< Ἠσαΐας 31 >

1 Ουαί εις τους καταβαίνοντας εις Αίγυπτον διά βοήθειαν και επιστηριζομένους επί ίππους και θαρρούντας επί αμάξας, διότι είναι πολυάριθμοι· και επί ιππείς, διότι είναι πολύ δυνατοί· και δεν αποβλέπουσιν εις τον Άγιον του Ισραήλ και τον Κύριον δεν εκζητούσι.
οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ’ ἵπποις πλῆθος σφόδρα καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν
2 Πλην αυτός είναι σοφός και θέλει επιφέρει κακά και δεν θέλει ανακαλέσει τους λόγους αυτού, αλλά θέλει σηκωθή επί τους οίκους των κακοποιών και επί την βοήθειαν των εργαζομένων την ανομίαν.
καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ καὶ ἐπαναστήσεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν
3 Οι δε Αιγύπτιοι είναι άνθρωποι και ουχί Θεός· και οι ίπποι αυτών σάρκες και ουχί πνεύμα. Όταν ο Κύριος εκτείνη την χείρα αυτού, και ο βοηθών θέλει προσκόψει και ο βοηθούμενος θέλει πέσει και πάντες ομού θέλουσιν απολεσθή.
Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθοῦντες καὶ ἅμα πάντες ἀπολοῦνται
4 Διότι ούτως ελάλησε Κύριος προς εμέ· Καθώς ο λέων και ο σκύμνος του λέοντος βρυχώμενος επί το θήραμα αυτού, αν και συνήχθη εναντίον αυτού πλήθος βοσκών, δεν πτοείται εις την φωνήν αυτών ουδέ συστέλλεται εις τον θόρυβον αυτών· ούτως ο Κύριος των δυνάμεων θέλει καταβή διά να πολεμήση υπέρ του όρους της Σιών και υπέρ των λόφων αυτής.
ὅτι οὕτως εἶπέν μοι κύριος ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς
5 Ως πτηνά διαπετώμενα επί τους νεοσσούς, ούτως ο Κύριος των δυνάμεων θέλει υπερασπισθή την Ιερουσαλήμ, υπερασπιζόμενος και ελευθερόνων αυτήν, διαβαίνων και σώζων αυτήν.
ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει
6 Επιστράφητε προς εκείνον, από του οποίου οι υιοί του Ισραήλ όλως απεστάτησαν.
ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον
7 Διότι εν εκείνη τη ημέρα πας άνθρωπος θέλει ρίψει τα αργυρά αυτού είδωλα και τα χρυσά αυτού είδωλα, τα οποία αι χείρές σας κατεσκεύασαν εις εσάς αμαρτίαν.
ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν
8 Τότε ο Ασσύριος θέλει πέσει εν μαχαίρα ουχί ανδρός· και μάχαιρα ουχί ανθρώπου θέλει καταφάγει αυτόν· και θέλει φεύγει από προσώπου της μαχαίρας, και οι νέοι αυτού θέλουσιν είσθαι διά φόρον.
καὶ πεσεῖται Ασσουρ οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα
9 Και από του φόβου θέλει παραδράμει το οχύρωμα αυτού, και οι αρχηγοί αυτού θέλουσι κατατρομάξει εις την σημαίαν, λέγει Κύριος, του οποίου το πυρ είναι εν Σιών και η κάμινος αυτού εν Ιερουσαλήμ.
πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται ὁ δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ

< Ἠσαΐας 31 >