< Ἠσαΐας 32 >

1 Ιδού, βασιλεύς θέλει βασιλεύσει εν δικαιοσύνη, και άρχοντες θέλουσιν άρχει εν κρίσει.
ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν
2 Και ο άνθρωπος θέλει είσθαι ως σκέπη από του ανέμου και ως καταφύγιον από της τρικυμίας· ως ποταμοί ύδατος εν ξηρά γη, ως σκιά μεγάλου βράχου εν γη διψώση.
καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου καὶ φανήσεται ἐν Σιων ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ
3 Και οι οφθαλμοί των βλεπόντων δεν θέλουσιν είσθαι εσκοτισμένοι, και τα ώτα των ακουόντων θέλουσιν είσθαι προσεκτικά.
καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν
4 Και η καρδία των θρασέων θέλει καταλάβει σοφίαν, και η γλώσσα των τραυλιζόντων θέλει επιταχύνει να λαλή καθαρά.
καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην
5 Ο αχρείος δεν θέλει ονομάζεσθαι πλέον ελευθέριος, και ο φιλάργυρος δεν θέλει λέγεσθαι μεγαλοπρεπής.
καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου σίγα
6 Διότι ο αχρείος θέλει λαλεί αχρεία, και η καρδία αυτού θέλει εργάζεσθαι ανομίαν, διά να εκτελή πονηρίαν και να προφέρη πλάνην εναντίον του Κυρίου, ώστε να στερή την ψυχήν του πεινώντος και να εμποδίζη την πόσιν εις τον διψώντα.
ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι
7 Του δε φιλαργύρου τα όπλα είναι άδικα· αυτός βουλεύεται πονηρίας διά να αφανίση τον πτωχόν με λόγους ψευδείς, έτι και όταν ο ενδεής λαλή δίκαια.
ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει
8 Αλλ' ο ελευθέριος βουλεύεται ελευθέρια και επί ελευθέρια θέλει στηρίζεσθαι αυτός.
οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο καὶ αὕτη ἡ βουλὴ μενεῖ
9 Σηκώθητε, γυναίκες εύποροι· ακούσατε την φωνήν μου, θυγατέρες αμέριμνοι· ακροάσθητε τους λόγους μου·
γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου θυγατέρες ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου
10 ημέρας και έτη θέλετε είσθαι τεταραγμέναι, σεις αι αμέριμνοι· διότι ο τρυγητός θέλει χαθή, η συγκομιδή δεν θέλει ελθεί·
ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ’ ἐλπίδος ἀνήλωται ὁ τρύγητος πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ
11 τρέμετε, αι εύποροι· ταράχθητε, αι αμέριμνοι· ενδύθητε και γυμνώθητε και περιζώσατε τας οσφύας με σάκκον.
ἔκστητε λυπήθητε αἱ πεποιθυῖαι ἐκδύσασθε γυμναὶ γένεσθε περιζώσασθε σάκκους τὰς ὀσφύας
12 Θέλουσι κτυπήσει τα στήθη διά τους ηδονικούς αγρούς, διά τους καρποφόρους αμπελώνας.
καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος
13 Άκανθαι και τρίβολοι θέλουσι βλαστήσει επί την γην του λαού μου· έτι και επί πάσας τας οικίας της χαράς εν τη ευφραινομένη πόλει.
ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται πόλις πλουσία
14 Διότι τα παλάτια θέλουσιν εγκαταλειφθή· το πλήθος της πόλεως θέλει ερημωθή· τα φρούρια και οι πύργοι θέλουσι κατασταθή έως αιώνος σπήλαια, τρυφή αγρίων όνων, βοσκή ποιμνίων·
οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος εὐφροσύνη ὄνων ἀγρίων βοσκήματα ποιμένων
15 εωσού το πνεύμα εξ ύψους εκχυθή εφ' ημάς και η έρημος γείνη πεδιάς καρποφόρος, η δε καρποφόρος πεδιάς λογισθή ως δάσος.
ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς πνεῦμα ἀφ’ ὑψηλοῦ καὶ ἔσται ἔρημος ὁ Χερμελ καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισθήσεται
16 Τότε κρίσις θέλει κατασκηνώσει εν τη ερήμω και δικαιοσύνη θέλει κατοικήσει εν τη καρποφόρω πεδιάδι.
καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει
17 Το δε έργον της δικαιοσύνης θέλει είσθαι ειρήνη· και το αποτέλεσμα της δικαιοσύνης ησυχία και ασφάλεια εις τον αιώνα.
καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν καὶ πεποιθότες ἕως τοῦ αἰῶνος
18 Και ο λαός μου θέλει κατοικεί ειρηνικήν κατοικίαν και οικήματα ασφαλή και ησύχους τόπους ευπορίας,
καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς καὶ ἀναπαύσονται μετὰ πλούτου
19 και θέλει πίπτει χάλαζα κατασυντρίβουσα το δάσος, και η πόλις με όλεθρον θέλει ανατραπή.
ἡ δὲ χάλαζα ἐὰν καταβῇ οὐκ ἐφ’ ὑμᾶς ἥξει καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ
20 Μακάριοι σεις οι σπείροντες πλησίον παντός ύδατος, οι εξαποστέλλοντες εκεί τους πόδας του βοός και της όνου.
μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ οὗ βοῦς καὶ ὄνος πατεῖ

< Ἠσαΐας 32 >