< Ἠσαΐας 55 >

1 Ω πάντες οι διψώντες, έλθετε εις τα ύδατα· και οι μη έχοντες αργύριον, έλθετε, αγοράσατε και φάγετε· ναι έλθετε, αγοράσατε οίνον και γάλα άνευ αργυρίου και άνευ αντιτίμου.
οἱ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ
2 Διά τι εξοδεύετε αργύρια ουχί εις άρτον; και τον κόπον σας ουχί εις χορτασμόν; ακούσατέ μου μετά προσοχής και θέλετε φάγει αγαθά και η ψυχή σας θέλει ευφρανθή εις το πάχος.
ἵνα τί τιμᾶσθε ἀργυρίου καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν
3 Κλίνατε το ωτίον σας και έλθετε προς εμέ· ακούσατε και η ψυχή σας θέλει ζήσει· και θέλω κάμει προς εσάς αιώνιον διαθήκην, τα ελέη του Δαβίδ τα πιστά.
προσέχετε τοῖς ὠτίοις ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου ἐπακούσατέ μου καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον τὰ ὅσια Δαυιδ τὰ πιστά
4 Ιδού, έδωκα αυτόν μαρτύριον εις τους λαούς, άρχοντα και προστάττοντα εις τους λαούς.
ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν δέδωκα αὐτόν ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν
5 Ιδού, θέλεις καλέσει έθνος, το οποίον δεν εγνώριζες· και έθνη, τα οποία δεν σε εγνώριζον, θέλουσι τρέξει προς σε, διά Κύριον τον Θεόν σου και διά τον Άγιον του Ισραήλ· διότι σε εδόξασε.
ἔθνη ἃ οὐκ ᾔδεισάν σε ἐπικαλέσονταί σε καὶ λαοί οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ισραηλ ὅτι ἐδόξασέν σε
6 Ζητείτε τον Κύριον, ενόσω δύναται να ευρεθή· επικαλείσθε αυτόν, ενόσω είναι πλησίον.
ζητήσατε τὸν θεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν
7 Ας εγκαταλίπη ο ασεβής την οδόν αυτού και ο άδικος τας βουλάς αυτού· και ας επιστρέψη προς τον Κύριον, και θέλει ελεήσει αυτόν· και προς τον Θεόν ημών, διότι αυτός θέλει συγχωρήσει αφθόνως.
ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ κύριον καὶ ἐλεηθήσεται ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν
8 Διότι αι βουλαί μου δεν είναι βουλαί υμών ουδέ οδοί υμών αι οδοί μου, λέγει Κύριος.
οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου λέγει κύριος
9 Αλλ' όσον είναι υψηλοί οι ουρανοί από της γης, ούτως αι οδοί μου είναι υψηλότεραι των οδών υμών και αι βουλαί μου των βουλών υμών.
ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου
10 Διότι καθώς καταβαίνει η βροχή και η χιών εκ του ουρανού και δεν επιστρέφει εκεί, αλλά ποτίζει την γην και κάμνει αυτήν να εκφύη και να βλαστάνη, διά να δώση σπόρον εις τον σπείροντα και άρτον εις τον εσθίοντα,
ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν
11 ούτω θέλει είσθαι ο λόγος μου ο εξερχόμενος εκ του στόματός μου· δεν θέλει επιστρέψει εις εμέ κενός, αλλά θέλει εκτελέσει το θέλημά μου και θέλει ευοδωθή εις ό, τι αυτόν αποστέλλω.
οὕτως ἔσται τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου οὐ μὴ ἀποστραφῇ ἕως ἂν συντελεσθῇ ὅσα ἠθέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου
12 Διότι θέλετε εξέλθει εν χαρά και οδηγηθή εν ειρήνη· τα όρη και οι λόφοι θέλουσιν αντηχήσει έμπροσθέν σας υπό αγαλλιάσεως και πάντα τα δένδρα του αγρού θέλουσιν επικροτήσει τας χείρας.
ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ διδαχθήσεσθε τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις
13 Αντί της ακάνθης θέλει αναβή κυπάρισσος, αντί της κνίδης θέλει αναβή μυρσίνη· και τούτο θέλει είσθαι εις τον Κύριον διά όνομα, διά σημείον αιώνιον, το οποίον δεν θέλει εκλείψει.
καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει

< Ἠσαΐας 55 >