< Ἠσαΐας 50 >

1 Ούτω λέγει Κύριος· Που είναι το έγγραφον του διαζυγίου της μητρός σας, δι' ου απέβαλον αυτήν; ή τις είναι εκ των δανειστών μου, εις τον οποίον σας επώλησα; Ιδού, διά τας ανομίας σας επωλήθητε, και διά τας παραβάσεις σας απεβλήθη η μήτηρ σας.
οὕτως λέγει κύριος ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν ᾧ ἐξαπέστειλα αὐτήν ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν
2 Διά τι, ότε ήλθον, δεν υπήρχεν ουδείς; και ότε εκάλεσα, δεν υπήρχεν ο αποκρινόμενος; Εσμικρύνθη ποσώς η χειρ μου, ώστε να μη δύναται να λυτρώση; ή δεν έχω δύναμιν να ελευθερώσω; Ιδού, εγώ με την επιτίμησίν μου εξήρανα την θάλασσαν, έκαμα έρημον τους ποταμούς· οι ιχθύες αυτών εξηράνθησαν δι' έλλειψιν ύδατος και απέθανον υπό δίψης.
τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποθανοῦνται ἐν δίψει
3 Εγώ περιενδύω τους ουρανούς σκότος και θέτω σάκκον το περικάλυμμα αυτών.
καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ
4 Κύριος ο Θεός έδωκεν εις εμέ γλώσσαν πεπαιδευμένων, διά να εξεύρω πως να λαλήσω λόγον εν καιρώ προς τον βεβαρυμένον· εγείρει από πρωΐ εις πρωΐ, εγείρει το ωτίον μου, διά να ακούω ως οι πεπαιδευμένοι.
κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον ἔθηκέν μοι πρωί προσέθηκέν μοι ὠτίον ἀκούειν
5 Κύριος ο Θεός ήνοιξεν ωτίον εν εμοί και εγώ δεν ηπείθησα ουδέ εστράφην οπίσω.
καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω
6 Τον νώτόν μου έδωκα εις τους μαστιγούντας και τας σιαγόνας μου εις τους μαδίζοντας· δεν έκρυψα το πρόσωπόν μου από υβρισμών και εμπτυσμάτων.
τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων
7 Διότι Κύριος ο Θεός θέλει με βοηθήσει· διά τούτο δεν ενετράπην· διά τούτο έθεσα το πρόσωπόν μου ως πέτραν σκληράν και εξεύρω ότι δεν θέλω καταισχυνθή.
καὶ κύριος βοηθός μου ἐγενήθη διὰ τοῦτο οὐκ ἐνετράπην ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ
8 Πλησίον είναι ο δικαιόνων με· τις θέλει κριθή μετ' εμού; ας παρασταθώμεν ομού· τις είναι η αντίδικός μου; ας πλησιάση εις εμέ.
ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι
9 Ιδού, Κύριος ο Θεός θέλει με βοηθήσει· τις θέλει με καταδικάσει ιδού, πάντες ούτοι θέλουσι παλαιωθή ως ιμάτιον· ο σκώληξ θέλει καταφάγει αυτούς.
ἰδοὺ κύριος βοηθεῖ μοι τίς κακώσει με ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ ὡς σὴς καταφάγεται ὑμᾶς
10 Τις είναι μεταξύ σας ο φοβούμενος τον Κύριον, ο υπακούων εις την φωνήν του δούλου αυτού; ούτος, και αν περιπατή εν σκότει και δεν έχη φως, ας θαρρή επί το όνομα του Κυρίου και ας επιστηρίζεται επί τον Θεόν αυτού.
τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς φῶς πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ
11 Ιδού, πάντες σεις, οι ανάπτοντες πυρ και περικυκλούμενοι με σπινθήρας, περιπατείτε εν τω φωτί του πυρός σας και διά των σπινθήρων τους οποίους εξήψατε. Τούτο σας έγεινεν υπό της χειρός μου, εν λύπη θέλετε κοίτεσθαι.
ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί ᾗ ἐξεκαύσατε δῑ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν ἐν λύπῃ κοιμηθήσεσθε

< Ἠσαΐας 50 >