< Ἱερεμίας 14 >

1 Ο λόγος του Κυρίου ο γενόμενος προς Ιερεμίαν περί της ανομβρίας.
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τῆς ἀβροχίας
2 Ο Ιούδας πενθεί και αι πύλαι αυτού είναι περίλυποι· κοίτονται κατά γης μελανειμονούσαι· και ανέβη η κραυγή της Ιερουσαλήμ.
ἐπένθησεν ἡ Ιουδαία καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς καὶ ἡ κραυγὴ τῆς Ιερουσαλημ ἀνέβη
3 Και οι μεγιστάνες αυτής απέστειλαν τους νέους αυτών διά ύδωρ· ήλθον εις τα φρέατα, δεν εύρηκαν ύδωρ· επέστρεψαν με τα αγγεία αυτών κενά· ησχύνθησαν και ενετράπησαν και εσκέπασαν τας κεφαλάς αυτών.
καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ’ ὕδωρ ἤλθοσαν ἐπὶ τὰ φρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά
4 Επειδή η γη εσχίσθη, διότι δεν ήτο βροχή επί της γης, οι γεωργοί ησχύνθησαν, εσκέπασαν τας κεφαλάς αυτών.
καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν ὅτι οὐκ ἦν ὑετός ᾐσχύνθησαν γεωργοί ἐπεκάλυψαν τὴν κεφαλὴν αὐτῶν
5 Και η έλαφος έτι, γεννήσασα εν τη πεδιάδι, εγκατέλιπε το τέκνον αυτής, επειδή χόρτος δεν ήτο.
καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον ὅτι οὐκ ἦν βοτάνη
6 Και οι άγριοι όνοι εστάθησαν επί τους υψηλούς τόπους, ερρόφουν τον αέρα ως θώες· οι οφθαλμοί αυτών εμαράνθησαν, επειδή χόρτος δεν ήτο.
ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας εἵλκυσαν ἄνεμον ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας
7 Κύριε, αν και αι ανομίαι ημών καταμαρτυρώσιν εναντίον ημών, κάμε όμως διά το όνομά σου· διότι αι αποστασίαι ημών επληθύνθησαν· εις σε ημαρτήσαμεν.
εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν κύριε ποίησον ἡμῖν ἕνεκεν σοῦ ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ ὅτι σοὶ ἡμάρτομεν
8 Ελπίς του Ισραήλ, σωτήρ αυτού εν καιρώ θλίψεως, διά τι ήθελες είσθαι ως πάροικος εν τη γη και ως οδοιπόρος εκκλίνων εις κατάλυμα;
ὑπομονὴ Ισραηλ κύριε καὶ σῴζεις ἐν καιρῷ κακῶν ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα
9 Διά τι ήθελες είσθαι ως άνθρωπος εκστατικός, ως ισχυρός μη δυνάμενος να σώση; Αλλά συ, Κύριε, εν μέσω ημών είσαι, και το όνομά σου εκλήθη εφ' ημάς· μη εγκαταλίπης ημάς.
μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν καὶ σὺ ἐν ἡμῖν εἶ κύριε καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ’ ἡμᾶς μὴ ἐπιλάθῃ ἡμῶν
10 Ούτω λέγει Κύριος προς τον λαόν τούτον· Επειδή ηγάπησαν να πλανώνται και δεν εκράτησαν τους πόδας αυτών, διά τούτο ο Κύριος δεν ηυδόκησεν εις αυτούς· τώρα θέλει ενθυμηθή την ανομίαν αυτών και επισκεφθή τας αμαρτίας αυτών.
οὕτως λέγει κύριος τῷ λαῷ τούτῳ ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο καὶ ὁ θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς νῦν μνησθήσεται τῶν ἀδικιῶν αὐτῶν
11 Και είπε Κύριος προς εμέ, Μη προσεύχου υπέρ του λαού τούτου διά καλόν.
καὶ εἶπεν κύριος πρός με μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαθά
12 Και εάν νηστεύσωσι, δεν θέλω εισακούσει της κραυγής αυτών· και εάν προσφέρωσιν ολοκαυτώματα και προσφοράν, δεν θέλω ευδοκήσει εις αυτά· αλλά θέλω καταναλώσει αυτούς εν μαχαίρα και εν πείνη και εν λοιμώ.
ὅτι ἐὰν νηστεύσωσιν οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ θυσίας οὐκ εὐδοκήσω ἐν αὐτοῖς ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς
13 Και είπα, Ω, Κύριε Θεέ, ιδού, οι προφήται λέγουσι προς αυτούς, δεν θέλετε ιδεί μάχαιραν ουδέ θέλει είσθαι πείνα εις εσάς, αλλά θέλω σας δώσει ειρήνην ασφαλή εν τω τόπω τούτω.
καὶ εἶπα ὦ κύριε ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσιν καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ
14 Και είπε Κύριος προς εμέ, Ψευδή προφητεύουσιν οι προφήται εν τω ονόματί μου· εγώ δεν απέστειλα αυτούς ουδέ προσέταξα εις αυτούς ουδέ ελάλησα προς αυτούς· αυτοί προφητεύουσιν εις εσάς όρασιν ψευδή και μαντείαν και ματαιότητα και την δολιότητα της καρδίας αυτών.
καὶ εἶπεν κύριος πρός με ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν
15 Διά τούτο ούτω λέγει Κύριος περί των προφητών των προφητευόντων εν τω ονόματί μου, ενώ εγώ δεν απέστειλα, αυτούς αλλ' αυτοί λέγουσι, Μάχαιρα και πείνα δεν θέλει είσθαι εν τω τόπω τούτω· εν μαχαίρα και εν πείνη θέλουσι συντελεσθή οι προφήται εκείνοι.
διὰ τοῦτο τάδε λέγει κύριος περὶ τῶν προφητῶν τῶν προφητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς οἳ λέγουσιν μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται καὶ ἐν λιμῷ συντελεσθήσονται οἱ προφῆται
16 Ο δε λαός, εις τους οποίους αυτοί προφητεύουσι, θέλουσιν είσθαι ερριμμένοι εν ταις οδοίς της Ιερουσαλήμ υπό πείνης και μαχαίρας· και δεν θέλει είσθαι ο θάπτων αυτούς, τας γυναίκας αυτών και τους υιούς αυτών και τας θυγατέρας αυτών· και θέλω εκχέει επ' αυτούς την κακίαν αυτών.
καὶ ὁ λαός οἷς αὐτοὶ προφητεύουσιν αὐτοῖς καὶ ἔσονται ἐρριμμένοι ἐν ταῖς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ ἐκχεῶ ἐπ’ αὐτοὺς τὰ κακὰ αὐτῶν
17 Διά τούτο θέλεις ειπεί προς αυτούς τον λόγον τούτον· Ας χύσωσιν οι οφθαλμοί μου δάκρυα, νύκτα και ημέραν, και ας μη παύσωσι· διότι η παρθένος, η θυγάτηρ του λαού μου, συνετρίφθη σύντριμμα μέγα, πληγήν οδυνηράν σφόδρα.
καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον καταγάγετε ἐπ’ ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός καὶ μὴ διαλιπέτωσαν ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου καὶ πληγῇ ὀδυνηρᾷ σφόδρα
18 Εάν εξέλθω εις την πεδιάδα, τότε ιδού, οι πεφονευμένοι εν μαχαίρα· και εάν εισέλθω εις την πόλιν, τότε ιδού, οι νενεκρωμένοι υπό της πείνης, ο δε προφήτης έτι και ο ιερεύς εμπορεύονται επί της γης και δεν αισθάνονται.
ἐὰν ἐξέλθω εἰς τὸ πεδίον καὶ ἰδοὺ τραυματίαι μαχαίρας καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν καὶ ἰδοὺ πόνος λιμοῦ ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν ἣν οὐκ ᾔδεισαν
19 Απέρριψας παντάπασι τον Ιούδαν; απεστράφη την Σιών η ψυχή σου; Διά τι επάταξας ημάς, και δεν υπάρχει θεραπεία εις ημάς; επροσμένομεν ειρήνην, αλλ' ουδέν αγαθόν· και τον καιρόν της θεραπείας, και ιδού, ταραχή.
μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν καὶ ἀπὸ Σιων ἀπέστη ἡ ψυχή σου ἵνα τί ἔπαισας ἡμᾶς καὶ οὐκ ἔστιν ἡμῖν ἴασις ὑπεμείναμεν εἰς εἰρήνην καὶ οὐκ ἦν ἀγαθά εἰς καιρὸν ἰάσεως καὶ ἰδοὺ ταραχή
20 Γνωρίζομεν, Κύριε, την ασέβειαν ημών, την ανομίαν των πατέρων ημών, ότι ημαρτήσαμεν εις σε.
ἔγνωμεν κύριε ἁμαρτήματα ἡμῶν ἀδικίας πατέρων ἡμῶν ὅτι ἡμάρτομεν ἐναντίον σου
21 Μη αποστραφής ημάς, διά το όνομά σου· μη ατιμάσης τον θρόνον της δόξης σου· ενθυμήθητι, μη διασκεδάσης την διαθήκην σου την προς ημάς.
κόπασον διὰ τὸ ὄνομά σου μὴ ἀπολέσῃς θρόνον δόξης σου μνήσθητι μὴ διασκεδάσῃς τὴν διαθήκην σου τὴν μεθ’ ἡμῶν
22 Υπάρχει μεταξύ των ματαιοτήτων των εθνών διδούς βροχήν; ή οι ουρανοί δίδουσιν υετούς; δεν είσαι συ αυτός ο δοτήρ, Κύριε Θεέ ημών; διά τούτο θέλομεν σε προσμένει· διότι συ έκαμες πάντα ταύτα.
μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ οὐχὶ σὺ εἶ αὐτός καὶ ὑπομενοῦμέν σε ὅτι σὺ ἐποίησας πάντα ταῦτα

< Ἱερεμίας 14 >