< Ἠσαΐας 40 >

1 Παρηγορείτε, παρηγορείτε τον λαόν μου, λέγει ο Θεός σας.
παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου λέγει ὁ θεός
2 Λαλήσατε παρηγορητικά προς την Ιερουσαλήμ, και φωνήσατε προς αυτήν, ότι ο καιρός της ταπεινώσεως αυτής επληρώθη, ότι η ανομία αυτής συνεχωρήθη· διότι έλαβεν εκ της χειρός Κυρίου διπλάσιον διά πάσας τας αμαρτίας αυτής.
ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ παρακαλέσατε αὐτήν ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς λέλυται αὐτῆς ἡ ἁμαρτία ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς
3 Φωνή βοώντος εν τη ερήμω, Ετοιμάσατε την οδόν του Κυρίου. ευθείας κάμετε εν τη ερήμω τας τρίβους του Θεού ημών.
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν
4 Πάσα φάραγξ θέλει υψωθή και παν όρος και βουνός θέλει ταπεινωθή· και τα σκολιά θέλουσι γείνει ευθέα· και οι τραχείς τόποι ομαλοί·
πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία
5 και η δόξα του Κυρίου θέλει φανερωθή και πάσα σαρξ ομού θέλει ιδεί· διότι το στόμα του Κυρίου ελάλησε.
καὶ ὀφθήσεται ἡ δόξα κυρίου καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ὅτι κύριος ἐλάλησεν
6 Φωνή λέγουσα, Φώνησον· και είπε, Τι να φωνήσω; πάσα σαρξ είναι χόρτος και πάσα η δόξα αυτής ως άνθος του αγρού.
φωνὴ λέγοντος βόησον καὶ εἶπα τί βοήσω πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου
7 Ο χόρτος εξηράνθη, το άνθος εμαράνθη· διότι πνεύμα Κυρίου έπνευσεν επ' αυτό· χόρτος τη αληθεία είναι ο λαός.
ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν
8 Ο χόρτος εξηράνθη, το άνθος εμαράνθη· ο λόγος όμως του Θεού ημών μένει εις τον αιώνα.
τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα
9 Συ, ο φέρων εις την Σιών αγαθάς αγγελίας, ανάβα εις το όρος το υψηλόν· συ, ο φέρων αγαθάς αγγελίας εις την Ιερουσαλήμ, ύψωσον ισχυρώς την φωνήν σου· ύψωσον· μη φοβού· ειπέ προς τας πόλεις του Ιούδα, Ιδού, ο Θεός υμών.
ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιων ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ιερουσαλημ ὑψώσατε μὴ φοβεῖσθε εἰπὸν ταῖς πόλεσιν Ιουδα ἰδοὺ ὁ θεὸς ὑμῶν
10 Ιδού, Κύριος ο Θεός θέλει ελθεί μετά δυνάμεως και ο βραχίων αυτού θέλει εξουσιάζει δι' αυτόν· ιδού, ο μισθός αυτού είναι μετ' αυτού και η αμοιβή αυτού ενώπιον αυτού.
ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ
11 Θέλει βοσκήσει το ποίμνιον αυτού ως ποιμήν· θέλει συνάξει τα αρνία διά του βραχίονος αυτού και βαστάσει εν τω κόλπω αυτού· και θέλει οδηγεί τα θηλάζοντα.
ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει
12 Τις εμέτρησε τα ύδατα εν τω κοιλώματι της χειρός αυτού και εστάθμισε τους ουρανούς με την σπιθαμήν και συμπεριέλαβεν εν μέτρω το χώμα της γης και εζύγισε τα όρη διά στατήρος και τους λόφους διά πλάστιγγος;
τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί τίς ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ
13 Τις εστάθμισε το πνεύμα του Κυρίου ή έγεινε σύμβουλος αυτού και, εδίδαξεν αυτόν;
τίς ἔγνω νοῦν κυρίου καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο ὃς συμβιβᾷ αὐτόν
14 Μετά τίνος συνεβουλεύθη, και τις εσυνέτισεν αυτόν και εδίδαξεν αυτόν την οδόν της κρίσεως και παρέδωκεν εις αυτόν επιστήμην και έδειξεν εις αυτόν την οδόν της συνέσεως;
ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ
15 Ιδού, τα έθνη είναι ως σανίς από κάδου και λογίζονται ως η λεπτή σκόνη της πλάστιγγος· ιδού, η μετατοπίζει τας νήσους ως σκόνην.
εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται
16 Και ο Λίβανος δεν είναι ικανός εις καύσιν ουδέ τα ζώα αυτού ικανά εις ολοκαύτωμα.
ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν
17 Πάντα τα έθνη ενώπιον αυτού είναι ως μηδέν· λογίζονται παρ' αυτώ ολιγώτερον παρά το μηδέν και την ματαιότητα.
καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν
18 Με τίνα λοιπόν θέλετε εξομοιώσει τον Θεόν; ή τι ομοίωμα θέλετε προσαρμόσει εις αυτόν;
τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν
19 Ο τεχνίτης χωνεύει εικόνα γλυπτήν, και ο χρυσοχόος εκτείνει χρυσόν επ' αυτήν και χύνει αργυράς αλύσεις.
μὴ εἰκόνα ἐποίησεν τέκτων ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν ὁμοίωμα κατεσκεύασεν αὐτόν
20 Ο πτωχός κάμνων προσφοράν εκλέγει ξύλον άσηπτον· και ζητεί εις εαυτόν επιδέξιον τεχνίτην, διά να κατασκευάση εικόνα γλυπτήν μη σαλευομένην.
ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται
21 Δεν εγνωρίσατε; δεν ηκούσατε; δεν ανηγγέλθη προς εσάς εξ αρχής; δεν ενοήσατε από καταβολής της γης;
οὐ γνώσεσθε οὐκ ἀκούσεσθε οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς
22 Αυτός είναι ο καθήμενος επί τον γύρον της γης και οι κάτοικοι αυτής είναι ως ακρίδες· ο εκτείνων τους ουρανούς ως παραπέτασμα και εξαπλόνων αυτούς ως σκηνήν προς κατοίκησιν·
ὁ κατέχων τὸν γῦρον τῆς γῆς καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν
23 ο φέρων τους ηγεμόνας εις το μηδέν και καθιστών ως ματαιότητα τους κριτάς της γης.
ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν
24 Αλλ' ουδέ θέλουσι φυτευθή· αλλ' ουδέ θέλουσι σπαρθή· αλλ' ουδέ θέλει ριζωθή εν τη γη το στέλεχος αυτών· μόνον να πνεύση επ' αυτούς, θέλουσι πάραυτα ξηρανθή και ο ανεμοστρόβιλος θέλει αναρπάσει αυτούς ως άχυρον.
οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν ἔπνευσεν ἐπ’ αὐτοὺς καὶ ἐξηράνθησαν καὶ καταιγὶς ὡς φρύγανα ἀναλήμψεται αὐτούς
25 Με τίνα λοιπόν θέλετε με εξομοιώσει και θέλω εξισωθή; λέγει ο Άγιος.
νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι εἶπεν ὁ ἅγιος
26 Σηκώσατε υψηλά τους οφθαλμούς σας και ιδέτε, τις εποίησε ταύτα; Ο εξάγων το στράτευμα αυτών κατά αριθμόν· ο ονομαστί καλών ταύτα πάντα εν τη μεγαλειότητι της δυνάμεως αυτού, διότι είναι ισχυρός εις εξουσίαν· δεν λείπει ουδέν.
ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξεν πάντα ταῦτα ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ’ ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν
27 Διά τι λέγεις, Ιακώβ, και λαλείς, Ισραήλ, Η οδός μου είναι κεκρυμμένη από του Κυρίου και η κρίσις μου παραμελείται υπό του Θεού μου;
μὴ γὰρ εἴπῃς Ιακωβ καὶ τί ἐλάλησας Ισραηλ ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ καὶ ὁ θεός μου τὴν κρίσιν ἀφεῖλεν καὶ ἀπέστη
28 Δεν εγνώρισας; δεν ήκουσας, ότι ο αιώνιος Θεός, ο Κύριος, ο Ποιητής των άκρων της γης, δεν ατονεί και δεν αποκάμνει; δεν εξιχνιάζεται η φρόνησις αυτού.
καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας θεὸς αἰώνιος ὁ θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ
29 Δίδει ισχύν εις τους ητονημένους και αυξάνει την δύναμιν εις τους αδυνάτους.
διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην
30 Και οι νέοι θέλουσιν ατονήσει και αποκάμει, και οι εκλεκτοί νέοι θέλουσιν αδυνατήσει παντάπασιν·
πεινάσουσιν γὰρ νεώτεροι καὶ κοπιάσουσιν νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται
31 αλλ' οι προσμένοντες τον Κύριον θέλουσιν ανανεώσει την δύναμιν αυτών· θέλουσιν αναβή με πτέρυγας ως αετοί· θέλουσι τρέξει και δεν θέλουσιν αποκάμει· θέλουσι περιπατήσει και δεν θέλουσιν ατονήσει.
οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν πτεροφυήσουσιν ὡς ἀετοί δραμοῦνται καὶ οὐ κοπιάσουσιν βαδιοῦνται καὶ οὐ πεινάσουσιν

< Ἠσαΐας 40 >