< Ἠσαΐας 24 >
1 Ιδού, ο Κύριος κενόνει την γην και ερημόνει αυτήν και ανατρέπει αυτήν και διασκορπίζει τους κατοίκους αυτής.
ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ
2 Και θέλει είσθαι, ως ο λαός, ούτως ο ιερεύς· ως ο θεράπων, ούτως ο κύριος αυτού· ως η θεράπαινα, ούτως η κυρία αυτής· ως ο αγοραστής, ούτως ο πωλητής· ως ο δανειστής, ούτως ο δανειζόμενος· ως ο λαμβάνων τόκον, ούτως ο πληρόνων τόκον εις αυτόν.
καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει
3 Ολοκλήρως θέλει κενωθή η γη και ολοκλήρως θέλει γυμνωθή· διότι ο Κύριος ελάλησε τον λόγον τούτον.
φθορᾷ φθαρήσεται ἡ γῆ καὶ προνομῇ προνομευθήσεται ἡ γῆ τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα
4 Η γη πενθεί, μαραίνεται, ο κόσμος ατονεί, μαραίνεται, οι υψηλοί εκ των λαών της γης είναι ητονημένοι.
ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς
5 Και η γη εμολύνθη υποκάτω των κατοίκων αυτής· διότι παρέβησαν τους νόμους, ήλλαξαν το διάταγμα, ηθέτησαν διαθήκην αιώνιον.
ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον
6 Διά τούτο η αρά κατέφαγε την γην και οι κατοικούντες εν αυτή ηρημώθησαν· διά τούτο οι κάτοικοι της γης κατεκαύθησαν και ολίγοι άνθρωποι έμειναν.
διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι
7 Ο νέος οίνος πενθεί, η άμπελος είναι εν ατονία, πάντες οι ευφραινόμενοι την καρδίαν στενάζουσιν.
πενθήσει οἶνος πενθήσει ἄμπελος στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν
8 Η ευφροσύνη των τυμπάνων παύει· ο θόρυβος των ευθυμούντων τελειόνει· παύει της κιθάρας η ευφροσύνη.
πέπαυται εὐφροσύνη τυμπάνων πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν πέπαυται φωνὴ κιθάρας
9 δεν θέλουσι πίνει οίνον μετά ασμάτων· το σίκερα θέλει είσθαι πικρόν εις τους πίνοντας αυτό.
ᾐσχύνθησαν οὐκ ἔπιον οἶνον πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν
10 Η πόλις της ερημώσεως ηφανίσθη· πάσα οικία εκλείσθη, ώστε να μη εισέλθη μηδείς.
ἠρημώθη πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν
11 Κραυγή είναι εν ταις οδοίς διά τον οίνον· πάσα ευθυμία παρήλθεν· η χαρά του τόπου έφυγεν.
ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς
12 Ερημία έμεινεν εν τη πόλει, και η πύλη εκτυπήθη υπό αφανισμού·
καὶ καταλειφθήσονται πόλεις ἔρημοι καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται
13 όταν γείνη ούτως εν μέσω της γης μεταξύ των λαών, θέλει είσθαι ως τιναγμός ελαίας, ως το σταφυλολόγημα αφού παύση ο τρυγητός.
ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν οὕτως καλαμήσονται αὐτούς καὶ ἐὰν παύσηται ὁ τρύγητος
14 Ούτοι θέλουσιν υψώσει την φωνήν αυτών, θέλουσι ψάλλει διά την μεγαλειότητα του Κυρίου, θέλουσι μεγαλοφωνεί από της θαλάσσης.
οὗτοι φωνῇ βοήσονται οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης
15 Διά τούτο δοξάσατε τον Κύριον εν ταις κοιλάσι, το όνομα Κυρίου του Θεού του Ισραήλ εν ταις νήσοις της θαλάσσης.
διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται κύριε ὁ θεὸς Ισραηλ
16 Απ' άκρου της γης ηκούσαμεν άσματα, Δόξα εις τον δίκαιον. Αλλ' εγώ είπα, Ταλαιπωρία μου, ταλαιπωρία μου· ουαί εις εμέ· οι άπιστοι απίστως έπραξαν· ναι, οι άπιστοι πολλά απίστως έπραξαν.
ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν ἐλπὶς τῷ εὐσεβεῖ καὶ ἐροῦσιν οὐαὶ τοῖς ἀθετοῦσιν οἱ ἀθετοῦντες τὸν νόμον
17 Φόβος και λάκκος και παγίς είναι επί σε, κάτοικε της γης.
φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς
18 Και ο φεύγων από του ήχου του φόβου θέλει πέσει εις τον λάκκον· και ο αναβαίνων εκ μέσου του λάκκου θέλει πιασθή εις την παγίδα· διότι αι θυρίδες άνωθεν είναι ανοικταί, και τα θεμέλια της γης σείονται.
καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς
19 Η γη κατεσυντρίφθη, η γη ολοκλήρως διελύθη, η γη εκινήθη εις υπερβολήν.
ταραχῇ ταραχθήσεται ἡ γῆ καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ
20 Η γη θέλει κλονισθή εδώ και εκεί ως ο μεθύων και θέλει μετακινηθή ως καλύβη· και η ανομία αυτής θέλει βαρύνει επ' αυτήν· και θέλει πέσει και πλέον δεν θέλει σηκωθή.
ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ ὡς ὁ μεθύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι κατίσχυσεν γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία
21 Και εν εκείνη τη ημέρα ο Κύριος θέλει παιδεύσει το στράτευμα των υψηλών εν τω ύψει και τους βασιλείς της γης επί της γης.
καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς
22 Και θέλουσι συναχθή, καθώς συνάγονται οι αιχμάλωτοι εις τον λάκκον, και θέλουσι κλεισθή εν τη φυλακή, και μετά πολλάς ημέρας θέλει γείνει επίσκεψις εις αυτούς.
καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν
23 Τότε η σελήνη θέλει εντραπή και ο ήλιος θέλει αισχυνθή, όταν ο Κύριος των δυνάμεων βασιλεύση εν τω όρει Σιών και εν Ιερουσαλήμ και δοξασθή ενώπιον των πρεσβυτέρων αυτού.
καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται