< Ἠσαΐας 35 >
1 Η έρημος και η άνυδρος θέλουσιν ευφρανθή δι' αυτά, και η ερημία θέλει αγαλλιασθή και ανθήσει ως ρόδον.
εὐφράνθητι ἔρημος διψῶσα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον
2 Θέλει ανθήσει εν αφθονία και αγαλλιασθή μάλιστα χαίρουσα και αλαλάζουσα· η δόξα του Λιβάνου θέλει δοθή εις αυτήν, η τιμή του Καρμήλου και Σαρών· οι τόποι ούτοι θέλουσιν ιδεί την δόξαν του Κυρίου και την μεγαλωσύνην του Θεού ημών.
καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ
3 Ενισχύσατε τας κεχαυνωμένας χείρας· και στερεώσατε τα παραλελυμένα γόνατα.
ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα
4 Είπατε προς τους πεφοβισμένους την καρδίαν, Ισχύσατε, μη φοβείσθε· ιδού, ο Θεός σας θέλει ελθεί μετ' εκδικήσεως, ο Θεός μετά ανταποδόσεως· αυτός θέλει ελθεί και θέλει σας σώσει.
παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς
5 Τότε οι οφθαλμοί των τυφλών θέλουσιν ανοιχθή και τα ώτα των κωφών θέλουσιν ακούσει.
τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται
6 Τότε ο χωλός θέλει πηδά ως έλαφος και η γλώσσα του μογιλάλου θέλει ψάλλει· διότι εν τη ερήμω θέλουσιν αναβλύσει ύδατα και ρεύματα εν τη ερημία.
τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ
7 Και η ξηρά γη θέλει κατασταθή λίμνη και η διψώσα γη πηγαί ύδατος· εν τη κατοικία των θώων, όπου εκοίτοντο, θέλει είσθαι χλόη μετά καλάμων και σπάρτων.
καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται ἐκεῖ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη
8 Και εκεί θέλει είσθαι λεωφόρος και οδός και θέλει ονομασθή, Οδός αγία· ο ακάθαρτος δεν θέλει περάσει δι' αυτής αλλά θέλει είσθαι δι' αυτούς ο οδεύων και οι μωροί δεν θέλουσι πλανάσθαι.
ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν
9 Λέων δεν θέλει είσθαι εκεί και θηρίον αρπακτικόν δεν θέλει αναβή εκεί· δεν θέλει ευρεθή εκεί· αλλά οι λελυτρωμένοι θέλουσι περιπατεί εκεί.
καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι
10 Και οι λελυτρωμένοι του Κυρίου θέλουσιν επιστρέψει και ελθεί εν αλαλαγμώ εις την Σιών· και ευφροσύνη αιώνιος θέλει είσθαι επί της κεφαλής αυτών· αγαλλίασιν και ευφροσύνην θέλουσιν απολαύσει· η λύπη δε και ο στεναγμός θέλουσι φύγει.
καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ’ εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός