< Ιακωβου 2 >
1 Αδελφοί μου, μη έχετε με προσωποληψίας την πίστιν του δεδοξασμένου Κυρίου ημών Ιησού Χριστού.
Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.
2 Διότι εάν εισέλθη εις την συναγωγήν σας άνθρωπος έχων χρυσούν δακτυλίδιον με λαμπρόν ένδυμα, εισέλθη δε και πτωχός με ρυπαρόν ένδυμα,
Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
3 και επιβλέψητε εις τον φορούντα το ένδυμα το λαμπρόν και είπητε προς αυτόν, Συ κάθου εδώ καλώς, και προς τον πτωχόν είπητε, Συ στέκε εκεί· κάθου εδώ υπό το υποπόδιόν μου,
καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἐκεῖ, ἢ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου·
4 δεν εκάμετε άρα διάκρισιν εν εαυτοίς και εγείνετε κριταί πονηρά διαλογιζόμενοι;
καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
5 Ακούσατε, αδελφοί μου αγαπητοί, δεν εξέλεξεν ο Θεός τους πτωχούς του κόσμου τούτου πλουσίους εν πίστει και κληρονόμους της βασιλείας, την οποίαν υπεσχέθη προς τους αγαπώντας αυτόν;
Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
6 Σεις όμως ητιμάσατε τον πτωχόν. Δεν σας καταδυναστεύουσιν οι πλούσιοι και αυτοί σας σύρουσιν εις κριτήρια;
Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
7 Αυτοί δεν βλασφημούσι το καλόν όνομα, με το οποίον ονομάζεσθε;
Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;
8 Εάν μεν εκτελήτε τον νόμον τον βασιλικόν κατά την γραφήν, Θέλεις αγαπά τον πλησίον σου ως σεαυτόν, καλώς ποιείτε·
Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
9 εάν όμως προσωποληπτήτε, κάμνετε αμαρτίαν και ελέγχεσθε υπό του νόμου ως παραβάται.
εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
10 Διότι όστις φυλάξη όλον τον νόμον και πταίση εις εν, έγεινεν ένοχος πάντων.
Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.
11 Επειδή ο ειπών, Μη μοιχεύσης, είπε και, Μη φονεύσης· αλλ' εάν δεν μοιχεύσης, φονεύσης δε, έγεινες παραβάτης του νόμου.
Ὁ γὰρ εἰπών, Μὴ μοιχεύσεις, εἶπε καί, Μὴ φονεύσεις· εἰ δὲ οὐ μοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου.
12 Ούτω λαλείτε και ούτω πράττετε, ως μέλλοντες να κριθήτε διά του νόμου της ελευθερίας·
Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
13 διότι η κρίσις θέλει είσθαι ανίλεως εις τον όστις δεν έκαμεν έλεος· και το έλεος καυχάται κατά της κρίσεως.
Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεον κρίσεως.
14 Τι το όφελος, αδελφοί μου, εάν λέγη τις ότι έχει πίστιν, και έργα δεν έχη; μήπως η πίστις δύναται να σώση αυτόν;
Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
15 Εάν δε αδελφός ή αδελφή γυμνοί υπάρχωσι και στερώνται της καθημερινής τροφής,
Ἐὰν δὲ ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς,
16 και είπη τις εξ υμών προς αυτούς, Υπάγετε εν ειρήνη, θερμαίνεσθε και χορτάζεσθε, και δεν δώσητε εις αυτούς τα αναγκαία του σώματος, τι το όφελος;
εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
17 Ούτω και η πίστις, εάν δεν έχη έργα, νεκρά είναι καθ' εαυτήν.
Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ, νεκρά ἐστι καθ᾽ ἑαυτήν.
18 Αλλά θέλει τις ειπεί· Συ έχεις πίστιν, και εγώ έχω έργα· δείξόν μοι την πίστιν σου εκ των έργων σου, και εγώ θέλω σοι δείξει εκ των έργων μου την πίστιν μου.
Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου, κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου.
19 Συ πιστεύεις ότι ο Θεός είναι είς· καλώς ποιείς· και τα δαιμόνια πιστεύουσι και φρίττουσι.
Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι.
20 Θέλεις όμως να γνωρίσης, ω άνθρωπε μάταιε, ότι η πίστις χωρίς των έργων είναι νεκρά;
Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν;
21 Αβραάμ ο πατήρ ημών δεν εδικαιώθη εξ έργων, ότε προσέφερεν Ισαάκ τον υιόν αυτού επί το θυσιαστήριον;
Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
22 Βλέπεις ότι η πίστις συνήργει εις τα έργα αυτού, και εκ των έργων η πίστις ετελειώθη,
Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;
23 και επληρώθη η γραφή η λέγουσα· Επίστευσε δε Αβραάμ εις τον Θεόν, και ελογίσθη εις αυτόν εις δικαιοσύνην, και φίλος Θεού ωνομάσθη.
Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη.
24 Βλέπετε λοιπόν ότι εξ έργων δικαιούται ο άνθρωπος και ουχί εκ πίστεως μόνον.
Ὁρᾶτε τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον.
25 Ομοίως δε και Ραάβ η πόρνη δεν εδικαιώθη εξ έργων, ότε υπεδέχθη τους απεσταλμένους και εξέβαλεν αυτούς δι' άλλης οδού;
Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
26 Διότι καθώς το σώμα χωρίς πνεύματος είναι νεκρόν, ούτω και η πίστις χωρίς των έργων είναι νεκρά.
Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.