< Ἠσαΐας 33 >

1 Ουαί εις σε, όστις πορθείς και δεν επορθήθης· και καταδυναστεύεις και δεν κατεδυναστεύθης· όταν παύσης πορθών, θέλεις πορθηθή· όταν τελειώσης καταδυναστεύων, θέλεις καταδυναστευθή.
οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται
2 Κύριε, ελέησον ημάς· σε προσμένομεν· έσο βραχίων αυτών καθ' εκάστην πρωΐαν και σωτηρία ημών εν καιρώ θλίψεως.
κύριε ἐλέησον ἡμᾶς ἐπὶ σοὶ γὰρ πεποίθαμεν ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως
3 Από της φωνής του θορύβου οι λαοί έφυγον· από της ανυψώσεώς σου τα έθνη διεσκορπίσθησαν.
διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη
4 Και τα λάφυρά σας θέλουσι συναχθή, καθώς συνάγουσιν οι βρούχοι· θέλουσι πηδήσει επ' αυτόν, καθώς η ακρίς πηδά εδώ και εκεί.
νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας οὕτως ἐμπαίξουσιν ὑμῖν
5 Ο Κύριος υψώθη· διότι κατοικεί εν υψηλοίς· ενέπλησε την Σιών κρίσεως και δικαιοσύνης.
ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς ἐνεπλήσθη Σιων κρίσεως καὶ δικαιοσύνης
6 Σοφία δε και επιστήμη θέλουσιν είσθαι η στερέωσις των καιρών σου και η σωτήριος δύναμις· ο φόβος του Κυρίου, αυτός είναι ο θησαυρός αυτού.
ἐν νόμῳ παραδοθήσονται ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης
7 Ιδού, οι ανδρείοι αυτών θέλουσι βοήσει έξωθεν, και οι πρέσβεις της ειρήνης θέλουσι κλαύσει πικρώς.
ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ’ ὑμῶν ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην πικρῶς κλαίοντες παρακαλοῦντες εἰρήνην
8 Αι οδοί ηρημώθησαν, οι οδοιπόροι έπαυσαν· διέλυσε την συνθήκην, απέβαλε τας πόλεις, δεν λογίζεται άνθρωπον.
ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ φόβος τῶν ἐθνῶν καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους
9 Η γη πενθεί, μαραίνεται· ο Λίβανος αισχύνεται, κατακόπτεται· ο Σαρών ομοιάζει έρημον· και η Βασάν και ο Κάρμηλος κατετινάχθησαν.
ἐπένθησεν ἡ γῆ ᾐσχύνθη ὁ Λίβανος ἕλη ἐγένετο ὁ Σαρων φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος
10 Τώρα θέλω σηκωθή, λέγει Κύριος· τώρα θέλω υψωθή, τώρα θέλω μεγαλυνθή.
νῦν ἀναστήσομαι λέγει κύριος νῦν δοξασθήσομαι νῦν ὑψωθήσομαι
11 Χνούν θέλετε συλλάβει και άχυρον θέλετε γεννήσει· η πνοή σας ως πυρ θέλει σας καταφάγει.
νῦν ὄψεσθε νῦν αἰσθηθήσεσθε ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν πῦρ ὑμᾶς κατέδεται
12 Και οι λαοί θέλουσιν είσθαι ως καύσεις ασβέστου· ως άκανθαι κεκομμέναι θέλουσι καυθή εν πυρί.
καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη
13 Οι μακράν, ακούσατε τι έκαμον· και σεις οι πλησίον, γνωρίσατε την δύναμίν μου.
ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου
14 Οι αμαρτωλοί εν Σιών θέλουσι τρομάξει· τρόμος θέλει καταλάβει τους υποκριτάς, ώστε θέλουσι λέγει, Τις μεταξύ ημών θέλει κατοικήσει μετά του κατατρώγοντος πυρός; τις μεταξύ ημών θέλει κατοικήσει μετά των αιωνίων καύσεων;
ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι λήμψεται τρόμος τοὺς ἀσεβεῖς τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον
15 Ο περιπατών εν δικαιοσύνη και ο λαλών εν ευθύτητι· ο καταφρονών το κέρδος των δυναστεύσεων, ο σείων τας χείρας αυτού από δωροληψίας, ο εμφράττων τα ώτα αυτού διά να μη ακούη περί αίματος, και ο κλείων τους οφθαλμούς αυτού διά να μη ίδη το κακόν·
πορευόμενος ἐν δικαιοσύνῃ λαλῶν εὐθεῖαν ὁδόν μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν
16 ούτος θέλει κατοικήσει εν τοις υψηλοίς· οι τόποι της υπερασπίσεως αυτού θέλουσιν είσθαι τα οχυρώματα των βράχων· άρτος θέλει δοθή εις αυτόν· το ύδωρ αυτού θέλει είσθαι βέβαιον·
οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς ἄρτος αὐτῷ δοθήσεται καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν
17 Οι οφθαλμοί σου θέλουσιν ιδεί τον βασιλέα εν τη ώραιότητι αυτού· θέλουσιν ιδεί την γην την μακράν.
βασιλέα μετὰ δόξης ὄψεσθε καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν
18 Η καρδία σου θέλει μελετά τον παρελθόντα τρόμον, φωνάζουσα, Που είναι ο γραμματεύς; που ο συζητητής; που ο λογιστής των πύργων;
ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον ποῦ εἰσιν οἱ γραμματικοί ποῦ εἰσιν οἱ συμβουλεύοντες ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους
19 δεν θέλεις ιδεί λαόν άγριον, λαόν βαθείας φωνής, ώστε να μη διακρίνης· τραυλιζούσης γλώσσης, ώστε να μη εννοής.
μικρὸν καὶ μέγαν λαόν ᾧ οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις
20 Ανάβλεψον εις την Σιών, την πόλιν των εορτών ημών· οι οφθαλμοί σου θέλουσιν ιδεί την Ιερουσαλήμ ήσυχον κατοικίαν, σκηνήν ήτις δεν θέλει καταβιβασθή· οι πάσσαλοι αυτής δεν θέλουσι μετακινηθή εις τον αιώνα και ουδέν εκ των σχοινίων αυτής θέλει κοπή.
ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ πόλις πλουσία σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν
21 Αλλ' εκεί ο Κύριος της δόξης θέλει είσθαι εις ημάς τόπος πλατέων ποταμών και ρευμάτων· εκεί δεν θέλει εισέλθει πλοίον διά κωπίων ούτε ναυς μεγαλοπρεπής θέλει περάσει εκείθεν.
ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμῖν τόπος ὑμῖν ἔσται ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι οὐ πορεύσῃ ταύτην τὴν ὁδόν οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον
22 Διότι ο Κύριος είναι ο κριτής ημών· ο Κύριος είναι ο νομοθέτης ημών· ο Κύριος είναι ο βασιλεύς ημών· αυτός θέλει σώσει ημάς.
ὁ γὰρ θεός μου μέγας ἐστίν οὐ παρελεύσεταί με κύριος κριτὴς ἡμῶν κύριος ἄρχων ἡμῶν κύριος βασιλεὺς ἡμῶν κύριος οὗτος ἡμᾶς σώσει
23 Τα σχοινία σου εχαυνώθησαν· δεν δύνανται να στερεώσωσι το κατάρτιον αυτών, δεν δύνανται να εξαπλώσωσι τα πανία· τότε λεία μεγάλων λαφύρων θέλει διαμερισθή· οι χωλοί θέλουσι διαρπάσει την λείαν.
ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρεῖ σημεῖον ἕως οὗ παραδοθῇ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν
24 Και ο κάτοικος δεν θέλει λέγει, Ητόνησα· ο λαός ο κατοικών εν αυτή θέλει λάβει άφεσιν ανομίας.
καὶ οὐ μὴ εἴπῃ κοπιῶ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία

< Ἠσαΐας 33 >