< Ἠσαΐας 30 >

1 Ουαί εις τα αποστατήσαντα τέκνα, λέγει Κύριος, τα οποία λαμβάνουσι βουλήν, πλην ουχί παρ' εμού· και τα οποία κάμνουσι συνθήκας, πλην ουχί διά του πνεύματός μου, διά να προσθέσωσιν αμαρτίαν εις αμαρτίαν·
οὐαὶ τέκνα ἀποστάται τάδε λέγει κύριος ἐποιήσατε βουλὴν οὐ δῑ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις
2 τα οποία υπάγουσι διά να καταβώσιν εις Αίγυπτον, και δεν ερωτώσι το στόμα μου, διά να ενδυναμωθώσι με την δύναμιν του Φαραώ και να εμπιστευθώσιν εις την σκιάν της Αιγύπτου.
οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον ἐμὲ δὲ οὐκ ἐπηρώτησαν τοῦ βοηθηθῆναι ὑπὸ Φαραω καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων
3 Η δε δύναμις του Φαραώ θέλει είσθαι αισχύνη σας και η πεποίθησις επί την σκιάν της Αιγύπτου όνειδος.
ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος
4 Διότι οι αρχηγοί αυτού εστάθησαν εν Τάνει και οι πρέσβεις αυτού ήλθον εις Χανές.
ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί μάτην κοπιάσουσιν
5 Πάντες ησχύνθησαν διά λαόν, όστις δεν ηδυνήθη να ωφελήση αυτούς ουδέ να σταθή βοήθεια ή όφελος αλλά καταισχύνη και μάλιστα όνειδος.
πρὸς λαόν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἰς ὠφέλειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος
6 Η κατά των ζώων της Μεσημβρίας όρασις. Εν τη γη της θλίψεως και της στενοχωρίας, όπου ευρίσκονται ο δυνατός λέων και ο λέων ο γηραλέος, η έχιδνα και ο φλογερός πτερωτός όφις, εκεί θέλουσι φέρει τα πλούτη αυτών επί ώμων οναρίων και τους θησαυρούς αυτών επί του κυρτώματος των καμήλων, προς λαόν όστις δεν θέλει ωφελήσει αυτούς.
ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος
7 Διότι οι Αιγύπτιοι εις μάτην και ανωφελώς θέλουσι βοηθήσει· όθεν εβόησα περί τούτου, Η δύναμις αυτών είναι να κάθηνται ήσυχοι.
Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη
8 Τώρα ύπαγε, γράψον τούτο έμπροσθεν αυτών επί πινακιδίου, και σημείωσον αυτό εν βιβλίω, διά να σώζηται εις τον μέλλοντα καιρόν έως αιώνος·
νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα
9 ότι ούτος είναι λαός απειθής, ψευδείς υιοί, υιοί μη θέλοντες να ακούσωσι τον νόμον του Κυρίου·
ὅτι λαὸς ἀπειθής ἐστιν υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ
10 οίτινες λέγουσι προς τους βλέποντας, Μη βλέπετε· και προς τους προφήτας, Μη προφητεύετε εις ημάς τα ορθά, λαλείτε προς ημάς κολακευτικά, προφητεύετε απατηλά·
οἱ λέγοντες τοῖς προφήταις μὴ ἀναγγέλλετε ἡμῖν καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν μὴ λαλεῖτε ἡμῖν ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν
11 αποσύρθητε από της οδού, εκκλίνατε από της τρίβου, σηκώσατε απ' έμπροσθεν ημών τον Άγιον του Ισραήλ.
καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης ἀφέλετε ἀφ’ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸν ἅγιον τοῦ Ισραηλ
12 Όθεν ούτω λέγει ο Άγιος του Ισραήλ· Επειδή καταφρονείτε τον λόγον τούτον και ελπίζετε επί την απάτην και πονηρίαν και επιστηρίζεσθε επί ταύτα·
διὰ τοῦτο οὕτως λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ
13 διά τούτο η ανομία αύτη θέλει είσθαι εις εσάς ως χάλασμα ετοιμόρροπον, ως κοιλία εις υψηλόν τοίχον, του οποίου ο συντριμμός έρχεται εξαίφνης εν μιά στιγμή.
διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα
14 Και θέλει συντρίψει αυτό ως σύντριμμα αγγείου οστρακίνου, κατασυντριβομένου ανηλεώς, ώστε να μη ευρίσκηται εν τοις θρύμμασιν αυτού όστρακον, διά να λάβη τις πυρ από της εστίας ή να λάβη ύδωρ εκ του λάκκου.
καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν
15 Διότι ούτω λέγει Κύριος ο Θεός, ο Άγιος του Ισραήλ· Εν τη επιστροφή και αναπαύσει θέλετε σωθή· εν τη ησυχία και πεποιθήσει θέλει είσθαι η δύναμίς σας· αλλά δεν ηθελήσατε·
οὕτω λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ ὅταν ἀποστραφεὶς στενάξῃς τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη καὶ οὐκ ἠβούλεσθε ἀκούειν
16 και είπετε, Ουχί· αλλά θέλομεν φεύγει έφιπποι· διά τούτο θέλετε φεύγει· και, Θέλομεν ιππεύσει επί ταχύποδας· διά τούτο οι διώκοντές σας θέλουσιν είσθαι ταχύποδες.
ἀλλ’ εἴπατε ἐφ’ ἵππων φευξόμεθα διὰ τοῦτο φεύξεσθε καὶ εἴπατε ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς
17 Θέλετε φεύγει χίλιοι εν τη απειλή ενός, και πάντες εν τη απειλή πέντε, εωσού μείνητε ως στύλος επί κορυφής όρους και ως σημαία επί λόφου.
διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ
18 Και ούτω θέλει προσμείνει ο Κύριος διά να σας ελεήση, και ούτω θέλει υψωθή διά να σας οικτειρήση· διότι ο Κύριος είναι Θεός κρίσεως· μακάριοι πάντες οι προσμένοντες αυτόν.
καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτιρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς διότι κριτὴς κύριος ὁ θεὸς ἡμῶν ἐστιν καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ
19 Διότι ο λαός θέλει κατοικήσει εν Σιών εν Ιερουσαλήμ· δεν θέλεις κλαύσει πλέον· θέλει βεβαίως σε ελεήσει εν τη φωνή της κραυγής σου· όταν ακούση αυτήν, θέλει σοι αποκριθή.
διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει καὶ Ιερουσαλημ κλαυθμῷ ἔκλαυσεν ἐλέησόν με ἐλεήσει σε τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν ἐπήκουσέν σου
20 Και αν ο Κύριος σας δίδη άρτον θλίψεως και ύδωρ στενοχωρίας, οι διδάσκαλοί σου όμως δεν θέλουσιν αφαιρεθή πλέον, αλλ' οι οφθαλμοί σου θέλουσι βλέπει τους διδασκάλους σου·
καὶ δώσει κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε
21 και τα ώτα σου θέλουσιν ακούει λόγον όπισθέν σου, λέγοντα, Αύτη είναι η οδός, περιπατείτε εν αυτή· όταν στρέφησθε επί τα δεξιά και όταν στρέφησθε επί τα αριστερά.
καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων οἱ λέγοντες αὕτη ἡ ὁδός πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά
22 Και θέλετε αποστραφή ως μεμιασμένα το επικάλυμμα των αργυρών γλυπτών σας και τον στολισμόν των χρυσών χωνευτών σας· θέλεις απορρίψει αυτά ως ράκος ακάθαρτον· θέλεις ειπεί προς αυτά, Φεύγετε από εδώ.
καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά
23 Τότε θέλει δώσει βροχήν διά τον σπόρον σου, τον οποίον ήθελες σπείρει εν τω αγρώ· και άρτον του γεννήματος της γης, όστις θέλει είσθαι παχύς και άφθονος· εν εκείνη τη ημέρα τα κτήνη σου θέλουσι βόσκεσθαι εν ευρυχώροις νομαίς.
τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον
24 Και οι βόες και αι νέαι όνοι, τα οποία εργάζονται την γην, θέλουσι τρώγει καθαρόν άχυρον λελικμημένον διά του πτυαρίου και ανεμιστηρίου.
οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα
25 Και θέλουσιν είσθαι επί παντός υψηλού όρους και επί παντός υψηλού λόφου, ποταμοί και ρεύματα υδάτων, εν τη ημέρα της μεγάλης σφαγής, όταν οι πύργοι καταπίπτωσι.
καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι
26 Το δε φως της σελήνης θέλει είσθαι ως το φως του ηλίου, και το φως του ηλίου θέλει είσθαι επταπλάσιον ως το φως επτά ημερών, εν τη ημέρα καθ' ην ο Κύριος επιδένει το σύντριμμα του λαού αυτού και θεραπεύει την πληγήν του τραυματισμού αυτών.
καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται
27 Ιδού, το όνομα του Κυρίου έρχεται μακρόθεν· φλογερός είναι ο θυμός αυτού και το φορτίον βαρύ· τα χείλη αυτού είναι πλήρη αγανακτήσεως και η γλώσσα αυτού ως πυρ κατατρώγον·
ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ καιόμενος ὁ θυμός μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ τὸ λόγιον ὀργῆς πλῆρες καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται
28 και η πνοή αυτού ως ρεύμα πλημμυρίζον, φθάνον έως μέσου του τραχήλου, διά να κοσκινίση τα έθνη εν τω κοσκίνω της ματαιώσεως· και θέλει είσθαι εις τας σιαγόνας των λαών χαλινός, όστις θέλει κάμει αυτούς να περιπλανώνται.
καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν
29 Εις εσάς θέλει είσθαι άσμα, καθώς εν τη νυκτί πανηγυριζομένης εορτής· και ευφροσύνη καρδίας, καθώς ότε υπάγουσι μετά αυλών διά να έλθωσιν εις το όρος του Κυρίου, προς τον Ισχυρόν του Ισραήλ.
μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος τοῦ κυρίου πρὸς τὸν θεὸν τοῦ Ισραηλ
30 Και θέλει κάμει ο Κύριος να ακουσθή η δόξα της φωνής αυτού, και θέλει δείξει την κατάβασιν του βραχίονος αυτού μετά της αγανακτήσεως του θυμού και της φλογός του κατατρώγοντος πυρός, των εκτιναγμών και της ανεμοζάλης και των λίθων της χαλάζης.
καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ
31 Διότι ο Ασσύριος διά της φωνής του Κυρίου θέλει καταβληθή· εν ράβδω θέλει κτυπηθή.
διὰ γὰρ φωνὴν κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ ᾗ ἂν πατάξῃ αὐτούς
32 Και όθεν διαβή η διωρισμένη ράβδος, την οποίαν ο Κύριος θέλει καταφέρει επ' αυτόν, τύμπανα και κιθάραι θέλουσιν είσθαι· και διά πολέμων τρομερών θέλει πολεμήσει κατ' αυτών.
καὶ ἔσται αὐτῷ κυκλόθεν ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας ἐφ’ ᾗ αὐτὸς ἐπεποίθει αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς
33 Διότι ο Τοφέθ είναι προ καιρού παρεσκευασμένος· ναι, διά τον βασιλέα ητοιμασμένος· αυτός έκαμεν αυτόν βαθύν και πλατύν· η πυρά αυτού είναι πυρ και ξύλα πολλά· η πνοή του Κυρίου ως ρεύμα θείου θέλει εξάψει αυτήν.
σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν φάραγγα βαθεῖαν ξύλα κείμενα πῦρ καὶ ξύλα πολλά ὁ θυμὸς κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη

< Ἠσαΐας 30 >