< Ἠσαΐας 57 >
1 Ο δίκαιος αποθνήσκει και ουδείς βάλλει τούτο εν τη καρδία αυτού· και οι άνδρες ελέους συλλέγονται, χωρίς να εννοή τις, αν ο δίκαιος συλλέγεται απ' έμπροσθεν της κακίας.
ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ καὶ ἄνδρες δίκαιοι αἴρονται καὶ οὐδεὶς κατανοεῖ ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος
2 Θέλει εισέλθει εις ειρήνην· οι περιπατούντες εν τη ευθύτητι αυτών, θέλουσιν αναπαυθή εν ταις κλίναις αυτών.
ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου
3 Σεις δε οι υιοί της μαγίσσης, σπέρμα μοιχού και πόρνης, πλησιάσατε εδώ.
ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι σπέρμα μοιχῶν καὶ πόρνης
4 Κατά τίνος εντρυφάτε; κατά τίνος επλατύνατε το στόμα, εξετείνατε την γλώσσαν; δεν είσθε τέκνα ανομίας, σπέρμα ψεύδους,
ἐν τίνι ἐνετρυφήσατε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας σπέρμα ἄνομον
5 φλογιζόμενοι με τα είδωλα υπό παν δένδρον πράσινον, σφάζοντες τα τέκνα εν ταις φάραγξιν, υπό τους κρήμνους των βράχων;
οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν
6 Η μερίς σου είναι μεταξύ των χαλίκων των χειμάρρων· ούτοι, ούτοι είναι η κληρονομία σου· και εις αυτούς εξέχεας σπονδάς, προσέφερες προσφοράν εξ αλφίτων· εις ταύτα θέλω ευαρεστηθή;
ἐκείνη σου ἡ μερίς οὗτός σου ὁ κλῆρος κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι
7 Επί όρους υψηλού και μετεώρου έβαλες την κλίνην σου· και εκεί ανέβης διά να προσφέρης θυσίαν.
ἐπ’ ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκεῖ σου ἡ κοίτη κἀκεῖ ἀνεβίβασας θυσίας
8 Και οπίσω των θυρών και των παραστατών έστησας το μνημόσυνόν σου· διότι εξεσκέπασας σεαυτήν αποστατήσασα απ' εμού και ανέβης· επλάτυνας την κλίνην σου και συνεφώνησας μετ' εκείνων· ηγάπησας την κλίνην αυτών, εξέλεξας τους τόπους·
καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου ᾤου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς πλεῖόν τι ἕξεις ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ
9 υπήγες μάλιστα προς τον βασιλέα με χρίσματα και ηύξησας τα αρώματά σου και απέστειλας μακράν τους πρέσβεις σου και εταπείνωσας σεαυτήν μέχρις άδου. (Sheol )
καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου (Sheol )
10 Εκοπίασας εις το μάκρος της οδού σου· και δεν είπας, εις μάτην κοπιάζω· εύρηκας το ζην διά της χειρός σου· διά τούτο δεν απέκαμες.
ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα διὰ τοῦτο οὐ κατεδεήθης μου
11 Και τίνα επτοήθης ή εφοβήθης, ώστε να ψευσθής και να μη με ενθυμηθής μηδέ να θέσης τούτο εν τη καρδία σου; δεν είναι, διότι εγώ εσιώπησα, μάλιστα προ πολλού, διά τούτο συ δεν με εφοβήθης;
σύ τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου κἀγώ σε ἰδὼν παρορῶ καὶ ἐμὲ οὐκ ἐφοβήθης
12 Εγώ θέλω απαγγείλει την δικαιοσύνην σου και τα έργα σου· όμως δεν θέλουσι σε ωφελήσει.
κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσουσίν σε
13 Όταν αναβοήσης, ας σε ελευθερώσωσιν οι συνηγμένοι σου· αλλ' ο άνεμος θέλει αφαρπάσει πάντας αυτούς· η ματαιότης θέλει λάβει αυτούς· ο ελπίζων όμως επ' εμέ θέλει κληρονομήσει την γην και αποκτήσει το άγιόν μου όρος.
ὅταν ἀναβοήσῃς ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου
14 Και θέλω ειπεί, Υψώσατε, υψώσατε, ετοιμάσατε την οδόν, εκβάλετε το πρόσκομμα από της οδού του λαού μου.
καὶ ἐροῦσιν καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου
15 Διότι ούτω λέγει ο Ύψιστος και ο Υπέρτατος, ο κατοικών την αιωνιότητα, του οποίου το όνομα είναι Ο Αγιος· Εγώ κατοικώ εν υψηλοίς και εν αγίω τόπω· και μετά του συντετριμμένου την καρδίαν και του ταπεινού το πνεύμα, διά να ζωοποιώ το πνεύμα των ταπεινών και να ζωοποιώ την καρδίαν των συντετριμμένων.
τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν
16 Διότι δεν θέλω δικολογεί αιωνίως ουδέ θέλω είσθαι πάντοτε ωργισμένος· επειδή τότε ήθελον εκλείψει απ' έμπροσθέν μου το πνεύμα και αι ψυχαί τας οποίας έκαμον.
οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν πνεῦμα γὰρ παρ’ ἐμοῦ ἐξελεύσεται καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα
17 Διά την ανομίαν της αισχροκερδείας αυτού ωργίσθην και επάταξα αυτόν· έκρυψα το πρόσωπόν μου και ωργίσθην· αλλά αυτός ηκολούθησε πεισματωδώς την οδόν της καρδίας αυτού.
δῑ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτοῦ καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ
18 Είδον τας οδούς αυτού και θέλω ιατρεύσει αυτόν· και θέλω οδηγήσει αυτόν και δώσει πάλιν παρηγορίας εις αυτόν και εις τους τεθλιμμένους αυτού.
τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν
19 Εγώ δημιουργώ τον καρπόν των χειλέων· ειρήνην, ειρήνην, εις τον μακράν και εις τον πλησίον, λέγει Κύριος· και θέλω ιατρεύσει αυτόν.
εἰρήνην ἐπ’ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν καὶ εἶπεν κύριος ἰάσομαι αὐτούς
20 Οι δε ασεβείς είναι ως η τεταραγμένη θάλασσα, όταν δεν δύναται να ησυχάση· και τα κύματα αυτής εκρίπτουσι καταπάτημα και πηλόν.
οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται
21 Ειρήνη δεν είναι εις τους ασεβείς, λέγει ο Θεός μου.
οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν εἶπεν κύριος ὁ θεός