< Ἠσαΐας 21 >

1 Η κατά της ερήμου της θαλάσσης όρασις. Καθώς οι διαβαίνοντες ανεμοστρόβιλοι της μεσημβρίας, ούτως έρχεται από της ερήμου, από γης τρομεράς.
τὸ ὅραμα τῆς ἐρήμου ὡς καταιγὶς δῑ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν
2 Σκληρόν όραμα εφανερώθη εις εμέ· ο καταδυναστεύων καταδυναστεύει και ο πορθών πορθεί. Ανάβηθι, Ελάμ· πολιόρκησον, Μηδία· έπαυσα πάσας τας καταδυναστείας αυτής.
τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ὁ ἀθετῶν ἀθετεῖ ὁ ἀνομῶν ἀνομεῖ ἐπ’ ἐμοὶ οἱ Αιλαμῖται καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν
3 Διά τούτο η οσφύς μου είναι πλήρης οδύνης· πόνοι με εκυρίευσαν, ως οι πόνοι της τικτούσης· εκυρτώθην εις την ακρόασιν αυτού· συνεταράχθην εις την θέαν αυτού.
διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν ἠδίκησα τὸ μὴ ἀκοῦσαι ἐσπούδασα τὸ μὴ βλέπειν
4 Η καρδία μου κλονίζεται· τρόμος με εξέπληξεν· η νυξ της ευφροσύνης μου εις φρίκην μετεβλήθη εν εμοί.
ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον
5 Ετοιμάζεται η τράπεζα· φυλάττουσι σκοπιάν, τρώγουσι, πίνουσι· σηκώθητε, στρατάρχαι, ετοιμάσατε ασπίδας.
ἑτοίμασον τὴν τράπεζαν πίετε φάγετε ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς
6 Διότι ο Κύριος είπεν ούτω προς εμέ· Ύπαγε, στήσον σκοπευτήν, διά να αναγγέλλη ό, τι βλέπει.
ὅτι οὕτως εἶπεν κύριος πρός με βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον
7 Και είδεν αναβάτας δύο ιππείς, αναβάτην όνου και αναβάτην καμήλου· και επρόσεξεν επιμελώς μετά πολλής προσοχής.
καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου ἀκρόασαι ἀκρόασιν πολλὴν
8 Και εφώναξεν ως λέων, Ακαταπαύστως, κύριέ μου, ίσταμαι εν τη σκοπιά την ημέραν και φυλάττω πάσας τας νύκτας·
καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἶπεν ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα
9 και ιδού, έρχονται εδώ αναβάται άνδρες δύο ιππείς. Και απεκρίθη και είπεν, Έπεσεν, έπεσεν η Βαβυλών, και πάσαι αι γλυπταί εικόνες των θεών αυτής συνετρίφθησαν κατά γης.
καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος καὶ ἀποκριθεὶς εἶπεν πέπτωκεν Βαβυλών καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν
10 Αλώνισμά μου και σίτε του αλωνίου μου, εφανέρωσα εις εσάς εκείνο, το οποίον ήκουσα παρά του Κυρίου των δυνάμεων, του Θεού του Ισραήλ.
ἀκούσατε οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ ὁ θεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν
11 Η κατά Δουμά όρασις. Προς εμέ φωνάζει από Σηείρ, Φρουρέ, τι περί της νυκτός; φρουρέ, τι περί της νυκτός;
τὸ ὅραμα τῆς Ιδουμαίας πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ φυλάσσετε ἐπάλξεις
12 Ο φρουρός είπε, Το πρωΐ ήλθεν, έτι και η νύξ· αν θέλητε να ερωτήσητε, ερωτάτε· επιστρέψατε, έλθετε.
φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα ἐὰν ζητῇς ζήτει καὶ παρ’ ἐμοὶ οἴκει
13 Η κατά Αραβίας όρασις. Εν τω δάσει της Αραβίας θέλετε διανυκτερεύσει, συνοδίαι των Δαιδανιτών.
ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδαν
14 Φέρετε ύδωρ εις συνάντησιν του διψώντος, κάτοικοι της γης Θαιμάν· προϋπαντάτε με άρτους τον φεύγοντα.
εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν
15 Διότι φεύγουσιν από προσώπου των ξιφών, από προσώπου του γεγυμνωμένου ξίφους και από προσώπου του εντεταμένου τόξου και από προσώπου της ορμής του πολέμου.
διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ
16 Διότι ο Κύριος είπεν ούτω προς εμέ· Εντός ενός έτους, ως είναι τα έτη του μισθωτού, θέλει εκλείψει βεβαίως πάσα η δόξα της Κηδάρ·
ὅτι οὕτως εἶπέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδαρ
17 και το υπόλοιπον του αριθμού των ισχυρών τοξοτών εκ των υιών του Κηδάρ θέλουσιν ελαττωθή· διότι Κύριος ο Θεός του Ισραήλ ελάλησε.
καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδαρ ἔσται ὀλίγον διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ

< Ἠσαΐας 21 >