< Ἱερεμίας 12 >

1 Δίκαιος είσαι Κύριε, όταν δικολογώμαι μετά σού· πλην ας διαλεχθώ μετά σου περί των κρίσεών σου· διατί η οδός των ασεβών ευοδούται; διά τι ευημερούσι πάντες οι φερόμενοι απίστως;
δίκαιος εἶ κύριε ὅτι ἀπολογήσομαι πρὸς σέ πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα
2 Εφύτευσας αυτούς, μάλιστα ερριζώθησαν· αυξάνουσι, μάλιστα καρποφορούσι· συ είσαι πλησίον του στόματος αυτών και μακράν από των νεφρών αυτών.
ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν
3 Αλλά συ, Κύριε, με γνωρίζεις· με είδες και εδοκίμασας την καρδίαν μου ενώπιόν σου· σύρε αυτούς ως πρόβατα διά σφαγήν και ετοίμασον αυτούς διά την ημέραν της σφαγής.
καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν
4 Έως πότε θέλει πενθεί η γη, και ο χόρτος παντός αγρού θέλει ξηραίνεσθαι διά την κακίαν των κατοιούντων εν αυτή; Ηφανίσθησαν τα κτήνη και τα πτηνά, διότι είπον, δεν θέλει ιδεί τα έσχατα ημών.
ἕως πότε πενθήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ ἠφανίσθησαν κτήνη καὶ πετεινά ὅτι εἶπαν οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμῶν
5 Εάν τρέξης μετά των πεζών και σε κάμωσι να ατονήσης, τότε πως θέλεις αντιπαραταχθή προς τους ίππους; και εάν απέκαμες εν τη γη της ειρήνης, εφ' ην ήλπιζες, τότε πως θέλεις κάμει εις το φρύαγμα του Ιορδάνου;
σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε πῶς παρασκευάσῃ ἐφ’ ἵπποις καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ιορδάνου
6 Διότι και οι αδελφοί σου και ο οίκος του πατρός σου και αυτοί εφέρθησαν απίστως προς σέ· ναι, αυτοί εβόησαν όπισθέν σου μεγαλοφώνως· μη πιστεύσης αυτούς, και αν λαλήσωσι καλά προς σε.
ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου καὶ οὗτοι ἠθέτησάν σε καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν μὴ πιστεύσῃς ἐν αὐτοῖς ὅτι λαλήσουσιν πρὸς σὲ καλά
7 Εγκατέλιπον τον οίκόν μου, αφήκα την κληρονομίαν μου, έδωκα την ηγαπημένην της ψυχής μου εις τας χείρας των εχθρών αυτής.
ἐγκαταλέλοιπα τὸν οἶκόν μου ἀφῆκα τὴν κληρονομίαν μου ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς
8 Η κληρονομία μου έγεινεν εις εμέ ως λέων εν δρυμώ· εξέπεμψε την φωνήν αυτής εναντίον μου· διά τούτο εμίσησα αυτήν.
ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς διὰ τοῦτο ἐμίσησα αὐτήν
9 Η κληρονομία μου είναι εις εμέ όρνεον αρπακτικόν, τα όρνεα κύκλω είναι εναντίον αυτής· έλθετε, συνάχθητε, πάντα τα θηρία του αγρού, έλθετε να καταφάγητε αυτήν.
μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς βαδίσατε συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν
10 Ποιμένες πολλοί διέφθειραν τον αμπελώνά μου, κατεπάτησαν την μερίδα μου, κατέστησαν την μερίδα την επιθυμητήν μου έρημον άβατον.
ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου ἐμόλυναν τὴν μερίδα μου ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον
11 Παρέδωκαν αυτήν εις ερήμωσιν· ερημωθείσα πενθεί ενώπιόν μου· πάσα η γη ηρημώθη, διότι δεν υπάρχει ο φροντίζων.
ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας δῑ ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ
12 Επί πάσας τας υψηλάς θέσεις της ερήμου ήλθον οι λεηλάται· διότι η μάχαιρα του Κυρίου θέλει καταφάγει απ' άκρου της γης έως άκρου της γής· εις ουδεμίαν σάρκα δεν θέλει είσθαι ειρήνη.
ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες ὅτι μάχαιρα τοῦ κυρίου καταφάγεται ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί
13 Έσπειραν σίτον αλλά θέλουσι θερίσει ακάνθας· εκοπίασαν αλλά δεν θέλουσιν ωφεληθή· και θέλετε αισχυνθή διά τα προϊόντα σας από του φλογερού θυμού του Κυρίου.
σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου
14 Ούτω λέγει ο Κύριος κατά πάντων των κακών γειτόνων μου, οίτινες εγγίζουσι την κληρονομίαν την οποίαν κληροδότησα εις τον λαόν μου τον Ισραήλ· Ιδού, θέλω αποσπάσει αυτούς από της γης αυτών, και θέλω αποσπάσει τον οίκον Ιούδα εκ μέσου αυτών.
ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν
15 Και αφού αποσπάσω αυτούς, θέλω επιστρέψει και ελεήσει αυτούς, και θέλω επαναφέρει έκαστον εις την κληρονομίαν αυτού και έκαστον εις την γην αυτού.
καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ
16 Και εάν μάθωσι καλώς τας οδούς του λαού μου, να ομνύωσιν εις το όνομά μου, Ζη Κύριος, καθώς εδίδαξαν τον λαόν μου να ομνύη εις τον Βάαλ, τότε θέλουσιν οικοδομηθή εν τω μέσω του λαού μου.
καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου ζῇ κύριος καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου
17 Αλλ' εάν δεν υπακούσωσι, θέλω αποσπάσει ολοτελώς και εξολοθρεύσει το έθνος εκείνο, λέγει Κύριος.
ἐὰν δὲ μὴ ἐπιστρέψωσιν καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ

< Ἱερεμίας 12 >