< Ἠσαΐας 22 >

1 Όρασις κατά της κοιλάδος του οράματος. Τι σοι έγεινε τώρα, ότι ανέβης συ πάσα εις τα δώματα;
τὸ ῥῆμα τῆς φάραγγος Σιων τί ἐγένετό σοι νῦν ὅτι ἀνέβητε πάντες εἰς δώματα
2 Συ, η πλήρης βοής, πόλις θορύβου, πόλις ευθυμίας· οι πεφονευμένοι σου δεν εφονεύθησαν διά μαχαίρας ουδέ απέθανον εν μάχη.
μάταια ἐνεπλήσθη ἡ πόλις βοώντων οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου
3 Πάντες οι άρχοντές σου έφυγον ομού· φεύγοντες από του τόξου, εδεσμεύθησαν πάντες οι ευρισκόμενοι εν σοί· οι μακρόθεν καταφυγόντες εδεσμεύθησαν ομού.
πάντες οἱ ἄρχοντές σου πεφεύγασιν καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν
4 Διά τούτο είπα, Σύρθητε απ' εμού· θέλω κλαύσει πικρώς· μη αγωνίζεσθε να με παρηγορήσητε διά την διαρπαγήν της θυγατρός του λαού μου.
διὰ τοῦτο εἶπα ἄφετέ με πικρῶς κλαύσομαι μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου
5 Διότι είναι ημέρα ταραχής και καταπατήσεως και αμηχανίας εν τη κοιλάδι του οράματος παρά Κυρίου του Θεού των δυνάμεων, ημέρα καταστροφής των τειχών· και η κραυγή θέλει φθάσει εις τα όρη.
ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωθ ἐν φάραγγι Σιων πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη
6 Και ο Ελάμ έλαβε την φαρέτραν με αμάξας ανδρών και ιππείς, και ο Κιρ εξεσκέπασε την ασπίδα.
οἱ δὲ Αιλαμῖται ἔλαβον φαρέτρας ἀναβάται ἄνθρωποι ἐφ’ ἵπποις καὶ συναγωγὴ παρατάξεως
7 Και αι εκλεκταί κοιλάδες σου εγεμίσθησαν αμαξών, και οι ιππείς παρετάχθησαν εν τη πύλη.
καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου
8 Και εσηκώθη το κάλυμμα του Ιούδα· και εν τη ημέρα εκείνη ενέβλεψας εις την οπλοθήκην της οικίας του δάσους.
καὶ ἀνακαλύψουσιν τὰς πύλας Ιουδα καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως
9 Και είδετε ότι αι χαλάστραι της πόλεως του Δαβίδ είναι πολλαί, και συνηθροίσατε τα ύδατα του κάτω υδροστασίου.
καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυιδ καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν
10 Και απηριθμήσατε τας οικίας της Ιερουσαλήμ, και διά να οχυρώσητε το τείχος εχαλάσατε τας οικίας.
καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ιερουσαλημ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει
11 Εκάμετε προς τούτοις μεταξύ των δύο τειχών λάκκον διά το ύδωρ του παλαιού υδροστασίου· αλλά δεν ανεβλέψατε προς τον Ποιητήν τούτων ουδέ εθεωρήσατε προς τον παλαιόθεν κτίσαντα αυτά.
καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ’ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε
12 Και εν εκείνη τη ημέρα Κύριος ο Θεός των δυνάμεων σας εκάλεσεν εις κλαυθμόν και εις πένθος και εις ξύρισμα και εις ζώσιμον σάκκου·
καὶ ἐκάλεσεν κύριος σαβαωθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων
13 αλλ' ιδού, χαρά και ευθυμία· σφάζουσι βόας και θύουσι πρόβατα, τρώγουσι κρέατα και πίνουσιν οίνον, λέγοντες, Ας φάγωμεν και ας πίωμεν· διότι αύριον θέλομεν αποθάνει.
αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν
14 Και ανεκαλύφθη εις τα ώτα μου παρά του Κυρίου των δυνάμεων, Βεβαίως αύτη η ανομία σας δεν θέλει καθαρισθή εωσού αποθάνητε, λέγει Κύριος ο Θεός των δυνάμεων.
καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν κυρίου σαβαωθ ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε
15 Ούτω λέγει Κύριος ο Θεός των δυνάμεων· Ύπαγε, είσελθε προς τον θησαυροφύλακα τούτον, προς τον Σομνάν, τον επιστάτην του οίκου, και ειπέ,
τάδε λέγει κύριος σαβαωθ πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ
16 Τι έχεις εδώ; και εδώ τίνα έχεις, ώστε να κατασκευάσης ενταύθα μνημείον εις σεαυτόν; κατασκευάζει το μνήμα αυτού υψηλά και κόπτει εν πέτρα κατοικίαν εις εαυτόν.
τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν
17 Ιδού, ο Κύριος θέλει σε εκβάλει εκβολήν βιαίαν και θέλει σε περικαλύψει αισχύνην.
ἰδοὺ δὴ κύριος σαβαωθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελεῖ τὴν στολήν σου
18 Θέλει βεβαίως σε στροφογυρίσει και τινάξει βιαίως ως σφαίραν εις τόπον ευρύχωρον· εκεί θέλεις αποθάνει και εκεί θέλουσιν είσθαι αι άμαξαι της δόξης σου, ω αίσχος του οίκου του κυρίου σου.
καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον καὶ ἐκεῖ ἀποθανῇ καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα
19 Και θέλω σε εξώσει από της στάσεώς σου και θέλει σε κρημνίσει από του αξιώματός σου.
καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου
20 Και εν εκείνη τη ημέρα θέλω καλέσει τον δούλον μου Ελιακείμ, τον υιόν του Χελκίου.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ελιακιμ τὸν τοῦ Χελκιου
21 Και θέλω ενδύσει αυτόν την στολήν σου και θέλω περιζώσει αυτόν την ζώνην σου, και την εξουσίαν σου θέλω δώσει εις την χείρα αυτού και θέλει είσθαι πατήρ εις τους κατοίκους της Ιερουσαλήμ και εις τον οίκον του Ιούδα.
καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιουδα
22 Και θέλω βάλει επί τον ώμον αυτού το κλειδίον του οίκου του Δαβίδ· και θέλει ανοίγει και ουδείς θέλει κλείει· και θέλει κλείει και ουδείς θέλει ανοίγει.
καὶ δώσω τὴν δόξαν Δαυιδ αὐτῷ καὶ ἄρξει καὶ οὐκ ἔσται ὁ ἀντιλέγων
23 Και θέλω στηρίξει αυτόν ως πάσσαλον εν τόπω στερεώ και θέλει είσθαι ως θρόνος δόξης του οίκου του πατρός αυτού.
καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ
24 Και απ' αυτού θέλουσι κρεμάσει πάσαν την δόξαν του οίκου του πατρός αυτού, τους εκγόνους και απογόνους, πάντα τα σκεύη τα μικρά, από των σκευών των ποτηρίων έως πάντων των σκευών των φιαλών.
καὶ ἔσται πεποιθὼς ἐπ’ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ
25 Εν εκείνη τη ημέρα, λέγει ο Κύριος των δυνάμεων, το εστηριγμένον καρφίον εν τω στερεώ τόπω θέλει κινηθή και θέλει εκβληθή και πέσει, και το φορτίον το επ' αυτού θέλει κρημνισθή· διότι ο Κύριος ελάλησε.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τάδε λέγει κύριος σαβαωθ κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ’ αὐτόν ὅτι κύριος ἐλάλησεν

< Ἠσαΐας 22 >