< Ἠσαΐας 48 >

1 Ακούσατε τούτο, οίκος Ιακώβ· οι κληθέντες με το όνομα του Ισραήλ και εξελθόντες εκ της πηγής του Ιούδα· οι ομνύοντες εις το όνομα του Κυρίου και αναφέροντες τον Θεόν του Ισραήλ, πλην ουχί εν αληθεία ουδέ εν δικαιοσύνη.
ἀκούσατε ταῦτα οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης
2 Διότι λαμβάνουσι το όνομα αυτών εκ της πόλεως της αγίας και επιστηρίζονται επί τον Θεόν του Ισραήλ· το όνομα αυτού είναι, Ο Κύριος των δυνάμεων.
καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι κύριος σαβαωθ ὄνομα αὐτῷ
3 Έκτοτε ανήγγειλα τα απ' αρχής· και εξήλθον εκ του στόματός μου και διεκήρυξα αυτά· έκαμα ταύτα αιφνιδίως και έγειναν.
τὰ πρότερα ἔτι ἀνήγγειλα καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὸν ἐγένετο ἐξάπινα ἐποίησα καὶ ἐπῆλθεν
4 Επειδή γνωρίζω ότι είσαι σκληρός, και ο τράχηλός σου είναι νεύρον σιδηρούν και το μέτωπόν σου χάλκινον.
γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν
5 Έκτοτε δε ανήγγειλα τούτο προς σέ· πριν γείνη διεκήρυξα τούτο εις σε, διά να μη είπης, Το είδωλόν μου έκαμε ταύτα· και το γλυπτόν μου και το χυτόν μου προσέταξε ταύτα.
καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι
6 Ηκουσας· ιδέ πάντα ταύτα· και δεν θέλετε ομολογήσει; από τούδε διακηρύττω προς σε νέα, μάλιστα αποκεκρυμμένα, και τα οποία συ δεν ήξευρες.
ἠκούσατε πάντα καὶ ὑμεῖς οὐκ ἔγνωτε ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι καὶ οὐκ εἶπας
7 Τώρα έγειναν και ουχί παλαιόθεν, και ουδέ προ της ημέρας ταύτης ήκουσας περί αυτών, διά να μη είπης, Ιδού, εγώ ήξευρον ταύτα.
νῦν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά μὴ εἴπῃς ὅτι ναί γινώσκω αὐτά
8 Ούτε ήκουσας ούτε ήξευρες ούτε απ' αρχής ηνοίχθησαν τα ώτα σου· διότι ήξευρον έτι βεβαίως ήθελες φερθή απίστως και εκ κοιλίας ωνομάσθης παραβάτης.
οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ’ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ
9 Ένεκεν του ονόματός μου θέλω μακρύνει τον θυμόν μου, και διά τον έπαινόν μου θέλω βασταχθή προς σε, ώστε να μη σε εξολοθρεύσω.
ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε
10 Ιδού, σε εκαθάρισα, πλην ουχί ως άργυρον· σε κατέστησα εκλεκτόν εν τω χωνευτηρίω της θλίψεως.
ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας
11 Ένεκεν εμού, ένεκεν εμού θέλω κάμει τούτο· διότι πως ήθελε μολυνθή το όνομά μου; ναι, δεν θέλω δώσει την δόξαν μου εις άλλον.
ἕνεκεν ἐμοῦ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω
12 Ακουσόν μου, Ιακώβ, και Ισραήλ τον οποίον εγώ εκάλεσα· εγώ αυτός είμαι· εγώ ο πρώτος, εγώ και ο έσχατος.
ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα
13 Και η χειρ μου εθεμελίωσε την γην και η δεξιά μου εμέτρησε με σπιθαμήν τους ουρανούς· όταν καλώ αυτούς, παρίστανται ομού.
καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα
14 Συνάχθητε, πάντες σεις, και ακούσατε· τις εκ τούτων ανήγγειλε ταύτα; Ο Κύριος ηγάπησεν αυτόν· όθεν θέλει εκπληρώσει το θέλημα αυτού επί την Βαβυλώνα και ο βραχίων αυτού θέλει είσθαι επί τους Χαλδαίους.
καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων
15 Εγώ, εγώ ελάλησα· ναι, εκάλεσα αυτόν· έφερα αυτόν και εγώ θέλω ευοδώσει την οδόν αυτού.
ἐγὼ ἐλάλησα ἐγὼ ἐκάλεσα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ
16 Πλησιάσατε προς εμέ, ακούσατε τούτο· απ' αρχής δεν ελάλησα εν κρυπτώ· αφότου έγεινε τούτο, εγώ ήμην εκεί και τώρα Κύριος ο Θεός απέστειλεν εμέ και το πνεύμα αυτού.
προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ ἡνίκα ἐγένετο ἐκεῖ ἤμην καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ
17 Ούτω λέγει Κύριος, ο Λυτρωτής σου, ο Άγιος του Ισραήλ· Εγώ είμαι Κύριος ο Θεός σου, ο διδάσκων σε διά την ωφέλειάν σου, ο οδηγών σε διά της οδού δι' ης έπρεπε να υπάγης.
οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ ἐγώ εἰμι ὁ θεός σου δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ
18 Είθε να ήκουες τα προστάγματά μου τότε η ειρήνη σου ήθελεν είσθαι ως ποταμός και η δικαιοσύνη σου ως κύματα θαλάσσης·
καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης
19 και το σπέρμα σου ήθελεν είσθαι ως η άμμος και τα έκγονα της κοιλίας σου ως τα λιθάρια αυτής· το όνομα αυτού δεν ήθελεν αποκοπή ουδέ εξαλειφθή απ' έμπροσθέν μου.
καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς οὐδὲ νῦν οὐ μὴ ἐξολεθρευθῇς οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου
20 Εξέλθετε εκ της Βαβυλώνος, φεύγετε από των Χαλδαίων, μετά φωνής αλαλαγμού αναγγείλατε, διακηρύξατε τούτο, εκφωνήσατε αυτό έως εσχάτου της γης, είπατε, Ο Κύριος ελύτρωσε τον δούλον αυτού Ιακώβ.
ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων φωνὴν εὐφροσύνης ἀναγγείλατε καὶ ἀκουστὸν γενέσθω τοῦτο ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς λέγετε ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ
21 Και δεν εδίψησαν, ότε ώδήγει αυτούς διά της ερήμου· έκαμε να ρεύσωσι δι' αυτούς ύδατα εκ πέτρας· και έσχισε την πέτραν και τα ύδατα έρρευσαν.
καὶ ἐὰν διψήσωσιν δῑ ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται ὁ λαός μου
22 Ειρήνη δεν είναι εις τους ασεβείς, λέγει Κύριος.
οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν λέγει κύριος

< Ἠσαΐας 48 >