανορύττων, αλλ' επί πάντα ταύτα.
καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθῴων οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς ἀλλ’ ἐπὶ πάσῃ δρυί
35 Και όμως λέγεις, Επειδή είμαι αθώος, βεβαίως ο θυμός αυτού θέλει αποστραφή απ' εμού. Ιδού, εγώ θέλω κριθή μετά σου, διότι λέγεις, Δεν ημάρτησα.
καὶ εἶπας ἀθῷός εἰμι ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ’ ἐμοῦ ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε οὐχ ἥμαρτον
36 Διά τι περιπλανάσαι τόσον διά να αλλάξης την οδόν σου; θέλεις καταισχυνθή και υπό της Αιγύπτου, καθώς κατησχύνθης υπό της Ασσυρίας.
τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης ἀπὸ Ασσουρ
37 Ναι, θέλεις εξέλθει εντεύθεν με τας χείρας σου επί την κεφαλήν σου· διότι ο Κύριος απέβαλε τας ελπίδας σου και δεν θέλεις ευημερήσει εις αυτάς.
ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ